Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 668
Septuagint Complete Greek and English Edition Page 668

by Septuagint


  [19] And the clean man shall sprinkle the water on the unclean on the third day and on the seventh day, and on the seventh day he shall purify himself; and the other shall wash his garments, and bathe himself in water, and shall be unclean until evening.

  [20] καὶ ἄνθρωπος, ὃς ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ μέσου τῆς συναγωγῆς, ὅτι τὰ ἅγια κυρίου ἐμίανεν, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν, ἀκάθαρτός ἐστιν.

  [20] And whatever man shall be defiled and shall not purify himself, that soul shall be cut off from the midst of the congregation, because he has defiled the holy things of the Lord, because the water of sprinkling has not been sprinkled upon him; he is unclean.

  [21] καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον· καὶ ὁ περιρραίνων ὕδωρ ῥαντισμοῦ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ ὁ ἁπτόμενος τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας·

  [21] And it shall be to you a perpetual statute; and he that sprinkles the water of sprinkling shall wash his garments; and he that touches the water of sprinkling shall be unclean until evening.

  [22] καὶ παντός, οὗ ἐὰν ἅψηται αὐτοῦ ὁ ἀκάθαρτος, ἀκάθαρτον ἔσται, καὶ ἡ ψυχὴ ἡ ἁπτομένη ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.

  [22] And whatsoever the unclean man shall touch shall be unclean, and the soul that touches it shall be unclean till evening.

  CHAPTER 20

  [1] Καὶ ἦλθον οἱ υἱοὶ Ισραηλ, πᾶσα ἡ συναγωγή, εἰς τὴν ἔρημον Σιν ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριαμ καὶ ἐτάφη ἐκεῖ.

  [1] And the children of Israel, even the whole congregation, came into the wilderness of Sin, in the first month, and the people abode in Cades; and Mariam died there, and was buried there.

  [2] καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ααρων.

  [2] And there was no water for the congregation: and they gathered themselves together against Moses and Aaron.

  [3] καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι κυρίου·

  [3] And the people reviled Moses, saying, Would we had died in the destruction of our brethren before the Lord!

  [4] καὶ ἵνα τί ἀνηγάγετε τὴν συναγωγὴν κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;

  [4] And wherefore have ye brought up the congregation of the Lord into this wilderness, to kill us and our cattle?

  [5] καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον; τόπος, οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν.

  [5] And wherefore is this? Ye have brought us up out of Egypt, that we should come into this evil place; a place where there is no sowing, neither figs, nor vines, nor pomegranates, neither is there water to drink.

  [6] καὶ ἦλθεν Μωϋσῆς καὶ Ααρων ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσαν ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα κυρίου πρὸς αὐτούς.

  [6] And Moses and Aaron went from before the assembly to the door of the tabernacle of witness, and they fell upon their faces; and the glory of the Lord appeared to them.

  [7] καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων

  [7] And the Lord spoke to Moses, saying,

  [8] Λαβὲ τὴν ῥάβδον καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ααρων ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.

  [8] Take thy rod, and call the assembly, thou and Aaron thy brother, and speak ye to the rock before them, and it shall give forth its waters; and ye shall bring forth for them water out of the rock, and give drink to the congregation and their cattle.

  [9] καὶ ἔλαβεν Μωϋσῆς τὴν ῥάβδον τὴν ἀπέναντι κυρίου, καθὰ συνέταξεν κύριος·

  [9] And Moses took his rod which was before the Lord, as the Lord commanded.

  [10] καὶ ἐξεκκλησίασεν Μωϋσῆς καὶ Ααρων τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;

  [10] And Moses and Aaron assembled the congregation before the rock, and said to them, Hear me, ye disobedient ones; must we bring you water out of this rock?

  [11] καὶ ἐπάρας Μωϋσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν.

  [11] And Moses lifted up his hand and struck the rock with his rod twice; and much water came forth, and the congregation drank, and their cattle.

  [12] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ισραηλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.

  [12] And the Lord said to Moses and Aaron, Because ye have not believed me to sanctify me before the children of Israel, therefore ye shall not bring this congregation into the land which I have given them.

  [13] τοῦτο ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ισραηλ ἔναντι κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς.

  [13] This is the water of Strife, because the children of Israel spoke insolently before the Lord, and he was sanctified in them.

  [14] Καὶ ἀπέστειλεν Μωϋσῆς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων Τάδε λέγει ὁ ἀδελφός σου Ισραηλ Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς,

  [14] And Moses sent messengers from Cades to the king of Edom, saying, Thus says thy brother Israel; Thou knowest all the distress that has come upon us.

  [15] καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν,

  [15] And how our fathers went down into Egypt, and we sojourned in Egypt many days, and the Egyptians afflicted us and our fathers.

  [16] καὶ ἀνεβοήσαμεν πρὸς κύριον, καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Καδης, πόλει ἐκ μέρους τῶν ὁρίων σου·

  [16]
And we cried to the Lord, and the Lord heard our voice, and sent an angel and brought us out of Egypt; and now we are in the city of Cades, at the extremity of thy coasts.

  [17] παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι’ ἀγρῶν οὐδὲ δι’ ἀμπελώνων οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου.

  [17] We will pass through thy land: we will not go through the fields, nor through the vineyards, nor will we drink water out of thy cistern: we will go by the king’s highway; we will not turn aside to the right hand or to the left, until we have passed thy borders.

  [18] καὶ εἶπεν πρὸς αὐτὸν Εδωμ Οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.

