Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 819
Septuagint Complete Greek and English Edition Page 819

by Septuagint


  [9] And David continued to increase, and the Lord Almighty was with him.

  [10] Καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν, οἳ ἦσαν τῷ Δαυιδ, οἱ κατισχύοντες μετ’ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ισραηλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον κυρίου ἐπὶ Ισραηλ·

  [10] And these are the chiefs of the mighty men, whom David had, who strengthened themselves with him in his kingdom, with all Israel, to make him king, according to the word of the Lord concerning Israel.

  [11] καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυιδ· Ιεσεβααλ υἱὸς Αχαμανι πρῶτος τῶν τριάκοντα, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. –

  [11] And this is the list of the mighty men of David; Jesebada, son of Achaman, first of the thirty: he drew his sword once against three hundred whom he slew at one time.

  [12] καὶ μετ’ αὐτὸν Ελεαζαρ υἱὸς Δωδαι ὁ Αχωχι, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.

  [12] And after him Eleazar son of Dodai, the Achochite: he was among the three mighty men.

  [13] οὗτος ἦν μετὰ Δαυιδ ἐν Φασοδομιν, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἦν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσώπου ἀλλοφύλων·

  [13] He was with David in Phasodamin, and the Philistines were gathered there to battle, and there was a portion of the field full of barley; and the people fled before the Philistines.

  [14] καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην. –

  [14] And he stood in the midst of the portion, and rescued it, and smote the Philistines; and the Lord wrought a great deliverance.

  [15] καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων·

  [15] And three of the thirty chiefs went down to the rock to David, to the cave of Odollam, and the camp of the Philistines was in the giants’ valley.

  [16] καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλεεμ.

  [16] And David was then in the hold, and the garrison of the Philistines was then in Bethleem.

  [17] καὶ ἐπεθύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βαιθλεεμ τοῦ ἐν τῇ πύλῃ;

  [17] And David longed, and said, Who will give me water to drink of the well of Bethleem, that is in the gate?

  [18] καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλεεμ, ὃς ἦν ἐν τῇ πύλῃ, καὶ ἔλαβον καὶ ἦλθον πρὸς Δαυιδ, καὶ οὐκ ἠθέλησεν Δαυιδ τοῦ πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ

  [18] And the three broke through the camp of the Philistines, and they drew water out of the well that was in Bethleem, which was in the gate, and they took it, and came to David: but David would not drink it, and poured it out to the Lord, and said,

  [19] καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν αὐτό. καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

  [19] God forbid that I should do this thing: shall I drink the blood of these men with their lives? for with the peril of their lives they brought it. So he would not drink it. These things did the three mighty men.

  [20] Καὶ Αβεσσα ἀδελφὸς Ιωαβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί, καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,

  [20] And Abisa the brother of Joab, he was chief of three: he drew his sword against three hundred slain at one time, and he had a name among the second three.

  [21] ἀπὸ τῶν τριῶν ὑπὲρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο. –

  [21] He was more famous than the two others of the three, and he was chief over them; yet he reached not to the first three.

  [22] καὶ Βαναιας υἱὸς Ιωδαε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπὲρ Καβασαηλ· οὗτος ἐπάταξεν τοὺς δύο αριηλ Μωαβ· καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος·

  [22] And Banaia the son of Jodae was the son of a mighty man: many were his acts for Cabasael: he smote two lion-like men of Moab, and he went down and smote a lion in a pit on a snowy day.

  [23] καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν, καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων, καὶ κατέβη ἐπ’ αὐτὸν Βαναιας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.

  [23] And he smote an Egyptian, a wonderful man five cubits high; and in the hand of the Egyptian there was a spear like a weavers’ beam; and Banaia went down to him with a staff, and took the spear out of the Egyptian’s hand, and slew him with his own spear.

  [24] ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·

  [24] These things did Banaia son of Jodae, and his name was among the three mighties.

  [25] ὑπὲρ τοὺς τριάκοντα ἔνδοξος οὗτος καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο· καὶ κατέστησεν αὐτὸν Δαυιδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.

  [25] He was distinguished beyond the thirty, yet he reached not to the first three: and David set him over his family.

