Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 750
Septuagint Complete Greek and English Edition Page 750

by Septuagint


  [15] And David perceived that Saul went forth to seek David; and David was in the dry mountain in the New Ziph.

  [16] καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ.

  [16] And Jonathan son of Saul rose, and went to David to Caene, and strengthened his hands in the Lord.

  [17] καὶ εἶπεν πρὸς αὐτόν Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως.

  [17] And he said to him, Fear not, for the hand of Saul my father shall not find thee; and thou shalt be king over Israel, and I shall be second to thee; and Saul my father knows it.

  [18] καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου. καὶ ἐκάθητο Δαυιδ ἐν Καινῇ, καὶ Ιωναθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.

  [18] So they both made a covenant before the Lord; and David dwelt in Caene, and Jonathan went to his home.

  [19] Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ’ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν;

  [19] And the Ziphites came up out of the dry country to Saul to the hill, saying, Behold, is not David hidden with us in Messara, in the narrows in Caene in the hill of Echela, which is on the right of Jessaemon?

  [20] καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως.

  [20] And now according to all the king’s desire to come down, let him come down to us; they have shut him up into the hands of the king.

  [21] καὶ εἶπεν αὐτοῖς Σαουλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ·

  [21] And Saul said to them, Blessed be ye of the Lord, for ye have been grieved on my account.

  [22] πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ, ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μήποτε πανουργεύσηται·

  [22] Go, I pray you, and make preparations yet, and notice his place where his foot shall be, quickly, in that place which ye spoke of, lest by any means he should deal craftily.

  [23] καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεθα μεθ’ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα.

  [23] Take notice, then, and learn, and I will go with you; and it shall come to pass that if he is in the land, I will search him out among all the thousands of Juda.

  [24] καὶ ἀνέστησαν οἱ Ζιφαῖοι καὶ ἐπορεύθησαν ἔμπροσθεν Σαουλ· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καθ’ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν.

  [24] And the Ziphites arose, and went before Saul: and David and his men were in the wilderness of Maon, westward, to the right of Jessaemon.

  [25] καὶ ἐπορεύθη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυιδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν· καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν.

  [25] And Saul and his men went to seek him: and they brought word to David, and he went down to the rock that was in the wilderness of Maon: and Saul heard, and followed after David to the wilderness of Maon.

  [26] καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυιδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαουλ, καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς.

  [26] And Saul and his men go on one side of the mountain, and David and his men are on the other side of the mountain: and David was hiding himself to escape from Saul: and Saul and his men encamped against David and his men, in order to take them.

  [27] καὶ ἄγγελος πρὸς Σαουλ ἦλθεν λέγων Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο οἱ ἀλλόφυλοι ἐπὶ τὴν γῆν.

  [27] And there came a messenger to Saul, saying, Haste thee, and come hither, for the Philistines have invaded the land.

  [28] καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων· διὰ τοῦτο ἐπεκλήθη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισθεῖσα.

  [28] So Saul returned from following after David, and went to meet the Philistines: therefore that place was called The divided Rock.

  CHAPTER 24

  [1] Καὶ ἀνέβη Δαυιδ ἐκεῖθεν καὶ ἐκάθισεν ἐν τοῖς στενοῖς Εγγαδδι.

  [1] And David rose up from thence, and dwelt in the narrow passes of Engaddi.

  [2] καὶ ἐγενήθη ὡς ἀνέστρεψεν Σαουλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι Δαυιδ ἐν τῇ ἐρήμῳ Εγγαδδι.

  [2] And it came to pass when Saul returned from pursuing after the Philistines, that it was reported to him, saying, David is in the wilderness of Engaddi.

  [3] καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύθη ζητεῖν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιεμ.

  [3] And he took with him three thousand men, chosen out of all Israel, and went to seek David and his men in front of Saddaeem.

  [4] καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαουλ εἰσῆλθεν παρασκευάσασθαι· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.

  [4] And he came to the flocks of sheep that were by the way, and there was a cave there; and Saul went in to make preparation, and David and his men were sitting in the inner part of the cave.

  [5] καὶ εἶπον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπεν κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. καὶ ἀνέστη Δαυιδ καὶ ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος τῆς Σαουλ λαθραίως.

  [5] And the men of David said to him, Behold, this is the day of which the Lord spoke to thee, that he would deliver thine enemy into thy hands; and thou shalt do to him as it is good in thy sight. So David arose and cut off the skirt of Sau
l’s garment secretly.

