Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 732
Septuagint Complete Greek and English Edition Page 732

by Septuagint


  [3] and said, Wherefore, O Lord God of Israel, has this come to pass, that to-day one tribe should be counted as missing from Israel?

  [4] καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας.

  [4] And it came to pass on the morrow that the people rose up early, and built there an altar, and offered up whole-burnt-offerings and peace offerings.

  [5] καὶ εἶπον οἱ υἱοὶ Ισραηλ Τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ισραηλ πρὸς κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς κύριον εἰς Μασσηφα λέγοντες Θανάτῳ θανατωθήσεται.

  [5] And the children of Israel said, Who of all the tribes of Israel, went not up in the congregation to the Lord? for there was a great oath concerning those who went not up to the Lord to Massephath, saying, He shall surely be put to death.

  [6] καὶ παρεκλήθησαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἀδελφὸν αὐτῶν καὶ εἶπαν Ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ισραηλ·

  [6] And the children of Israel relented toward Benjamin their brother, and said, To-day one tribe is cut off from Israel.

  [7] τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας.

  [7] What shall we do for wives for the rest that remain? whereas we have sworn by the Lord, not to give them of our daughters for wives.

  [8] καὶ εἶπαν Τίς εἷς ἀπὸ φυλῶν Ισραηλ, ὃς οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηφα; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν.

  [8] And they said, What one man is there of the tribes of Israel, who went not up to the Lord to Massephath? and, behold, no man came to the camp from Jabis Galaad to the assembly.

  [9] καὶ ἐπεσκέπη ὁ λαός, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ιαβις Γαλααδ.

  [9] And the people were numbered, and there was not there a man from the inhabitants of Jabis Galaad.

  [10] καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομφαίας.

  [10] And the congregation sent thither twelve thousand men of the strongest, and they charged them, saying, Go ye and smite the inhabitants of Jabis Galaad with the edge of the sword.

  [11] καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως.

  [11] And this shall ye do: every male and every woman that has known the lying with man ye shall devote to destruction, but the virgins ye shall save alive: and they did so.

  [12] καὶ εὗρον ἀπὸ οἰκούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλων τὴν ἐν γῇ Χανααν.

  [12] And they found among the inhabitants of Jabis Galaad four hundred young virgins, who had not known man by lying with him; and they brought them to Selom in the land of Chanaan.

  [13] καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμιν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.

  [13] And all the congregation sent and spoke to the children of Benjamin in the rock Remmon, and invited them to make peace.

  [14] καὶ ἐπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ισραηλ τὰς γυναῖκας, ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ιαβις Γαλααδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως.

  [14] And Benjamin returned to the children of Israel at that time, and the children of Israel gave them the women whom they had save alive of the daughters of Jabis Galaad; and they were content.

  [15] Καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμιν, ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ισραηλ.

  [15] And the people relented for Benjamin, because the Lord had made a breach in the tribes of Israel.

  [16] καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμιν γυνή.

  [16] And the elders of the congregation said, What shall we do for wives for them that remain? for the women have been destroyed out of Benjamin.

  [17] καὶ εἶπαν Κληρονομία διασῳζομένων τῷ Βενιαμιν, καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ισραηλ·

  [17] And they said, There must be an inheritance of them that are escaped of Benjamin; and so a tribe shall not be destroyed out of Israel.

  [18] ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ισραηλ λέγοντες Ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμιν.

  [18] For we shall not be able to give them wives of our daughters, because we swore among the children of Israel, saying, Cursed is he that gives a wife to Benjamin.

  [19] καὶ εἶπαν Ἰδοὺ δὴ ἑορτὴ κυρίου ἐν Σηλων ἀφ’ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθηλ κατ’ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθηλ εἰς Συχεμ καὶ ἀπὸ νότου τῆς Λεβωνα.

  [19] And they said, Lo! now there is a feast of the Lord from year to year in Selom, which is on the north of Baethel, eastward on the way that goes up from Baethel to Sychem, and from the south of Lebona.

  [20] καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες Πορεύεσθε ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν·

  [20] And they charged the children of Benjamin, saying, Go and lie in wait in the vineyards;

  [21] καὶ ὄψεσθε καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλων χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλων καὶ πορεύεσθε εἰς γῆν Βενιαμιν.

  [21] and ye shall see; and lo! if there come out the daughters of the inhabitants of Selom to dance in dances, then shall ye go out of the vineyards and seize for yourselves every man a wife of the daughters of Selom, and go ye into the land of Benjamin.

  [22] καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμ
ᾶς, καὶ ἐροῦμεν αὐτοῖς Ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς καιρὸς πλημμελήσατε.