  [26] Καὶ δυνατοὶ τῶν δυνάμεων· Ασαηλ ἀδελφὸς Ιωαβ, Ελεαναν υἱὸς Δωδω ἐκ Βαιθλαεμ,

  [26] And the mighty men of the forces were, Asael the brother of Joab, Eleanan the son of Dodoe of Bethleem,

  [27] Σαμμωθ ὁ Αδι, Χελλης ὁ Φελωνι,

  [27] Samaoth the Arorite, Chelles the Phelonite,

  [28] Ωραι υἱὸς Εκκης ὁ Θεκωι, Αβιεζερ ὁ Αναθωθι,

  [28] Ora the son of Ekkis the Thecoite, Abiezer the Anathothite,

  [29] Σοβοχαι ὁ Ασωθι, Ηλι ὁ Αχωι,

  [29] Sobochai the Usathite, Eli the Achonite,

  [30] Μοοραι ὁ Νετωφαθι, Χολοδ υἱὸς Νοοζα ὁ Νετωφαθι,

  [30] Marai the Netophathite, Chthaod the son of Nooza the Netophathite,

  [31] Αιθι υἱὸς Ριβαι ἐκ βουνοῦ Βε
νιαμιν, Βαναιας ὁ Φαραθωνι,

  [31] Airi the son of Rebie of the hill of Benjamin, Banaias the Pharathonite,

  [32] Ουρι ἐκ Ναχαλιγαας, Αβιηλ ὁ Γαραβεθθι,

  [32] Uri of Nachali Gaas, Abiel the Garabaethite,

  [33] Αζμωθ ὁ Βεερμι, Ελιαβα ὁ Σαλαβωνι,

  [33] Azbon the Baromite, Eliaba the Salabonite,

  [34] Βενναιας, Οσομ ὁ Γεννουνι, Ιωναθαν υἱὸς Σωλα ὁ Αραρι,

  [34] the son of Asam the Gizonite, Jonathan the son of Sola the Ararite,

  [35] Αχιμ υἱὸς Σαχαρ ὁ Αραρι, Ελφαλ υἱὸς Ουρ,

  [35] Achim the son of Achar the Ararite, Elphat the son of Thyrophar

  [36] Οφαρ ὁ Μοχοραθι, Αχια ὁ Φελωνι,

  [36] the Mechorathrite, Achia the Phellonite,

  [37] Ησεραι ὁ Χαρμαλι, Νααραι υἱὸς Αζωβαι,

  [37] Esere the Charmadaite, Naarai the son of Azobai,

  [38] Ιωηλ ἀδελφὸς Ναθαν, Μεβααρ υἱὸς Αγαρι,

  [38] Joel the son of Nathan, Mebaal son of Agari,

  [39] Σεληκ ὁ Αμμωνι, Ναχωρ ὁ Βερθι αἴρων σκεύη Ιωαβ υἱοῦ Σαρουια,

  [39] Sele the son of Ammoni, Nachor the Berothite, armour-bearer to the son of Saruia,

  [40] Ιρα ὁ Ιεθηρι, Γαρηβ ὁ Ιεθηρι,

  [40] Ira the Jethrite, Gaber the Jethrite,

  [41] Ουριας ὁ Χεττι, Ζαβετ υἱὸς Αχλια,

  [41] Uria the Chettite, Zabet son of Achaia,

  [42] Αδινα υἱὸς Σαιζα τοῦ Ρουβην ἄρχων καὶ ἐπ’ αὐτῷ τριάκοντα,

  [42] Adina son of Saeza, a chief of Ruben, and thirty with him,

  [43] Αναν υἱὸς Μοωχα καὶ Ιωσαφατ ὁ Βαιθανι,

  [43] Anan the son of Moocha, and Josaphat the Matthanite,

  [44] Οζια ὁ Ασταρωθι, Σαμμα καὶ Ιιηλ υἱοὶ Χωθαν τοῦ Αραρι,

  [44] Ozia the Astarothite, Samatha and Jeiel sons of Chotham the Ararite,

  [45] Ιεδιηλ υἱὸς Σαμερι καὶ Ιωαζαε ὁ ἀδελφὸς αὐτοῦ ὁ Ιεασι,

  [45] Jediel the son of Sameri, and Jozae his brother the Thosaite,

  [46] Ελιηλ ὁ Μιι καὶ Ιαριβι καὶ Ιωσια υἱὸς αὐτοῦ, Ελνααμ καὶ Ιεθεμα ὁ Μωαβίτης,

  [46] Eliel the Maoite, and Jaribi, and Josia his son, Ellaam, and Jethama the Moabite,

  [47] Αλιηλ καὶ Ωβηδ καὶ Ιεσιηλ ὁ Μισαβια.

  [47] Daliel, and Obeth, and Jessiel of Mesobia.

  CHAPTER 12

  [1] Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυιδ εἰς Σωκλαγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαουλ υἱοῦ Κις, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ

  [1] And these are they that came to Sikelag, when he yet kept himself close because of Saul the son of Kis; and these were among the mighty, aiding him in war,

  [2] καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαουλ ἐκ Βενιαμιν

  [2] and using the bow with the right hand and with the left, and slingers with stones, and shooters with bows. Of the brethren of Saul of Benjamin,

  [3] ὁ ἄρχων Αχιεζερ καὶ Ιωας υἱὸς Ασμα τοῦ Γεβωθίτου καὶ Ιωηλ καὶ Ιωφαλητ υἱοὶ Ασμωθ καὶ Βερχια καὶ Ιηουλ ὁ Αναθωθι

