Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 842
Septuagint Complete Greek and English Edition Page 842

by Septuagint


  [25] And after they had departed from him, when they had left him in sore diseases, then his servants conspired against him because of the blood of the son of Jodae the priest, and slew him on his bed, and he died, and they buried him in the city of David, but they buried him not in the sepulchre of the kings.

  [26] καὶ οἱ ἐπιθέμενοι ἐπ’ αὐτὸν Ζαβεδ ὁ τοῦ Σαμαθ ὁ Αμμανίτης καὶ Ιωζαβεδ ὁ τοῦ Σομαρωθ ὁ Μωαβίτης

  [26] And they that conspired against him were Zabed the son of Samaath the Ammanite, and Jozabed the son of Samareth the Moabite.

  [27] καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε. καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων· καὶ ἐβασίλευσεν Αμασιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

  [27] And all his sons, and the five came to him: and the other matters, behold, they are written in the book of the kings. And Amasias his son reigned in his stead.

  CHAPTER 25

  [1] Ὢν πέντε καὶ εἴκοσι ἐτῶν ἐβασίλευσεν Αμασιας καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιωαδεν ἀπὸ Ιερουσαλημ.

  [1] Amasias began to reign when he was twenty and five years old, and he reigned twenty-nine years in Jerusalem; and his mother’s name was Joadaen of Jerusalem.

  [2] καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου, ἀλλ’ οὐκ ἐν καρδίᾳ πλήρει.

  [2] And he did that which was right in the sight of the Lord, but not with a perfect heart.

  [3] καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ·

  [3] And it came to pass, when the kingdom was established in his hand, that he slew his servants who had slain the king his father.

  [4] καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου κυρίου, καθὼς γέγραπται, ὡς ἐνετείλατο κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλ’ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται. –

  [4] But he slew not their sons, according to the covenant of the law of the Lord, as it is written, and as the Lord commanded, saying, The fathers shall not die for the children, and the sons shall not die for the fathers, but they shall die each for his own sin.

  [5] καὶ συνήγαγεν Αμασιας τὸν οἶκον Ιουδα καὶ ἀνέστησεν αὐτοὺς κατ’ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ιουδα καὶ Ιερουσαλημ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον κρατοῦντας δόρυ καὶ θυρεόν.

  [5] And Amasias assembled the house of Juda, and appointed them according to the houses of their families for captains of thousands and captains of hundreds in all Juda and Jerusalem: and he numbered them from twenty years old and upwards, and found them three hundred thousand able to go out to war, holding spear and shield.

  [6] καὶ ἐμισθώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου.

  [6] Also he hired of Israel a hundred thousand mighty men for a hundred talents of silver.

  [7] καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ, ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ, πάντων τῶν υἱῶν Εφραιμ·

  [7] And there came a man of God to him, saying, O king, let not the host of Israel go with thee; for the Lord is not with Israel, even all the sons of Ephraim.

  [8] ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι.

  [8] For if thou shalt undertake to strengthen thyself with these, then the lord shall put thee to flight before the enemies: for it is of the Lord both to strengthen and to put to flight.

  [9] καὶ εἶπεν Αμασιας τῷ ἀνθρώπῳ τοῦ θεοῦ Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἃ ἔδωκα τῇ δυνάμει Ισραηλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ἔστιν τῷ κυρίῳ δοῦναί σοι πλεῖστα τούτων.

  [9] And Amasias said to the man of God, But what shall I do for the hundred talents which I have given to the army of Israel? And the man of God said, The Lord can give thee much more than these.

  [10] καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Εφραιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ.

  [10] And Amasias separated from the army that came to him from Ephraim, that they might go away to their place; and they were very angry with Juda, and they returned to their place with great wrath.

  [11] καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας·

  [11] And Amasias strengthened himself, and took his people, and went to the valley of salt, and smote there the children of Seir ten thousand.

  [12] καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.

  [12] And the children of Juda took ten thousand prisoners, and they carried them to the top of the precipice, and cast them headlong from the top of the precipice, and they were all dashed to pieces.

  [13] καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευθῆναι μετ’ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά. –

  [13] And the men of the host whom Amasias sent back so that they should not go with him to battle, went and attacked the cities of Juda, from Samaria to Baethoron; and they smote three thousand among them, and took much spoil.

  [14] καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔθυεν.

  [14] And it came to pass, after Amasias had returned from smiting Idumea, that he brought home the gods of the children of Seir, and set them up for himself as gods, and bowed down before them, and he sacrificed to them.

/>   [15] καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου;

  [15] And the anger of the Lord came upon Amasias, and he sent him a prophet, and he said to him, Why hast thou sought the gods of the people, which have not rescued their own people out of thine hand?

  [16] καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης. καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου. –

  [16] And it came to pass when the prophet was speaking to him, that he said to him, have I made thee king’s counsellor? take heed lest thou be scourged: and the prophet forebore, and said, I know that God is disposed against thee to destroy thee, because thou hast done this thing, and hast not hearkened to my counsel.

