by Septuagint
[2] καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς στήλας τοῦ Βααλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·
[2] And he did that which was evil in the sight of the Lord, only not as his father, nor as his mother: and he removed the pillars of Baal which his father had made.
[3] πλὴν ἐν τῇ ἁμαρτίᾳ Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπ’ αὐτῆς.
[3] Only he adhered to the sin of Jeroboam the son of Nabat, who made Israel to sin; he departed not from it.
[4] Καὶ Μωσα βασιλεὺς Μωαβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ Ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων.
[4] And Mosa king of Moab was a sheep-master, and he rendered to the king of Israel in the beginning of the year, a hundred thousand lambs, and a hundred thousand rams, with the wool.
[5] καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Αχααβ καὶ ἠθέτησεν βασιλεὺς Μωαβ ἐν βασιλεῖ Ισραηλ.
[5] And it came to pass, after the death of Achaab, that the king of Moab rebelled against the king of Israel.
[6] καὶ ἐξῆλθεν ὁ βασιλεὺς Ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ·
[6] And king Joram went forth in that day out of Samaria, and numbered Israel.
[7] καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαφατ βασιλέα Ιουδα λέγων Βασιλεὺς Μωαβ ἠθέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ’ ἐμοῦ εἰς Μωαβ εἰς πόλεμον; καὶ εἶπεν Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου.
[7] And he went and sent to Josaphat king of Juda, saying, The king of Moab has rebelled against me: wilt thou go with me against Moab to war? And he said, I will go up: thou art as I, I am as thou; as my people, so is thy people, as my horses, so are thy horses.
[8] καὶ εἶπεν Ποίᾳ ὁδῷ ἀναβῶ; καὶ εἶπεν Ὁδὸν ἔρημον Εδωμ.
[8] And he said, What way shall I go up? and he said, The way of the wilderness of Edom.
[9] καὶ ἐπορεύθη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν.
[9] And the king of Israel went, and the king of Juda, and the king of Edom: and they fetched a compass of seven days’ journey; and there was no water for the army, and for the cattle that went with them.
[10] καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ Ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωαβ.
[10] And the king of Israel said, Alas! that the Lord should have called the three kings on their way, to give them into the hand of Moab.
[11] καὶ εἶπεν Ιωσαφατ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ’ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ισραηλ καὶ εἶπεν Ὧδε Ελισαιε υἱὸς Σαφατ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ηλιου.
[11] And Josaphat said, Is there not here a prophet of the Lord, that we may enquire of the Lord by him? And one of the servants of the king of Israel answered and said, There is here Elisaie son of Saphat, who poured water on the hands of Eliu.
[12] καὶ εἶπεν Ιωσαφατ Ἔστιν αὐτῷ ῥῆμα κυρίου. καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ.
[12] And Josaphat said, He has the word of the Lord. And the king of Israel, and Josaphat king of Juda, and the king of Edom, went down to him.
[13] καὶ εἶπεν Ελισαιε πρὸς βασιλέα Ισραηλ Τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ισραηλ Μή, ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωαβ.
[13] And Elisaie said to the king of Israel, What have I to do with thee? go to the prophets of thy father, and the prophets of thy mother. And the king of Israel said to him, Has the Lord called the three kings to deliver them into the hands of Moab?
[14] καὶ εἶπεν Ελισαιε Ζῇ κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ιωσαφατ βασιλέως Ιουδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε·
[14] And Elisaie said, As the Lord of hosts before whom I stand lives, unless I regarded the presence of Josaphat the king of Juda, I would not have looked on thee, nor seen thee.
[15] καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ’ αὐτὸν χεὶρ κυρίου,
[15] And now fetch me a harper. And it came to pass, as the harper harped, that the hand of the Lord came upon him.
[16] καὶ εἶπεν Τάδε λέγει κύριος Ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους·
[16] And he said, Thus saith the Lord, Make this valley full of trenches.
[17] ὅτι τάδε λέγει κύριος Οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν, καὶ ὁ χειμάρρους οὗτος πλησθήσεται ὕδατος, καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν·
[17] For thus saith the Lord, Ye shall not see wind, neither shall ye see rain, yet this valley shall be filled with water, and ye, and your flocks, and your cattle shall drink.
[18] καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου, καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμῶν,
[18] And this is a light thing in the eyes of the Lord: I will also deliver Moab into your hand.
[19] καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις.
[19] And ye shall smite every strong city, and ye shall cut down every good tree, and ye shall stop all wells of water, and spoil every good piece of land with stones.
[20] καὶ ἐγένετο τὸ πρωῒ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Εδωμ, καὶ ἐπλήσθη ἡ γῆ ὕδατος.
[20] And it came to pass in the morning, when the sacrifice was offered, that, behold! waters came from the way of Edom, and the land was filled with water.
[21] καὶ πᾶσα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου.
