Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 726
Septuagint Complete Greek and English Edition Page 726

by Septuagint


  [2] καὶ εἶπεν Ιεφθαε πρὸς αὐτούς Ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.

  [2] And Jephthae said to them, I and my people and the children of Ammon were very much engaged in war; and I called for you, and ye did not save me out of their hand.

  [3] καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;

  [3] And I saw that thou wert no helper, and I put my life in my hand, and passed on to the sons of Ammon; and the Lord delivered them into my hand: and wherefore are ye come up against me this day to fight with me?

  [4] καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εφραιμ, καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ, ὅτι εἶπαν Οἱ διασῳζόμενοι τοῦ Εφραιμ ὑμεῖς, Γαλααδ ἐν μέσῳ τοῦ Εφραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση.

  [4] And Jephthae gathered all the men of Galaad, and fought with Ephraim; and the men of Galaad smote Ephraim, because they that were escaped of Ephraim said, Ye are of Galaad in the midst of Ephraim and in the midst of Manasse.

  [5] καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ, καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εφραιμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ Μὴ Εφραθίτης εἶ; καὶ εἶπεν Οὔ.

  [5] And Galaad took the fords of Jordan before Ephraim; and they that escaped of Ephraim said to them, Let us go over: and the men of Galaad said, Art thou an Ephrathite? and he said, No.

  [6] καὶ εἶπαν αὐτῷ Εἰπὸν δὴ Στάχυς· καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτοῦ καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ιορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Εφραιμ τεσσαράκοντα δύο χιλιάδες.

  [6] Then they said to him, Say now Stachys; and he did not rightly pronounce it so: and they took him, and slew him at the fords of Jordan; and there fell at that time of Ephraim two and forty thousand.

  [7] Καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἑξήκοντα ἔτη. καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλααδ.

  [7] And Jephthae judged Israel six years; and Jephthae the Galaadite died, and was buried in his city Galaad.

  [8] Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβαισαν ἀπὸ Βαιθλεεμ.

  [8] And after him Abaissan of Bethleem judged Israel.

  [9] καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη.

  [9] And he had thirty sons, and thirty daughters, whom he sent forth; and he brought in thirty daughters for his sons from without; and he judged Israel seven years.

  [10] καὶ ἀπέθανεν Αβαισαν καὶ ἐτάφη ἐν Βαιθλεεμ.

  [10] And Abaissan died, and was buried in Bethleem.

  [11] Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αιλωμ ὁ Ζαβουλωνίτης δέκα ἔτη.

  [11] And after him Ælom of Zabulon judged Israel ten years.

  [12] καὶ ἀπέθανεν Αιλωμ ὁ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αιλωμ ἐν γῇ Ζαβουλων.

  [12] And Ælom of Zabulon died, and was buried in Ælom in the land of Zabulon.

  [13] Καὶ ἔκρινεν μετ’ αὐτὸν τὸν Ισραηλ Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης.

  [13] And after him Abdon the son of Ellel, the Pharathonite, judged Israel.

  [14] καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη.

  [14] And he had forty sons, and thirty grandsons, that rode upon seventy colts: and he judged Israel eight years.

  [15] καὶ ἀπέθανεν Αβδων υἱὸς Ελληλ ὁ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθωμ ἐν γῇ Εφραιμ ἐν ὄρει τοῦ Αμαληκ.

  [15] And Abdon the son of Ellel, the Pharathonite, died, and was buried in Pharathon in the land of Ephraim in the mount of Amalec.

  CHAPTER 13

  [1] Καὶ προσέθηκαν οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Φυλιστιιμ τεσσαράκοντα ἔτη.

  [1] And the children of Israel yet again committed iniquity before the Lord; and the Lord delivered them into the hand of the Phylistines forty years.

  [2] Καὶ ἦν ἀνὴρ εἷς ἀπὸ Σαραα ἀπὸ δήμου συγγενείας τοῦ Δανι, καὶ ὄνομα αὐτῷ Μανωε, καὶ γυνὴ αὐτῷ στεῖρα καὶ οὐκ ἔτεκεν.

  [2] And there was a man of Saraa, of the family of the kindred of Dan, and his name was Manoe, and his wife was barren, and bore not.

  [3] καὶ ὤφθη ἄγγελος κυρίου πρὸς τὴν γυναῖκα καὶ εἶπεν πρὸς αὐτήν Ἰδοὺ σὺ στεῖρα καὶ οὐ τέτοκας· καὶ συλλήμψῃ υἱόν.

  [3] And an angel of the Lord appeared to the woman, and said to her, Behold, thou art barren and hast not born; yet thou shalt conceive a son.

  [4] καὶ νῦν φύλαξαι δὴ καὶ μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον·

  [4] And now be very cautious, and drink no wine nor strong drink, and eat no unclean thing;

  [5] ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ναζιρ θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ τῆς κοιλίας, καὶ αὐτὸς ἄρξεται τοῦ σῶσαι τὸν Ισραηλ ἐκ χειρὸς Φυλιστιιμ.

