Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 699
Septuagint Complete Greek and English Edition Page 699

by Septuagint

[28] τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ἡμῶν, τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου.

  [29] The secret things belong to the Lord our God, but the things that are revealed belong to us and to our children for ever, to do all the words of this law.

  CHAPTER 30

  [1] Καὶ ἔσται ὡς ἂν ἔλθωσιν ἐπὶ σὲ πάντα τὰ ῥήματα ταῦτα, ἡ εὐλογία καὶ ἡ κατάρα, ἣν ἔδωκα πρὸ προσώπου σου, καὶ δέξῃ εἰς τὴν καρδίαν σου ἐν πᾶσιν τοῖς ἔθνεσιν, οὗ ἐάν σε διασκορπίσῃ κύριος ἐκεῖ,

  [1] And it shall come to pass when all these things shall have come upon thee, the blessing and the curse, which I have set before thy face, and thou shalt call them to mind among all the nations, wherein the Lord shall have scattered thee,

  [2] καὶ ἐπιστραφήσῃ ἐπὶ κύριον τὸν θεόν σου καὶ ὑπακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,

  [2] and shalt return to the Lord thy God, and shalt hearken to his voice, according to all things which I charge thee this day, with all thy heart, and with all thy soul;

  [3] καὶ ἰάσεται κύριος τὰς ἁμαρτίας σου καὶ ἐλεήσει σε καὶ πάλιν συνάξει σε ἐκ πάντων τῶν ἐθνῶν, εἰς οὓς διεσκόρπισέν σε κύριος ἐκεῖ.

  [3] then the Lord shall heal thine iniquities, and shall pity thee, and shall again gather thee out from all the nations, among which the Lord has scattered thee.

  [4] ἐὰν ᾖ ἡ διασπορά σου ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε κύριος ὁ θεός σου, καὶ ἐκεῖθεν λήμψεταί σε κύριος ὁ θεός σου·

  [4] If thy dispersion be from one end of heaven to the other, thence will the Lord thy God gather thee, and thence will the Lord thy God take thee.

  [5] καὶ εἰσάξει σε κύριος ὁ θεός σου εἰς τὴν γῆν, ἣν ἐκληρονόμησαν οἱ πατέρες σου, καὶ κληρονομήσεις αὐτήν· καὶ εὖ σε ποιήσει καὶ πλεοναστόν σε ποιήσει ὑπὲρ τοὺς πατέρας σου.

  [5] And the Lord thy God shall bring thee in from thence into the land which thy fathers have inherited, and thou shalt inherit it; and he will do thee good, and multiply thee above thy fathers.

  [6] καὶ περικαθαριεῖ κύριος τὴν καρδίαν σου καὶ τὴν καρδίαν τοῦ σπέρματός σου ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, ἵνα ζῇς σύ.

  [6] And the Lord shall purge thy heart, and the heart of thy seed, to love the Lord thy God with all thy heart, and with all thy soul, that thou mayest live.

  [7] καὶ δώσει κύριος ὁ θεός σου τὰς ἀρὰς ταύτας ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἐπὶ τοὺς μισοῦντάς σε, οἳ ἐδίωξάν σε.

  [7] And the Lord thy God will put these curses upon thine enemies, and upon those that hate thee, who have persecuted thee.

  [8] καὶ σὺ ἐπιστραφήσῃ καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον,

  [8] And thou shalt return and hearken to the voice of the Lord thy God, and shall keep his commands, all that I charge thee this day.

  [9] καὶ πολυωρήσει σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου· ὅτι ἐπιστρέψει κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου,

  [9] And the Lord thy God shall bless thee in every work of thine hands, in the offspring of thy body, and in the offspring of thy cattle, and in the fruits of thy land, because the Lord thy God will again rejoice over thee for good, as he rejoiced over thy fathers:

  [10] ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσεσθαι καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου.

  [10] if thou wilt hearken to the voice of the Lord thy God, to keep his commandments, and his ordinances, and his judgments written in the book of this law, if thou turn to the Lord thy God with all thine heart, and with all thy soul.

  [11] Ὅτι ἡ ἐντολὴ αὕτη, ἣν ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐχ ὑπέρογκός ἐστιν οὐδὲ μακρὰν ἀπὸ σοῦ.

  [11] For this command which I give thee this day is not grievous, neither is it far from thee.

  [12] οὐκ ἐν τῷ οὐρανῷ ἄνω ἐστὶν λέγων Τίς ἀναβήσεται ἡμῖν εἰς τὸν οὐρανὸν καὶ λήμψεται αὐτὴν ἡμῖν; καὶ ἀκούσαντες αὐτὴν ποιήσομεν.

  [12] It is not in heaven above, as if there were one saying, Who shall go up for us into heaven, and shall take it for us, and we will hear and do it?

  [13] οὐδὲ πέραν τῆς θαλάσσης ἐστὶν λέγων Τίς διαπεράσει ἡμῖν εἰς τὸ πέραν τῆς θαλάσσης καὶ λήμψεται ἡμῖν αὐτήν; καὶ ἀκουστὴν ἡμῖν ποιήσει αὐτήν, καὶ ποιήσομεν.