  [17] καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις.

  [17] And Amasias king of Juda took counsel, and sent to Joas, son of Joachaz, son of Jeu, king of Israel, saying, Come, and let us look one another in the face.

  [18] καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων Ὁ αχουχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ.

  [18] And Joas king of Israel sent to Amasias king of Juda, saying, The thistle that was in Libanus sent to the cedar that was in Libanus, saying, Give thy daughter to my son to wife; but, behold, thy wild beasts of the field that are in Libanus shall come: and the wild beasts did come, and trod down the thistle.

  [19] εἶπας Ἰδοὺ ἐπάταξας τὴν Ιδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα· νῦν κάθησο ἐν οἴκῳ σου, καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ;

  [19] Thou hast said, Behold, I have smitten Idumea, and thy stout heart exalts thee: now stay at home; for why dost thou implicate thyself in mischief, that thou shouldest fall, and Juda with thee.

  [20] καὶ οὐκ ἤκουσεν Αμασιας, ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ιδουμαίων.

  [20] Nevertheless Amasias hearkened not, for it was of the Lord to deliver him into the enemy’s hands, because he sought after the gods of the Idumeans.

  [21] καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς, ἥ ἐστιν τοῦ Ιουδα.

  [21] So Joas king of Israel went up; and they saw one another, he and Amasias king of Juda, in Baethsamys, which is of Juda.

  [22] καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα.

  [22] And Juda was put to flight before Israel, and they fled every man to his tent.

  [23] καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις·

  [23] And Joas king of Israel took prisoner Amasias king of Juda, son of Joas, son of Joachaz, in Baethsamys, and brought him to Jerusalem; and he pulled down part of the wall of Jerusalem from the gate of Ephraim to the corner gate, four hundred cubits.

  [24] καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν. –

  [24] And he took all the gold and the silver, and all the vessels that were found in the house of the Lord and with Abdedom, and the treasures of the king’s house, and the hostages, and he returned to Samaria.

  [25] καὶ ἔζησεν Αμασιας ὁ τοῦ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποθανεῖν Ιωας τὸν τοῦ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε.

  [25] And Amasias the son of Joas king of Juda lived after the death of Joas the son of Joachaz king of Israel fifteen years.

  [26] καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ;

  [26] And the rest of the acts of Amasias, the first and the last, Lo! are they not written in the book of the kings of Juda and Israel?

  [27] καὶ ἐν τῷ καιρῷ, ᾧ ἀπέστη Αμασιας ἀπὸ κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.

  [27] And at the time when Amasias departed from the Lord, then they formed a conspiracy against him; and he fled from Jerusalem to Lachis: and they sent after him to Lachis, and slew him there.

  [28] καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ.

  [28] And they took him up on horses, and buried him with his fathers in the city of David.

  CHAPTER 26

  [1] Καὶ ἔλαβεν πᾶς ὁ λαὸς τῆς γῆς τὸν Οζιαν, καὶ αὐτὸς δέκα καὶ ἓξ ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμασιου.

  [1] Then all the people of the land took Ozias, and he was sixteen years old, and they made him king in the room of his father Amasias.

  [2] αὐτὸς ᾠκοδόμησεν τὴν Αιλαθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.

  [2] He built Ælath, he recovered it to Juda, after the king slept with his fathers.

  [3] υἱὸς δέκα ἓξ ἐτῶν ἐβασίλευσεν Οζιας καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλια ἀπὸ Ιερουσαλημ.

  [3] Ozias began to reign at the age of sixteen years, and he reigned fifty-two years in Jerusalem: and his mother’s name was Jechelia of Jerusalem.

  [4] καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Αμασιας ὁ πατὴρ αὐτοῦ.

  [4] And he did that which was right in the
sight of the Lord, according to all that Amasias his father did.

  [5] καὶ ἦν ἐκζητῶν τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαριου τοῦ συνίοντος ἐν φόβῳ κυρίου· καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησεν τὸν κύριον, καὶ εὐόδωσεν αὐτῷ κύριος.

  [5] And he sought the Lord in the days of Zacharias, who understood the fear of the Lord; and in his days he sought the Lord, and the Lord prospered him.

  [6] καὶ ἐξῆλθεν καὶ ἐπολέμησεν πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασεν τὰ τείχη Γεθ καὶ τὰ τείχη Ιαβνη καὶ τὰ τείχη Ἀζώτου καὶ ᾠκοδόμησεν πόλεις Ἀζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις.

  [6] And he went out and fought against the Philistines, and pulled down the walls of Geth, and the walls of Jabner, and the walls of Azotus, and he built cities near Azotus, and among the Philistines.

  [7] καὶ κατίσχυσεν αὐτὸν κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μιναίους.

  [7] And the Lord strengthened him against the Philistines, and against the Arabians that dwelt on the rock, and against the Minaeans.

  [8] καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Οζια, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.

 

‹ Prev