  [5] for behold, thou art with child, and shalt bring forth a son; and there shall come no razor upon his head, for the child shall be a Nazarite to God from the womb; and he shall begin to save Israel from the hand of the Phylistines.

  [6] καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ εἶπεν τῷ ἀνδρὶ αὐτῆς λέγουσα Ἄνθρωπος θεοῦ ἦλθεν πρός με, καὶ εἶδος αὐτοῦ ὡς εἶδος ἀγγέλου θεοῦ φοβερὸν σφόδρα· καὶ οὐκ ἠρώτησα αὐτόν, πόθεν ἐστίν, καὶ τὸ ὄνομα αὐτοῦ οὐκ ἀπήγγειλέν μοι.

  [6] And the woman went in, and spoke to her husband, saying, A man of God came to me, and his appearance was as of an angel of God, very dreadful; and I did not ask him whence he was, and he did not tell me his name.

  [7] καὶ εἶπέν μοι Ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱόν· καὶ νῦν μὴ πίῃς οἶνον καὶ μέθυσμα καὶ μ�
� φάγῃς πᾶν ἀκάθαρτον, ὅτι ἅγιον θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρὸς ἕως ἡμέρας θανάτου αὐτοῦ.

  [7] And he said to me, Behold, thou art with child, and shalt bring forth a son; and now drink no wine nor strong drink, and eat no unclean thing; for the child shall be holy to God from the womb until the day of his death.

  [8] καὶ προσηύξατο Μανωε πρὸς κύριον καὶ εἶπεν Ἐν ἐμοί, κύριε Αδωναιε, τὸν ἄνθρωπον τοῦ θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ.

  [8] And Manoe prayed to the Lord and said, I pray thee, O Lord my lord, concerning the man of God whom thou sentest; let him now come to us once more, and teach us what we shall do to the child about to be born.

  [9] καὶ εἰσήκουσεν ὁ θεὸς τῆς φωνῆς Μανωε, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ θεοῦ ἔτι πρὸς τὴν γυναῖκα, καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωε ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετ’ αὐτῆς.

  [9] And the Lord heard the voice of Manoe, and the angel of God came yet again to the woman; and she sat in the field, and Manoe her husband was not with her.

  [10] καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμεν καὶ ἀνήγγειλεν τῷ ἀνδρὶ αὐτῆς καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ὦπται πρός με ὁ ἀνήρ, ὃς ἦλθεν ἐν ἡμέρᾳ πρός με.

  [10] And the woman hasted, and ran, and brought word to her husband, and said to him, Behold the man who came in the other day to me has appeared to me.

  [11] καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωε ὀπίσω τῆς γυναικὸς αὐτοῦ καὶ ἦλθεν πρὸς τὸν ἄνδρα καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἀνὴρ ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος Ἐγώ.

  [11] And Manoe arose and followed his wife, and came to the man, and said to him, Art thou the man that spoke to the woman? and the angel said, I am.

  [12] καὶ εἶπεν Μανωε Νῦν ἐλεύσεται ὁ λόγος σου· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ;

  [12] And Manoe said, Now shall thy word come to pass: what shall be the ordering of the child, and our dealings with him?

  [13] καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε Ἀπὸ πάντων, ὧν εἴρηκα πρὸς τὴν γυναῖκα, φυλάξεται·

  [13] And the angel of the Lord said to Manoe, Of all things concerning which I spoke to the woman, she shall beware.

  [14] ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου τοῦ οἴνου, οὐ φάγεται καὶ οἶνον καὶ σικερα μέθυσμα μὴ πιέτω καὶ πᾶν ἀκάθαρτον μὴ φαγέτω· πάντα, ὅσα ἐνετειλάμην αὐτῇ, φυλάξεται.

  [14] She shall eat of nothing that comes of the vine yielding wine, and let her not drink wine or strong liquor, and let her not eat anything unclean: all things that I have charged her she shall observe.

  [15] καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Κατάσχωμεν ὧδέ σε καὶ ποιήσωμεν ἐνώπιόν σου ἔριφον αἰγῶν.

  [15] And Manoe said to the angel of the Lord, Let us detain thee here, and prepare before thee a kid of the goats.

  [16] καὶ εἶπεν ὁ ἄγγελος κυρίου πρὸς Μανωε Ἐὰν κατάσχῃς με, οὐ φάγομαι ἀπὸ τῶν ἄρτων σου, καὶ ἐὰν ποιήσῃς ὁλοκαύτωμα, τῷ κυρίῳ ἀνοίσεις αὐτό· ὅτι οὐκ ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου αὐτός.

  [16] And the angel of the Lord said to Manoe, If thou shouldest detain me, I will not eat of thy bread; and if thou wouldest offer a whole-burnt-offering, to the Lord thou shalt offer it: for Manoe knew not that he was an angel of the Lord.

  [17] καὶ εἶπεν Μανωε πρὸς τὸν ἄγγελον κυρίου Τί τὸ ὄνομά σοι; ὅτι ἔλθοι τὸ ῥῆμά σου, καὶ δοξάσομέν σε.