  [13] Neither is it beyond the sea, saying, Who will go over for us to the other side of the sea, and take it for us, and make it audible to us, and we will do it?

  [14] ἔστιν σου ἐγγὺς τὸ ῥῆμα σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσίν σου αὐτὸ ποιεῖν.

  [14] The word is very near thee, in thy mouth, and in thine heart, and in thine hands to do it.

  [15] Ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν.

  [15] Behold, I have set before thee this day life and death, good and evil.

  [16] ἐὰν εἰσακούσῃς τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾶν κύριον τὸν θεόν σου, πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσεσθαι τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ, καὶ ζήσεσθε καὶ πολλοὶ ἔσεσθε, καὶ εὐλογήσει σε κύριος ὁ θεός σου ἐν πάσῃ τῇ γῇ, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.

  [16] If thou wilt hearken to the commands of the Lord thy God, which I command thee this day, to love the Lord thy God, to walk in all his ways, and to keep his ordinances, and his judgments; then ye shall live, and shall be many in number, and the Lord thy God shall bless thee in all the land int
o which thou goest to inherit it.

  [17] καὶ ἐὰν μεταστῇ ἡ καρδία σου καὶ μὴ εἰσακούσῃς καὶ πλανηθεὶς προσκυνήσῃς θεοῖς ἑτέροις καὶ λατρεύσῃς αὐτοῖς,

  [17] But if thy heart change, and thou wilt not hearken, and thou shalt go astray and worship other gods, and serve them,

  [18] ἀναγγέλλω σοι σήμερον ὅτι ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.

  [18] I declare to you this day, that ye shall utterly perish, and ye shall by no means live long upon the land, into which ye go over Jordan to inherit it.

  [19] διαμαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν Τὴν ζωὴν καὶ τὸν θάνατον δέδωκα πρὸ προσώπου ὑμῶν, τὴν εὐλογίαν καὶ τὴν κατάραν· ἔκλεξαι τὴν ζωήν, ἵνα ζῇς σὺ καὶ τὸ σπέρμα σου,

  [19] I call both heaven and earth to witness this day against you, I have set before you life and death, the blessing and the curse: choose thou life, that thou and thy seed may live;

  [20] ἀγαπᾶν κύριον τὸν θεόν σου, εἰσακούειν τῆς φωνῆς αὐτοῦ καὶ ἔχεσθαι αὐτοῦ· ὅτι τοῦτο ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν σου κατοικεῖν σε ἐπὶ τῆς γῆς, ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ δοῦναι αὐτοῖς.

  [20] to love the Lord thy God, to hearken to his voice, and cleave to him; for this is thy life, and the length of thy days, that thou shouldest dwell upon the land, which the Lord sware to thy fathers, Abraam, and Isaac, and Jacob, to give to them.

  CHAPTER 31

  [1] Καὶ συνετέλεσεν Μωϋσῆς λαλῶν πάντας τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς Ισραηλ·

  [1] And Moses finished speaking all these words to all the children of Israel;

  [2] καὶ εἶπεν πρὸς αὐτούς Ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐγώ εἰμι σήμερον, οὐ δυνήσομαι ἔτι εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι, κύριος δὲ εἶπεν πρός με Οὐ διαβήσῃ τὸν Ιορδάνην τοῦτον.

  [2] and said to them, I am this day a hundred and twenty years old; I shall not be able any longer to come in or go out; and the Lord said to me, Thou shalt not go over this Jordan.

  [3] κύριος ὁ θεός σου ὁ προπορευόμενος πρὸ προσώπου σου αὐτὸς ἐξολεθρεύσει τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου, καὶ κατακληρονομήσεις αὐτούς· καὶ Ἰησοῦς ὁ προπορευόμενος πρὸ προσώπου σου, καθὰ ἐλάλησεν κύριος.

  [3] The Lord thy God who goes before thee, he shall destroy these nations before thee, and thou shalt inherit them: and it shall be Joshua that goes before thy face, as the Lord has spoken.

  [4] καὶ ποιήσει κύριος αὐτοῖς καθὰ ἐποίησεν Σηων καὶ Ωγ, τοῖς δυσὶ βασιλεῦσιν τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, καὶ τῇ γῇ αὐτῶν, καθότι ἐξωλέθρευσεν αὐτούς.

  [4] And the Lord thy God shall do to them as he did to Seon and Og the two kings of the Amorites, who were beyond Jordan, and to their land, as he destroyed them.

  [5] καὶ παρέδωκεν αὐτοὺς κύριος ὑμῖν, καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν.

  [5] And the Lord has delivered them to you; and ye shall do to them, as I charged you.

  [6] ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ μηδὲ δειλία μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι κύριος ὁ θεός σου ὁ προπορευόμενος μεθ’ ὑμῶν ἐν ὑμῖν οὐ μή σε ἀνῇ οὔτε μή σε ἐγκαταλίπῃ.