  [6] καὶ ἐγενήθη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν, ὅτι ἀφεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ,

  [6] And it came to pass after this that David’s heart smote him, because he had cut off the skirt of his garment.

  [7] καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ’ αὐτόν, ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος·

  [7] And David said to his men, The Lord forbid it me, that I should do this ting to my lord the anointed of the Lord, to lift my hand against him; for he is the anointed of the Lord.

  [8] καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαουλ. καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν.

  [8] So David persuaded his men by his words, and did not suffer them to arise and slay Saul: and Saul arose and went his way.

  [9] καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.

  [9] And David rose up and went after him out of the cave: and David cried after Saul, saying, My lord, O king! and Saul looked behind him, and David bowed with his face to the ground, and did obeisance to him.

  [10] καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων Ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου;

  [10] And David said to Saul, Why dost thou hearken to the words of the people, saying, Behold, David seeks thy life?

  [11] ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς κυρίου οὗτός ἐστιν.

  [11] Behold, thine eyes have seen this day how that the Lord has delivered thee this day into my hands in the cave; and I would not slay thee, but spared thee, and said, I will not lift up my hand against my lord, for he is the Lord’s anointed.

  [12] καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν.

  [12] And behold, the skirt of thy mantle is in my hand, I cut off the skirt, and did not slay thee: know then and see to-day, there is no evil in my hand, nor impiety, nor rebellion; and I have not sinned against thee, yet thou layest snares for my soul to take it.

  [13] δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί,

  [13] The Lord judge between me and thee, and the Lord requite thee on thyself: but my hand shall not be upon thee.

  [14] καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ.

  [14] As the old proverb says, Transgression will proceed from the wicked ones: but my hand shall not be upon thee.

  [15] καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ισραηλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός.

  [15] And now after whom dost thou come forth, O king of Israel? After whom dost thou pursue? After a dead dog, and after a flea?

  [16] γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου.

  [16] The Lord be judge and umpire between me and thee, the Lord look upon and judge my cause, and rescue me out of thy hand.

  [17] καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ, καὶ εἶπεν Σαουλ Ἦ φωνή σου αὕτη, τέκνον Δαυιδ; καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν.

  [17] And it came to pass when David had finished speaking these words to Saul, that Saul said, Is this thy voice, Son David? And Saul lifted up his voice, and wept.

  [18] καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά.

  [18] And Saul said to David, Thou art more righteous that I, for thou hast recompensed me good, but I have recompensed thee evil.

  [19] καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με·

  [19] And thou hast told me to-day what good thou hast done me, how the Lord shut me up into thy hands to-day, and thou didst not slay me.

  [20] καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον.

  [20] And if any one should find his enemy in distress, and should send him forth in a good way, then the Lord will reward him good, as thou has done this day.

  [21] καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ.

  [21] And now, behold, I know that thou shalt surely reign, and the kingdom of Israel shall be established in thy hand.

  [22] καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου.

  [22] Now then swear to me by the Lord, that thou wilt not destroy my seed after me, that thou wilt not blot out my name from the house of my father.

  [23] καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ. καὶ ἀπῆλθεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν.

  [23] So David swore to Saul: and Saul departed to his place, and David and his men went up to the strong-hold of Messera.

  CHAPTER 25

  [1] Καὶ ἀπέθανεν Σαμουηλ, καὶ συναθροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαθαιμ. – καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν.

  [1] And Samuel died,
and all Israel assembled, and bewailed him, and they bury him in his house in Armathaim: and David arose, and went down to the wilderness of Maon.

  [2] καὶ ἦν ἄνθρωπος ἐν τῇ Μααν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ.

  [2] And there was a man in Maon, and his flocks were in Carmel, and he was a very great man; and he had three thousand sheep, and a thousand she-goats: and he happened to be shearing his flock in Carmel.

  [3] καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ὁ ἄνθρωπος κυνικός.

  [3] And the man’s name was Nabal, and his wife’s name was Abigaia: and his wife was of good understanding and very beautiful in person: but the man was harsh, and evil in his doings, and the man was churlish.

  [4] καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ,

  [4] And David heard in the wilderness, that Nabal the Carmelite was shearing his sheep.

  [5] καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις Ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην

  [5] And David sent ten young men, and he said to the young men, Go up to Carmel, and go to Nabal, and ask him in my name how he is.

 

‹ Prev