[21] And all Moab heard that the three kings were come up to fight against them; and they cried out on every side, even all that were girt with a girdle, and they said, Ho! and stood upon the border.
[22] καὶ ὤρθρισαν τὸ πρωί, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα
[22] And they rose early in the morning, and the sun rose upon the waters, and Moab saw the waters on the opposite side red as blood.
[23] καὶ εἶπαν Αἷμα τοῦτο τῆς ῥομφαίας, ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα, Μωαβ.
[23] And they said, This is the blood of the sword; and the kings have fought, and each man has smitten his neighbour; now then to the spoils, Moab.
[24] καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ισραηλ, καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ, καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ
[24] And they entered into the camp of Israel; and Israel arose and smote Moab, and they fled from before them; and they went on and smote Moab as they went.
[25] καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους, καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν.
[25] And they razed the cities, and cast every man his stone on every good piece of land and filled it; and they stopped every well, and cut down every good tree, until they left only the stones of the wall cast down; and the slingers compassed the land, and smote it.
[26] καὶ εἶδεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος, καὶ ἔλαβεν μεθ’ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Εδωμ, καὶ οὐκ ἠδυνήθησαν.
[26] And the king of Moab saw that the battle prevailed against him; and he took with him seven hundred men that drew sword, to cut through to the king of Edom: and they could not.
[27] καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃς ἐβασίλευσεν ἀντ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ, καὶ ἀπῆραν ἀπ’ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν.
[27] And he took his eldest son whom he had designed to reign in his stead, and offered him up for a whole-burnt-offering on the walls. And there was a great indignation against Israel; and they departed from him, and returned to their land.
CHAPTER 4
[1] Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανιστὴς ἦλθεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.
[1] And one of the wives of the sons of the prophets cried to Elisaie, saying, Thy servant my husband is dead; and thou knowest that thy servant feared the Lord: and the creditor is come to take my two sons to be his servants.
[2] καὶ εἶπεν Ελισαιε Τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν Οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον.
[2] And Elisaie said, What shall I do for thee? tell me what thou hast in the house. And she said, Thy servant has nothing in the house, except oil wherewith I anoint myself.
[3] καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου, σκεύη κενά, μὴ ὀλιγώσῃς,
[3] And he said to her, Go, borrow for thyself vessels without of all thy neighbours, even empty vessels; borrow not a few.
[4] καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς.
[4] And thou shalt go in and shut the door upon thee and upon thy sons, and thou shalt pour forth into these vessels, and remove that which is filled.
[5] καὶ ἀπῆλθεν παρ’ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν,
[5] And she departed from him, and shut the door upon herself and upon her sons: they brought the vessels near to her, and she poured in until the vessels were filled.
[6] ἕως ἐπλήσθησαν τὰ σκεύη. καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρός με σκεῦος· καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον.
[6] And she said to her sons, Bring me yet a vessel. And they said to her, There is not a vessel more. And the oil stayed.
[7] καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ εἶπεν Ελισαιε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.
[7] And she came and told the man of God: and Elisaie said, Go, and sell the oil, and thou shalt pay thy debts, and thou and thy sons shall live of the remaining oil.
[8] Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν.
[8] And a day came, when Elisaie passed over to Soman, and there was a great lady there, and she constrained him to eat bread: and it came to pass as often as he went into the city, that he turned aside to eat there.
[9] καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός·
[9] And the woman said to her husband, See now, I know that this is a holy man of God who comes over continually to us.
[10] ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν, καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ.
[10] Let us now make for him an upper chamber, a small place; and let us put there for him a bed, and a table, and a stool, and a candlestick: and it shall come to pass that when he comes in to us, he shall turn in thither.
[11] καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπε�
�ῷον καὶ ἐκοιμήθη ἐκεῖ.
[11] And a day came, and he went in thither, and turned aside into the upper chamber, and lay there.
[12] καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
[12] And he said to Giezi his servant, Call me this Somanite. and he called her, and she stood before him.
[13] καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ.
[13] And he said to him, Say now to her, Behold, thou hast taken all this trouble for us; what should I do for thee? Hast thou any request to make to the king, or to the captain of the host? And she said, I dwell in the midst of my people.
[14] καὶ εἶπεν Τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.
[14] And he said to Giezi, What must we do for her? and Giezi his servant said, Indeed she has no son, and her husband is old.
[15] καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.
[15] And he called her, and she stood by the door.
[16] καὶ εἶπεν Ελισαιε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληφυῖα υἱόν· ἡ δὲ εἶπεν Μή, κύριέ μου, μὴ διαψεύσῃ τὴν δούλην σου.
[16] And Elisaie said to her, At this time next year, as the season is, thou shalt be alive, and embrace a son. And she said, Nay, my lord, do not lie to thy servant.