  [3] the chief was Achiezer, and Joas son of Asma the Gabathite, and Joel and Jophalet, sons of Asmoth, and Berchia, and Jeul of Anathoth,

  [4] καὶ Σαμαιας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα,

  [4] and Samaias the Gabaonite a mighty man among the thirty, and over the thirty; and Jeremia, and Jeziel, and Joanan, and Jozabath of Gadarathiim,

  [5] Ιερμιας καὶ Ιεζιηλ καὶ Ιωαναν καὶ Ιωζαβαδ ὁ Γαδαραθι,

  [5] Azai and Arimuth, and Baalia, and Samaraia, and Saphatias of Charaephiel,

  [6] Ελιαζαι καὶ Ιαριμουθ καὶ Βααλια καὶ Σαμαρια καὶ Σαφατια ὁ Χαραιφι,

  [6] Helcana, and Jesuni, and Ozriel, and Jozara, and Sobocam, and the Corites,

  [7] Ηλκανα καὶ Ιησουνι καὶ Οζριηλ καὶ Ιωαζαρ καὶ Ιεσβοαμ οἱ Κορῖται

  [7] and Jelia and Zabadia, sons of Iroam, and the men of Gedor.

  [8] καὶ Ελια καὶ Ζαβαδια υἱοὶ Ιρααμ υἱοὶ τοῦ γεδωρ. –

  [8] And from Gad these separated themselves to David from the wilderness, strong mighty men of war, bearing shields and spears, and their faces were as the face of a lion, and they were nimble as roes upon the mountains in speed.

  [9] καὶ ἀπὸ τοῦ Γαδδι ἐχωρίσθησαν πρὸς Δαυιδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·

  [9] Aza the chief, Abdia the second, Eliab the third,

  [10] Αζερ ὁ ἄρχων, Αβδια ὁ δεύτερος, Ελιαβ ὁ τρίτος,

  [10] Masmana the fourth, Jeremias the fifth,

  [11] Μασεμαννη ὁ τέταρτος, Ιερμια ὁ πέμπτος,

  [11] Jethi the sixth, Eliab the seventh,

  [12] Εθθι ὁ ἕκτος, Ελιαβ ὁ ἕβδομος,

  [12] Joanan the eighth, Eleazer the ninth,

  [13] Ιωαναν ὁ ὄγδοος, Ελιαζερ ὁ ἔνατος,

  [13] Jeremia the tenth, Melchabanai the eleventh.

  [14] Ιερμια ὁ δέκατος, Μαχαβανναι ὁ ἑνδέκατος.

  [14] These were chiefs of the army of the sons of Gad, the least one commander of a hundred, and the greatest one of a thousand.

  [15] οὗτοι ἐκ τῶν υἱῶν Γαδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.

  [15] These are the men that crossed over Jordan in the first month, and it had overflowed all its banks; and they drove out all the inhabitants of the valleys, from the east to the west.

  [16] οὗτοι οἱ διαβάντες τὸν Ιορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. –

  [16] And there came some of the sons of Benjamin and Juda to the assistance of David.

  [17] καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμιν καὶ Ιουδα εἰς βοήθειαν τοῦ Δαυιδ,

  [17] And David went out to meet them, and said to them, If ye are come peaceably to me, let my heart be at peace with you: but if ye are come to betray me to my enemies unfaithfully, the God of your fathers look upon it, and reprove it.

  [18] καὶ Δαυιδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ’ ἑαυτὴν ἐφ’ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ἡμῶ�
� καὶ ἐλέγξαιτο.

  [18] And the Spirit came upon Amasai, a captain of the thirty, and he said, Go, David, son of Jesse, thou and thy people, peace, peace be to thee, and peace to thy helpers, for thy God has helped thee. And David received them, and made them captains of the forces.

  [19] καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπεν Πορεύου καὶ ὁ λαός σου, Δαυιδ υἱὸς Ιεσσαι· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου· ὅτι ἐβοήθησέν σοι ὁ θεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων. –

  [19] And some came to David from Manasse, when the Philistines came against Saul to war: and he helped them not, because the captains of the Philistines took counsel, saying, With the heads of those men will he return to his master Saul.

  [20] καὶ ἀπὸ Μανασση προσεχώρησαν πρὸς Δαυιδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαουλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαουλ·

  [20] When David was going to Sikelag, there came to him of Manasse, Edna and Jozabath, and Rodiel, and Michael, and Josabaith, and Elimuth, and Semathi: these are the captains of thousands of Manasse.

  [21] ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωκλαγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασση Εδνα καὶ Ιωζαβαθ καὶ Ιωδιηλ καὶ Μιχαηλ καὶ Ιωσαβεθ καὶ Ελιμουθ καὶ Σελαθι, ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασση.

  [21] And they fought on the side of David against a troop, for they were all men of might; and they were commanders in the army, because of their might.

 

‹ Prev