Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 618
Septuagint Complete Greek and English Edition Page 618

by Septuagint


  [3] καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ.

  [3] And the children of Israel said to them, Would we had died smitten by the Lord in the land of Egypt, when we sat by the flesh-pots, and ate bread to satiety! for ye have brought us out into this wilderness, to slay all this congregation with hunger.

  [4] εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ·

  [4] And the Lord said to Moses, Behold, I will rain bread upon you out of heaven: and the people shall go forth, and they shall gather their daily portion for the day, that I may try them whether they will walk in my law or not.

  [5] καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν.

  [5] And it shall come to pass on the sixth day that they shall prepare whatsoever they have brought in, and it shall be double of what they shall have gathered for the day, daily.

  [6] καὶ εἶπεν Μωϋσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ Ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου,

  [6] And Moses and Aaron said to all the congregation of the children of Israel, At even ye shall know that the Lord has brought you out of the land of Egypt;

  [7] καὶ πρωῒ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ· ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ’ ἡμῶν;

  [7] and in the morning ye shall see the glory of the Lord, inasmuch as he hears your murmuring against God; and who are we, that ye continue to murmur against us?

  [8] καὶ εἶπεν Μωϋσῆς Ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωῒ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθ’ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ’ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλ’ ἢ κατὰ τοῦ θεοῦ.

  [8] And Moses said, This shall be when the Lord gives you in the evening flesh to eat, and bread in the morning to satiety, because the Lord has heard your murmuring, which ye murmur against us: and what are we? for your murmuring is not against us, but against God.

  [9] εἶπεν δὲ Μωϋσῆς πρὸς Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν.

  [9] And Moses said to Aaron, Say to all the congregation of the children of Israel, Come near before God; for he has heard your murmuring.

  [10] ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ.

  [10] And when Aaron spoke to all the congregation of the children of Israel, and they turned toward the wilderness, then the glory of the Lord appeared in a cloud.

  [11] καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

  [11] And the Lord spoke to Moses, saying,

  [12] Εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωῒ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.

  [12] I have heard the murmuring of the children of Israel: speak to them, saying, Towards evening ye shall eat flesh, and in the morning ye shall be satisfied with bread; and ye shall know that I am the Lord your God.

  [13] ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν· τὸ πρωῒ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς

  [13] And it was evening, and quails came up and covered the camp:

  [14] καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.

  [14] in the morning it came to pass as the dew ceased round about the camp, that, behold, on the face of the wilderness was a small thing like white coriander seed, as frost upon the earth.

  [15] ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπεν δὲ Μωϋσῆς πρὸς αὐτούς Οὗτος ὁ ἄρτος, ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν·

  [15] And when the children of Israel saw it, they said one to another, What is this? for they knew not what it was; and Moses said to them,

  [16] τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε.

  [16] This is the bread which the Lord has given you to eat. This is that which the Lord has appointed: gather of it each man for his family, a homer for each person, according to the number of your souls, gather each of you with his fellow-lodgers.

  [17] ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν, ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον.

  [17] And the children of Israel did so, and gathered some much and some less.

  [18] καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν.

  [18] And having measured the homer full, he that gathered much had nothing over, and he that had gathered less had no lack; each gathered according to the need of those who belonged to him.

  [19] εἶπεν δὲ Μωϋσῆς πρὸς αὐτούς Μηδεὶς καταλιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωί.

  [19] And Moses said to them, Let no man leave of it till the morning.

  [20] καὶ οὐκ εἰσήκουσαν Μωυσῆ, ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωί· καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν· καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς Μωϋσῆς.

  [20] But they did not hearken to Moses, but some left of it till the morning; and it bred worms and stank: and Moses was irritated with them.

  [21] καὶ συνέλεξαν αὐτὸ πρωῒ πρωί, ἕκαστος τὸ καθῆκον αὐτῷ· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, ἐτήκετο.

  [21] And they gathered it every morning, each man what he needed, and when the sun waxed hot it melted.

  [22] ἐγέ
νετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομορ τῷ ἑνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσεῖ.

  [22] And it came to pass on the sixth day, they gathered double what was needed, two homers for one man; and all the chiefs of the synagogue went in and reported it to Moses.

  [23] εἶπεν δὲ Μωϋσῆς πρὸς αὐτούς Τοῦτο τὸ ῥῆμά ἐστιν, ὃ ἐλάλησεν κύριος· σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί.

  [23] And Moses said to them, Is not this the word which the Lord spoke? To-morrow is the sabbath, a holy rest to the Lord: bake that ye will bake, and seethe that ye will seethe, and all that is over leave to be laid by for the morrow.

  [24] καὶ κατελίποσαν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καθάπερ συνέταξεν αὐτοῖς Μωϋσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ.

  [24] And they left of it till the morning, as Moses commanded them; and it stank not, neither was there a worm in it.

  [25] εἶπεν δὲ Μωϋσῆς Φάγετε σήμερον· ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ· οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ.

  [25] And Moses said, Eat that to-day, for to-day is a sabbath to the Lord: it shall not be found in the plain.

  [26] ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ.

  [26] Six days ye shall gather it, and on the seventh day is a sabbath, for there shall be none on that day.

  [27] ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον.

  [27] And it came to pass on the seventh day that some of the people went forth to gather, and found none.