  [18] And Edom said to him, Thou shalt not pass through me, and if otherwise, I will go forth to meet thee in war.

  [19] καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ισραηλ Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, παρὰ τὸ ὄρος παρελευσόμεθα.

  [19] And the children of Israel say to him, We will pass by the mountain; and if I and my cattle drink of thy water, I will pay thee: but it is no matter of importance, we will go by the mountain.

  [20] ὁ δὲ εἶπεν Οὐ διελεύσῃ δι’ ἐμοῦ· καὶ ἐξῆλθεν Εδωμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ.

  [20] And he said, Thou shalt not pass through me; and Edom went forth to meet him with a great host, and a mighty hand.

  [21] καὶ οὐκ ἠθέλησεν Εδωμ δοῦναι τῷ Ισραηλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ισραηλ ἀπ’ αὐτοῦ.

  [21] So Edom refused to allow Israel to pass through his borders, and Israel turned away from him.

  [22] Καὶ ἀπῆραν ἐκ Καδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ισραηλ, πᾶσα ἡ συναγωγή, εἰς Ωρ τὸ ὄρος.

  [22] And they departed from Cades; and the children of Israel, even the whole congregation, came to Mount Or.

  [23] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν Ωρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Εδωμ λέγων

  [23] And the Lord spoke to Moses and Aaron in mount Or, on the borders of the land of Edom, saying,

  [24] Προστεθήτω Ααρων πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς Ισραηλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.

  [24] Let Aaron be added to his people; for ye shall certainly not go into the land which I have given the children of Israel, because ye provoked me at the water of strife.

  [25] λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς

  [25] Take Aaron, and Eleazar his son, and bring them up to the mount Or before all the congregation;

  [26] καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ααρων προστεθεὶς ἀποθανέτω ἐκεῖ.

  [26] and take Aaron’s apparel from off him, and put it on Eleazar his son: and let Aaron die there and be added to his people.

  [27] καὶ ἐποίησεν Μωϋσῆς καθὰ συνέταξεν κύριος, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.

  [27] And Moses did as the Lord commanded him, and took him up to mount Or, before all the congregation.

  [28] καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ααρων ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωϋσῆς καὶ Ελεαζαρ ἐκ τοῦ ὄρους.

  [28] And he took Aaron’s garments off him, and put them on Eleazar his son, and Aaron died on the top of the mountain; and Moses and Eleazar came down from the mountain.

  [29] καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων, καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πᾶς οἶκος Ισραηλ.

  [29] And all the congregation saw that Aaron was dead: and they wept for Aaron thirty days, even all the house of Israel.

  CHAPTER 21

  [1] Καὶ ἤκουσεν ὁ Χανανις βασιλεὺς Αραδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον – ἦλθεν γὰρ Ισραηλ ὁδὸν Αθαριν – καὶ ἐπολέμησεν πρὸς Ισραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν.

  [1] And Arad the Chananitish king who dwelt by the wilderness, heard that Israel came by the way of Atharin; and he made war on Israel, and carried off some of them captives.

  [2] καὶ ηὔξατο Ισραηλ εὐχὴν κυρίῳ καὶ εἶπεν Ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.

  [2] And Israel vowed a vow to the Lord, and said, If thou wilt deliver this people into my power, I will devote it and its cities to thee.

  [3] καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς Ισραηλ καὶ παρέδωκεν τὸν Χανανιν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.

  [3] And the Lord hearkened to the voice of Israel, and delivered the Chananite into his power; and Israel devoted him and his cities, and they called the name of that place Anathema.

  [4] Καὶ ἀπάραντες ἐξ Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Εδωμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ.

  [4] And having departed from mount Or by the way leading to the Red Sea, they compassed the land of Edom, and the people lost courage by the way.

  [5] καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες Ἵνα τί ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ.

  [5] And the people spoke against God and against Moses, saying, Why is this? Hast thou brought us ought of Egypt to slay us in the wilderness? for there is not bread nor water; and our soul loathes this light bread.

  [6] καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανεν λαὸς πολὺς τῶν υἱῶν Ισραηλ.

  [6] And the Lord sent among the people deadly serpents, and they bit the people, and much people of the children of Israel died.

  [7] καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον ὅτι Ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ τοῦ κυρίου καὶ κατὰ σοῦ· �
�ὖξαι οὖν πρὸς κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τὸν ὄφιν. καὶ ηὔξατο Μωϋσῆς πρὸς κύριον περὶ τοῦ λαοῦ.

  [7] And the people came to Moses and said, We have sinned, for we have spoken against the Lord, and against thee: pray therefore to the Lord, and let him take away the serpent from us.

  [8] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.

  [8] And Moses prayed to the Lord for the people; and the Lord said to Moses, Make thee a serpent, and put it on a signal-staff; and it shall come to pass that whenever a serpent shall bite a man, every one so bitten that looks upon it shall live.

  [9] καὶ ἐποίησεν Μωϋσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη.

  [9] And Moses made a serpent of brass, and put it upon a signal-staff: and it came to pass that whenever a serpent bit a man, and he looked on the brazen serpent, he lived.

  [10] Καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν Ωβωθ.

  [10] And the children of Israel departed, and encamped in Oboth.

  [11] καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου.

  [11] And having departed from Oboth, they encamped in Achalgai, on the farther side in the wilderness, which is opposite Moab, toward the east.

  [12] ἐκεῖθεν ἀπῆραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρετ.

 

‹ Prev