  [6] Be courageous and strong, fear not, neither be cowardly neither be afraid before them; for it is the Lord your God that advances with you in the midst of you, neither will he by any means forsake thee, nor desert thee.

  [7] Καὶ ἐκάλεσεν Μωϋσῆς Ἰησοῦν καὶ εἶπεν αὐτῷ ἔναντι παντὸς Ισραηλ Ἀνδρίζου καὶ ἴσχυε· σὺ γὰρ εἰσελεύσῃ πρὸ προσώπου τοῦ λαοῦ τούτου εἰς τὴν γῆν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι αὐτοῖς, καὶ σὺ κατακληρονομήσεις αὐτὴν αὐτοῖς·

  [7] And Moses called Joshua, and said to him before all Israel, Be courageous and strong; for thou shalt go in before this people into the land which the Lord sware to your fathers to give to them, and thou shalt give it to them for an inheritance.

  [8] καὶ κύριος ὁ συμπορευόμενος μετὰ σοῦ οὐκ ἀνήσει σε οὐδὲ μὴ ἐγκαταλίπῃ σε· μὴ φοβοῦ μηδὲ δειλία.

  [8] And the Lord that goes with thee shall not forsake thee nor abandon thee; fear not, neither be afraid.

  [9] Καὶ ἔγραψεν Μωϋσῆς τὰ ῥήματα τοῦ νόμου τούτου εἰς βιβλίον καὶ ἔδωκεν τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Λευι τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ τοῖς πρεσβυτέροις τῶν υἱῶν Ισραηλ.

  [9] And Moses wrote the words of this law in a book, and gave it to the priests the sons of Levi who bear the ark of the covenant of the Lord, and to the elders of the sons of Israel.

  [10] καὶ ἐνετείλατο αὐτοῖς Μωϋσῆς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας

  [10] And Moses charged them in that day, saying, After seven years, in the time of the year of release, in the feast of tabernacles,

  [11] ἐν τῷ συμπορεύεσθαι πάντα Ισραηλ ὀφθῆναι ἐνώπιον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται κύριος, ἀναγνώσεσθε τὸν νόμον τοῦτον ἐναντίον παντὸς Ισραηλ εἰς τὰ ὦτα αὐτῶν·

  [11] when all Israel come together to appear before the Lord your God, in the place which the Lord shall choose, ye shall read this law before all Israel in their ears,

  [12] ἐκκλησιάσας τὸν λαόν, τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ ἔκγονα καὶ τὸν προσήλυτον τὸν ἐν ταῖς πόλεσιν ὑμῶν, ἵνα ἀκούσωσιν καὶ ἵνα μάθωσιν φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν, καὶ ἀκούσονται ποιεῖν πάντας τοὺς λόγους τοῦ νόμου τούτου·

  [12] having assembled the people, the men, and the women, and the children, and the stranger that is in your cities, that they may hear, and that they may learn to fear the Lord your God; and they shall hearken to do all the words of this law.

  [13] καὶ οἱ υἱοὶ αὐτῶν, οἳ οὐκ οἴδασιν, ἀκούσονται καὶ μαθήσονται φοβεῖσθαι κύριον τὸν θεὸν ὑμῶν πάσας τὰς ἡμέρας, ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν.

  [13] And
their sons who have not known shall hear, and shall learn to fear the Lord thy God all the days that they live upon the land, into which ye go over Jordan to inherit it.

  [14] Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἠγγίκασιν αἱ ἡμέραι τοῦ θανάτου σου· κάλεσον Ἰησοῦν καὶ στῆτε παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐντελοῦμαι αὐτῷ. καὶ ἐπορεύθη Μωϋσῆς καὶ Ἰησοῦς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἔστησαν παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου.

  [14] And the Lord said to Moses, Behold, the days of thy death are at hand; call Joshua, and stand ye by the doors of the tabernacle of testimony, and I will give him a charge. And Moses and Joshua went to the tabernacle of testimony, and stood by the doors of the tabernacle of testimony.

  [15] καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ ἔστη παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔστη ὁ στῦλος τῆς νεφέλης παρὰ τὰς θύρας τῆς σκηνῆς.

  [15] And the Lord descended in a cloud, and stood by the doors of the tabernacle of testimony; and the pillar of the cloud stood by the doors of the tabernacle of testimony.

  [16] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἰδοὺ σὺ κοιμᾷ μετὰ τῶν πατέρων σου, καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορνεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς, εἰς ἣν οὗτος εἰσπορεύεται ἐκεῖ εἰς αὐτήν, καὶ ἐγκαταλείψουσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου, ἣν διεθέμην αὐτοῖς.

  [16] And the Lord said to Moses, Behold, thou shalt sleep with thy fathers, and this people will arise and go a whoring after the strange gods of the land, into which they are entering: and they will forsake me, and break my covenant, which I made with them.

 

‹ Prev