Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 742
Septuagint Complete Greek and English Edition Page 742

by Septuagint


  [16] καὶ Σαουλ καὶ Ιωναθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ’ αὐτῶν ἐκάθισαν ἐν Γαβεε Βενιαμιν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμας.

  [16] And Saul and Jonathan his son, and the people that were found with them, halted in Gabaa, of Benjamin; and they wept: and the Philistines had encamped in Machmas.

  [17] καὶ ἐξῆλθεν διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερα ἐπὶ γῆν Σωγαλ,

  [17] And men came forth to destroy out of the land of the Philistines in three companies; one company turning by the way of Gophera toward the land of Sogal,

  [18] καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιθωρων, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ Γαι τὴν Σαβιν.

  [18] and another company turning the way of Baethoron, and another company turning by the way of Gabae that turns aside to Gai of Sabim.

  [19] καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ισραηλ, ὅτι εἶπον οἱ ἀλλόφυλοι Μὴ ποιήσωσιν οἱ Εβραῖοι ῥομφαίαν καὶ δόρυ.

  [19] And there was not found a smith in all the land of Israel, for the Philistines said, Lest the Hebrews make themselves sword or spear.

  [20] καὶ κατέβαινον πᾶς Ισραηλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ.

  [20] And all Israel went down to the Land of the Philistines to forge every one his reaping-hook and his tool, and every one his axe and his sickle.

  [21] καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή.

  [21] And it was near the time of vintage: and their tools were valued at three shekels for a plough-share, and there was the same rate for the axe and the sickle.

  [22] καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχεμας καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαουλ καὶ μετὰ Ιωναθαν, καὶ εὑρέθη τῷ Σαουλ καὶ τῷ Ιωναθαν υἱῷ αὐτοῦ.

  [22] And it came to pass in the days of the war of Machmas, that there was not a sword or spear found in the hand of all the people, that were with Saul and Jonathan; but with Saul and Jonathan his son was there found.

  [23] καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν Μαχεμας.

  [23] And there went out some from the camp of the Philistines to the place beyond Machmas.

  CHAPTER 14

  [1] Καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ιωναθαν υἱὸς Σαουλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Δεῦρο καὶ διαβῶμεν εἰς μεσσαβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν.

  [1] And when a certain day arrived, Jonathan the son of Saul said to the young man that bore his armour, Come, and let us go over to Messab of the Philistines that is on the other side yonder; but he told not his father.

  [2] καὶ Σαουλ ἐκάθητο ἐπ’ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων, καὶ ἦσαν μετ’ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες·

  [2] And Saul sat on the top of the hill under the pomegranate tree that is in Magdon, and there were with him about six hundred men.

  [3] καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφοῦ Ιωχαβηδ υἱοῦ Φινεες υἱοῦ Ηλι ἱερεὺς τοῦ θεοῦ ἐν Σηλωμ αἴρων εφουδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ιωναθαν.

  [3] And Achia son of Achitob, the brother of Jochabed the son of Phinees, the son of Heli, was the priest of God in Selom wearing an ephod: and the people knew not that Jonathan was gone.

  [4] καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει Ιωναθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν, ὄνομα τῷ ἑνὶ Βαζες καὶ ὄνομα τῷ ἄλλῳ Σεννα·

  [4] And in the midst of the passage whereby Jonathan sought to pass over to the encampment of the Philistines, there was both a sharp rock on this side, and a sharp rock on the other side: the name of the one was Bases, and the name of the other Senna.

  [5] ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβεε.

  [5] The one way was northward to one coming to Machmas, and the other way was southward to one coming to Gabae.

  [6] καὶ εἶπεν Ιωναθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ Δεῦρο διαβῶμεν εἰς μεσσαβ τῶν ἀπεριτμήτων τούτων, εἴ τι ποιήσαι ἡμῖν κύριος· ὅτι οὐκ ἔστιν τῷ κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.

  [6] And Jonathan said to the young man that bore his armour, Come, let us go over to Messab of these uncircumcised, if peradventure the Lord may do something for us; for the Lord is not straitened to save by many or by few.

  [7] καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ Ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνῃ· ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σοῦ καρδία μοῦ.

  [7] And his armour-bearer said to him, Do all that thine heart inclines toward: behold, I am with thee, my heart is as thy heart.

  [8] καὶ εἶπεν Ιωναθαν Ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·

  [8] And Jonathan said, Behold, we will go over to the men, and will come down suddenly upon them.

  [9] ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ’ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ’ αὐτούς·

  [9] If they should say thus to us, Stand aloof there until we shall send you word; then we will stand still by ourselves, and will not go up against them.

  [10] καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.

  [10] But if they should say thus to us, Come up to us; then will we go up, for the Lord has delivered them into our hands; this shall be a sign to us.

  [11] καὶ εἰσῆλθον ἀμφότεροι εἰς μεσσαβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι Ἰδοὺ οἱ Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.