  [22] And it shall come to pass, when their fathers or their brethren come to dispute with us, that we will say to them, Grant them freely to us, for we have not taken every man his wife in the battle: because ye did not give to them according to the occasion, ye transgressed.

  [23] καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς.

  [23] And the children of Benjamin did so; and they took wives according to their number from the dancers whom they seized: and they went and returned to their inheritance, and built the cities, and dwelt in them.

  [24] καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγένειαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν, ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ. –

  [24] And the children of Israel went thence at that time every man to his tribe and his kindred; and they went thence every man to his inheritance.

  [25] ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.

  [25] And in those days there was no king in Israel; every man did that which was right in his own sight.

  Ruth

  CHAPTER 1

  [1] Καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς καὶ ἐγένετο λιμὸς ἐν τῇ γῇ, καὶ ἐπορεύθη ἀνὴρ ἀπὸ Βαιθλεεμ τῆς Ιουδα τοῦ παροικῆσαι ἐν ἀγρῷ Μωαβ, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ.

  [1] And it came to pass when the judges ruled, that there was a famine in the land: and a man went from Bethleem Juda to sojourn in the land of Moab, he, and his wife, and his two sons.

  [2] καὶ ὄνομα τῷ ἀνδρὶ Αβιμελεχ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Νωεμιν, καὶ ὄνομα τοῖς δυσὶν υἱοῖς αὐτοῦ Μααλων καὶ Χελαιων, Εφραθαῖοι ἐκ Βαιθλεεμ τῆς Ιουδα· καὶ ἤλθοσαν εἰς ἀγρὸν Μωαβ καὶ ἦσαν ἐκεῖ.

  [2] And the man’s name was Elimelech, and his wife’s name Noemin, and the names of his two sons Maalon and Chelaion, Ephrathites of Bethleem of Juda: and they came to the land of Moab, and remained there.

  [3] καὶ ἀπέθανεν Αβιμελεχ ὁ ἀνὴρ τῆς Νωεμιν, καὶ κατελείφθη αὐτὴ καὶ οἱ δύο υἱοὶ αὐτῆς.

  [3] And Elimelech the husband of Noemin died; and she was left, and her two sons.

  [4] καὶ ἐλάβοσαν ἑαυτοῖς γυναῖκας Μωαβίτιδας, ὄνομα τῇ μιᾷ Ορφα, καὶ ὄνομα τῇ δευτέρᾳ Ρουθ· καὶ κατῴκησαν ἐκεῖ ὡς δέκα ἔτη.

  [4] And they took to themselves wives, women of Moab; the name of the one was Orpha, and the name of the second Ruth; and they dwelt there about ten years.

  [5] καὶ ἀπέθανον καί γε ἀμφότεροι, Μααλων καὶ Χελαιων, καὶ κατελείφθη ἡ γυνὴ ἀπὸ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἀπὸ τῶν δύο υἱῶν αὐτῆς.

  [5] And both Maalon and Chelaion died also; and the woman was left of her husband and her two sons.

  [6] καὶ ἀνέστη αὐτὴ καὶ αἱ δύο νύμφαι αὐτῆς καὶ ἀπέστρεψαν ἐξ ἀγροῦ Μωαβ, ὅτι ἤκουσαν ἐν ἀγρῷ Μωαβ ὅτι ἐπέσκεπται κύριος τὸν λαὸν αὐτοῦ δοῦναι αὐτοῖς ἄρτους.

  [6] And she rose up and her two daughters-in-law, and they returned out of the country of Moab, for she heard in the country of Moab that the Lord had visited his people to give them bread.

  [7] καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου, οὗ ἦν ἐκεῖ, καὶ αἱ δύο νύμφαι αὐτῆς μετ’ αὐτῆς· καὶ ἐπορεύοντο ἐν τῇ ὁδῷ τοῦ ἐπιστρέψαι εἰς τὴν γῆν Ιουδα.

  [7] And she went forth out of the place where she was, and her two daughters-in-law with her: and they went by the way to return to the land of Juda.

  [8] καὶ εἶπεν Νωεμιν ταῖς νύμφαις αὐτῆς Πορεύεσθε δὴ ἀποστράφητε ἑκάστη εἰς οἶκον μητρὸς αὐτῆς· ποιήσαι κύριος μεθ’ ὑμῶν ἔλεος, καθὼς ἐποιήσατε μετὰ τῶν τεθνηκότων καὶ μετ’ ἐμοῦ·

  [8] And Noemin said to her daughter-in-law, Go now, return each to the house of her mother: the Lord deal mercifully with you, as ye have dealt with the dead, and with me.