  [28] εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;

  [28] And the Lord said to Moses, How long are ye unwilling to hearken to my commands and my law?

  [29] ἴδετε, ὁ γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα· διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν, μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.

  [29] See, for the Lord has given you this day as the sabbath, therefore he has given you on the sixth day the bread of two days: ye shall sit each of you in your houses; let no one go forth from his place on the seventh day.

  [30] καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ.

  [30] And the people kept sabbath on the seventh day.

  [31] καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτοῦ μαν· ἦν δὲ ὡς σπέρμα κορίου λευκόν, τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι.

  [31] And the children of Israel called the name of it Man; and it was as white coriander seed, and the taste of it as a wafer with honey.

  [32] εἶπεν δὲ Μωϋσῆς Τοῦτο τὸ ῥῆμα, ὃ συνέταξεν κύριος Πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν, ἵνα ἴδωσιν τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου.

  [32] And Moses said, This is the thing which the Lord hath commanded, Fill an homer with manna, to be laid up for your generations; that they may see the bread which ye ate in the wilderness, when the Lord led you forth out of the land of Egypt.

  [33] καὶ εἶπεν Μωϋσῆς πρὸς Ααρων Λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν.

  [33] And Moses said to Aaron, Take a golden pot, and cast into it one full homer of manna; and thou shalt lay it up before God, to be kept for your generations,

  [34] ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ, καὶ ἀπέθετο Ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν.

  [34] as the Lord commanded Moses: and Aaron laid it up before the testimony to be kept.

  [35] οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουμένην· τὸ μαν ἐφάγοσαν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης.

  [35] And the children of Israel ate manna forty years, until they came to the land they ate the manna, until they came to the region of Phoenicia.

  [36] τὸ δὲ γομορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.

  [36] Now the homer was the tenth part of three measures.

  CHAPTER 17

  [1] Καὶ ἀπῆρεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐκ τῆς ἐρήμου Σιν κατὰ παρεμβολὰς αὐτῶν διὰ ῥήματος κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδιν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν.

  [1] And all the congregation of the children of Israel departed from the wilderness of Sin, according to their encampments, by the word of the Lord; and they encamped in Raphidin: and there was no water for the people to drink.

  [2] καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. καὶ εἶπεν αὐτοῖς Μωϋσῆς Τί λοιδορεῖσθέ μοι, καὶ τί πειράζετε κύριον;

  [2] And the people reviled Moses, saying, Give us water, that we may drink; and Moses said to them, Why do ye revile me, and why tempt ye the Lord?

  [3] ἐδίψησεν δὲ ἐκεῖ ὁ λαὸς ὕδατι, καὶ ἐγόγγυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Ἵνα τί τοῦτο ἀνεβίβασας ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν καὶ τὰ κτήνη τῷ δίψει;

  [3] And the people thirsted there for water, and there the people murmured against Moses, saying, Why is this? hast thou brought us up out of Egypt to slay us and our children and our cattle with thirst?

  [4] ἐβόησεν δὲ Μωϋσῆς πρὸς κύριον λέγων Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ καταλιθοβολήσουσίν με.

  [4] And Moses cried to the Lord, saying, What shall I do to this people? yet a little while and they will stone me.

  [5] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Προπορεύου τοῦ λαοῦ τούτου, λαβὲ δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμόν, λαβὲ ἐν τῇ χειρί σου καὶ πορεύσῃ.

  [5] And the Lord said to Moses, Go before this people, and take to thyself of the elders of the people; and the rod with which thou smotest the river, take in thine hand, and thou shalt go.

  [6] ὅδε �
��γὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρηβ· καὶ πατάξεις τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός μου. ἐποίησεν δὲ Μωϋσῆς οὕτως ἐναντίον τῶν υἱῶν Ισραηλ.

  [6] Behold, I stand there before thou come, on the rock in Choreb, and thou shalt smite the rock, and water shall come out from it, and the people shall drink. And Moses did so before the sons of Israel.

  [7] καὶ ἐπωνόμασεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ισραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας Εἰ ἔστιν κύριος ἐν ἡμῖν ἢ οὔ;

  [7] And he called the name of that place, Temptation, and Reviling, because of the reviling of the children of Israel, and because they tempted the Lord, saying, Is the Lord among us or not?

  [8] Ἦλθεν δὲ Αμαληκ καὶ ἐπολέμει Ισραηλ ἐν Ραφιδιν.

  [8] And Amalec came and fought with Israel in Raphidin.

  [9] εἶπεν δὲ Μωϋσῆς τῷ Ἰησοῦ Ἐπίλεξον σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ Αμαληκ αὔριον, καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ θεοῦ ἐν τῇ χειρί μου.

  [9] And Moses said to Joshua, Choose out for thyself mighty men, and go forth and set the army in array against Amalec to-morrow; and, behold, I shall stand on the top of the hill, and the rod of God will be in my hand.

  [10] καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν αὐτῷ Μωϋσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Αμαληκ· καὶ Μωϋσῆς καὶ Ααρων καὶ Ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ.

  [10] And Joshua did as Moses said to him, and he went out and set the army in array against Amalec, and Moses and Aaron and Or went up to the top of the hill.

 

‹ Prev