  [11] And they both went in to Messab of the Philistines; and the Philistines said, Behold, the Hebrews come forth out of their Caves, where they had hidden themselves.
>
  [12] καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν Ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα. καὶ εἶπεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Ισραηλ.

  [12] And the men of Messab answered Jonathan and his armour-bearer, and said, Come up to us, and we will shew you a thing: and Jonathan said to his armour-bearer, Come up after me, for the Lord has delivered them into the hands of Israel.

  [13] καὶ ἀνέβη Ιωναθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ’ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.

  [13] And Jonathan went up on his hands and feet, and his armour-bearer with him; and they looked on the face of Jonathan, and he smote them, and his armour-bearer did smite them after him.

  [14] καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν τοῦ πεδίου.

  [14] And the first slaughter which Jonathan and his armour-bearer effected was twenty men, with darts and slings, and pebbles of the field.

  [15] καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου.

  [15] And there was dismay in the camp, and in the field; and all the people in Messab, and the spoilers were amazed; and they would not act, and the land was terror-struck, and there was dismay from the lord.

  [16] καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαουλ ἐν Γαβεε Βενιαμιν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν.

  [16] And the watchmen of Saul beheld in Gabaa of Benjamin, and, behold, the army was thrown into confusion on every side.

  [17] καὶ εἶπεν Σαουλ τῷ λαῷ τῷ μετ’ αὐτοῦ Ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ.

  [17] And Saul said to the people with him, Number yourselves now, and see who has gone out from you: and they numbered themselves, and behold, Jonathan and his armour-bearer were not found.

  [18] καὶ εἶπεν Σαουλ τῷ Αχια Προσάγαγε τὸ εφουδ· ὅτι αὐτὸς ἦρεν τὸ εφουδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ισραηλ.

  [18] And Saul said to Achia, Bring the ephod; for he wore the ephod in that day before Israel.

  [19] καὶ ἐγενήθη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν· καὶ εἶπεν Σαουλ πρὸς τὸν ἱερέα Συνάγαγε τὰς χεῖράς σου.

  [19] And it came to pass while Saul was speaking to the priest, that the sound in the camp of the Philistines continued to increase greatly; and Saul said to the priest, Withdraw thy hands.

  [20] καὶ ἀνεβόησεν Σαουλ καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.

  [20] And Saul went up and all the people that were with him, and they come to the battle: and, behold, every man’s sword was against his neighbour, a very great confusion.

  [21] καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ισραηλ τῶν μετὰ Σαουλ καὶ Ιωναθαν.

  [21] And the servants who had been before with the Philistines, who had gone up to the army, turned themselves also to be with the Israelites who were with Saul and Jonathan.

  [22] καὶ πᾶς Ισραηλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Εφραιμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.

  [22] And all the Israelites who were hidden in mount Ephraim heard also that the Philistines fled; and they also gather themselves after them to battle: and the Lord saved Israel in that day; and the war passed through Bamoth; and all the people with Saul were about ten thousand men.

  [23] καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ. Καὶ ὁ πόλεμος διῆλθεν τὴν Βαιθων, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εφραιμ.

  [23] And the battle extended itself to every city in the mount Ephraim.

  [24] καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου.

  [24] And Saul committed a great trespass of ignorance in that day, and he lays a curse on the people, saying, Cursed is the man who shall eat bread before the evening; so I will avenge myself on my enemy: and none of the people tasted bread, though all the land was dining.

  [25] καὶ πᾶσα ἡ γῆ ἠρίστα. καὶ ιααρ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ,

  [25] And Jaal was a wood abounding in swarms of bees on the face of the ground.

  [26] καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου.

  [26] And the people went into the place of the bees, and, behold, they continued speaking; and, behold, there was none that put his hand to his mouth, for the people feared the oath of the Lord.

  [27] καὶ Ιωναθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.

  [27] And Jonathan had not heard when his father adjured the people; and he reached forth the end of the staff that was in his hand, an dipped it into the honeycomb, and returned his hand to his mouth, and his eyes recovered their sight.

  [28] καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶ
πεν Ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός.

  [28] And one of the people answered and said, Thy father solemnly adjured the people, saying, Cursed is the man who shall eat bread to-day. And the people were very faint,

  [29] καὶ ἔγνω Ιωναθαν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου·

  [29] and Jonathan knew it, and said, My father has destroyed the land: see how my eyes have received sight now that I have tasted a little of this honey.

  [30] ἀλλ’ ὅτι εἰ ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἐν τοῖς ἀλλοφύλοις.

  [30] Surely if the people had this day eaten freely of the spoils of their enemies which they found, the slaughter among the Philistines would have been greater.

  [31] καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχεμας, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα.

  [31] And on that day he smote some of the Philistines in Machmas; and the people were very weary.

  [32] καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι.

  [32] And the people turned to the spoil; and the people took flocks, and herds, and calves, and slew them on the ground, and the people ate with the blood.

  [33] καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες Ἡμάρτηκεν ὁ λαὸς τῷ κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπεν Σαουλ ἐν Γεθθεμ Κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.

 

‹ Prev