  [9] δῴη κύριος ὑμῖν καὶ εὕροιτε ἀνάπαυσιν ἑκάστη ἐν οἴκῳ ἀνδρὸς αὐτῆς. καὶ κατεφίλησεν αὐτάς, καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν.

  [9] The Lord grant you that ye may find rest each of you in the house of her husband: and she kissed them; and they lifted up their voice, and wept.

  [10] καὶ εἶπαν αὐτῇ Μετὰ σοῦ ἐπιστρέφομεν εἰς τὸν λαόν σου.

  [10] And they said to her, We will return with thee to thy people.

  [11] καὶ εἶπεν Νωεμιν Ἐπιστράφητε δή, θυγατέρες μου· καὶ ἵνα τί πορεύεσθε μετ’ ἐμοῦ; μὴ ἔτι μοι υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας;

  [11] And Noemin said, Return now, my daughters; and why do ye go with me? have I yet sons in my womb to be your husbands?

  [12] ἐπιστράφητε δή, θυγατέρες μου, διότι γεγήρακα τοῦ μὴ εἶναι ἀνδρί· ὅτι εἶπα ὅτι ἔστιν μοι ὑπόστασις τοῦ γενηθῆναί με ἀνδρὶ καὶ τέξομαι υἱούς,

  [12] Turn now, my daughters, for I am too old to be married: for I said, Suppose I were married, and should bear sons;

  [13] μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἁδρυνθῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσθαι ἀνδρί; μὴ δή, θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ κυρίου.

  [13] would ye wait for them till they should be grown? or would ye refrain from being married for their sakes? Not so, my daughters; for I am grieved for you, that the hand of the Lord has gone forth against me.

  [14] καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν ἔτι· καὶ κατεφίλησεν Ορφα τὴν πενθερὰν αὐτῆς καὶ ἐπέστρεψεν εἰς τὸν λαὸν αὐτῆς, Ρουθ δὲ ἠκολούθησεν αὐτῇ.

  [14] And they lifted up their voice, and wept again; and Orpha kissed her mother-in-law and returned to her people; but Ruth followed her.

  [15] καὶ εἶπεν Νωεμιν πρὸς Ρουθ Ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν αὐτῆς καὶ πρὸς τοὺς θεοὺς αὐτῆς· ἐπιστράφητι δὴ καὶ σὺ ὀπίσω τῆς συννύμφου σου.
/>   [15] And Noemin said to Ruth, Behold, thy sister-in-law has returned to her people and to her gods; turn now thou also after thy sister-in-law.

  [16] εἶπεν δὲ Ρουθ Μὴ ἀπαντήσαι ἐμοὶ τοῦ καταλιπεῖν σε ἢ ἀποστρέψαι ὄπισθέν σου· ὅτι σὺ ὅπου ἐὰν πορευθῇς, πορεύσομαι, καὶ οὗ ἐὰν αὐλισθῇς, αὐλισθήσομαι· ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου·

  [16] And Ruth said, Intreat me not to leave thee, or to return from following thee; for whithersoever thou goest, I will go, and wheresoever thou lodgest, I will lodge; thy people shall be my people, and thy God my God.

  [17] καὶ οὗ ἐὰν ἀποθάνῃς, ἀποθανοῦμαι κἀκεῖ ταφήσομαι· τάδε ποιήσαι μοι κύριος καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.

  [17] And wherever thou diest, I will die, and there will I be buried: the Lord do so to me, and more also, if I leave thee, for death only shall divide between me and thee.

  [18] ἰδοῦσα δὲ Νωεμιν ὅτι κραταιοῦται αὐτὴ τοῦ πορεύεσθαι μετ’ αὐτῆς, ἐκόπασεν τοῦ λαλῆσαι πρὸς αὐτὴν ἔτι.

  [18] And Noemin seeing that she was determined to go with her, ceased to speak to her any more.

  [19] ἐπορεύθησαν δὲ ἀμφότεραι ἕως τοῦ παραγενέσθαι αὐτὰς εἰς Βαιθλεεμ. καὶ ἤχησεν πᾶσα ἡ πόλις ἐπ’ αὐταῖς καὶ εἶπον Αὕτη ἐστὶν Νωεμιν;

  [19] And they went both of them until they came to Bethleem: and it came to pass, when they arrived at Bethleem, that all the city rang with them, and they said, Is this Noemin?

  [20] καὶ εἶπεν πρὸς αὐτάς Μὴ δὴ καλεῖτέ με Νωεμιν, καλέσατέ με Πικράν, ὅτι ἐπικράνθη ἐν ἐμοὶ ὁ ἱκανὸς σφόδρα·

 

‹ Prev