  [17] And Manoe said to the angel of the Lord, What is thy name, that when thy word shall come to pass, we may glorify thee?

  [18] καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος κυρίου Εἰς τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτό ἐστιν θαυμαστόν.

  [18] And the angel of the Lord said to him, Why dost thou thus ask after my name; whereas it is wonderful?

  [19] καὶ ἔλαβεν Μανωε τὸν ἔριφον τῶν αἰγῶν καὶ τὴν θυσίαν καὶ ἀνήνεγκεν ἐπὶ τὴν πέτραν τῷ κυρίῳ· καὶ διεχώρισεν ποιῆσαι, καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες.

  [19] And Manoe took a kid of the goats and its meat-offering, and offered it on the rock to the Lord; and the angel wrought a distinct work, and Manoe and his wife were looking on.

  [20] καὶ ἐγένετο ἐν τῷ ἀναβῆναι τὴν φλόγα ἐπάνω τοῦ θυσιαστηρίου ἕως τοῦ οὐρανοῦ καὶ ἀνέβη ὁ ἄγγελος κυρίου ἐν τῇ φλογὶ τοῦ θυσιαστηρίου, καὶ Μανωε καὶ ἡ γυνὴ αὐτοῦ βλέποντες καὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν ἐπὶ τὴν γῆν.

  [20] And it came to pass when the flame went up above the altar toward heaven, that the angel of the Lord went up in the flame; and Manoe and his wife were looking, and they fell upon their face to the earth.

  [21] καὶ οὐ προσέθηκεν ἔτι ὁ ἄγγελος κυρίου ὀφθῆναι πρὸς Μανωε καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ· τότε ἔγνω Μανωε ὅτι ἄγγελος κυρίου οὗτος.

  [21] And the angel appeared no more to Manoe and to his wife: then Manoe knew that this was an angel of the Lord.

  [22] καὶ εἶπεν Μανωε πρὸς τὴν γυναῖκα αὐτοῦ Θανάτῳ ἀποθανούμεθα, ὅτι θεὸν εἴδομεν.

  [22] And Manoe said to his wife, We shall surely die, because we have seen God.

  [23] καὶ εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ Εἰ ἤθελεν ὁ κύριος θανατῶσαι ἡμᾶς, οὐκ ἂν ἔλαβεν ἐκ χειρὸς ἡμῶν ὁλοκαύτωμα καὶ θυσίαν καὶ οὐκ ἂν ἔδειξεν ἡμῖν ταῦτα πάντα καὶ καθὼς καιρὸς οὐκ ἂν ἠκούτισεν ἡμᾶς ταῦτα.

  [23] But his wife said to him, If the Lord were pleased to slay us, he would not have received of our hand a whole-burnt-offering and a meat-offering; and he would not have shewn us all these things, neither would he have caused us to hear all these things as at this time.

  [24] Καὶ ἔτεκεν ἡ γυνὴ υἱὸν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμψων· καὶ ἡδρύνθη τὸ παιδάριον, καὶ εὐλόγησεν αὐτὸ κύριος.

  [24] And the woman brought forth a son, and she called his name Sampson; and the child grew, and the Lord blessed him.

  [25] καὶ ἤρξατο πνεῦμα κυρίου συνεκπορεύεσθαι αὐτῷ ἐν παρεμβολῇ Δαν καὶ ἀνὰ μέσον Σαραα καὶ ἀνὰ μέσον Εσθαολ.

  [25] And the Spirit of the Lord began to go out with him in the camp of Dan, and between Saraa and Esthaol.

  CHAPTER 14

  [1] Καὶ κατέβη Σαμψων εἰς Θαμναθα καὶ εἶδεν γυναῖκα εἰς Θαμναθα ἀπὸ τῶν θυγ
ατέρων τῶν ἀλλοφύλων.

  [1] And Sampson went down to Thamnatha, and saw a woman in Thamnatha of the daughters of the Philistines.

  [2] καὶ ἀνέβη καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπεν Γυναῖκα ἑόρακα ἐν Θαμναθα ἀπὸ τῶν θυγατέρων Φυλιστιιμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα.

  [2] And he went up and told his father and his mother, and said, I have seen a woman in Thamnatha of the daughters of the Phylistines; and now take her to me for a wife.

  [3] καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ Μὴ οὔκ εἰσιν θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπεν Σαμψων πρὸς τὸν πατέρα αὐτοῦ Ταύτην λαβέ μοι, ὅτι αὕτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου.

  [3] And his father and his mother said to him, Are there no daughters of thy brethren, and is there not a woman of all my people, that thou goest to take a wife of the uncircumcised Philistines?

  And Sampson said to his father, Take her for me, for she is right in my eyes.

  [4] καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ κυρίου ἐστίν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ισραηλ.

  [4] And his father and his mother knew not that it was of the Lord, that he sought to be revenged on the Philistines: and at that time the Philistines lorded it over Israel.

 

‹ Prev