Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 885
Septuagint Complete Greek and English Edition Page 885

by Septuagint


  [36] So they returned from the tent, and went to their wards.

  CHAPTER 9

  [1] Ιουδιθ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδεδύκει σάκκον, καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ιερουσαλημ εἰς τὸν οἶκον τοῦ θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδιθ πρὸς κύριον καὶ εἶπεν

  [1] Judith fell upon her face, and put ashes upon her head, and uncovered the sackcloth wherewith she was clothed; and about the time that the incense of that evening was offered in Jerusalem in the house of the Lord Judith cried with a loud voice, and said,

  [2] Κύριε ὁ θεὸς τοῦ πατρός μου Συμεων, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ Οὐχ οὕτως ἔσται, καὶ ἐποίησαν·

  [2] O Lord God of my father Simeon, to whom thou gavest a sword to take vengeance of the strangers, who loosened the girdle of a maid to defile her, and discovered the thigh to her shame, and polluted her virginity to her reproach; for thou saidst, It shall not be so; and yet they did so:

  [3] ἀνθ’ ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτῶν, ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, ἀπατηθεῖσαν εἰς αἷμα καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν

  [3] Wherefore thou gavest their rulers to be slain, so that they dyed their bed in blood, being deceived, and smotest the servants with their lords, and the lords upon their thrones;

  [4] καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας αὐτῶν εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα αὐτῶν εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν· ὁ θεὸς ὁ θεὸς ὁ ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας.

  [4] And hast given their wives for a prey, and their daughters to be captives, and all their spoils to be divided among thy dear children; which were moved with thy zeal, and abhorred the pollution of their blood, and called upon thee for aid: O God, O my God, hear me also a widow.

  [5] σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης,

  [5] For thou hast wrought not only those things, but also the things which fell out before, and which ensued after; thou hast thought upon the things which are now, and which are to come.

  [6] καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἶπαν Ἰδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει.

  [6] Yea, what things thou didst determine were ready at hand, and said, Lo, we are here: for all thy ways are prepared, and thy judgments are in thy foreknowledge.

  [7] ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφ’ ἵππῳ καὶ ἀναβάτῃ, ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαίσῳ καὶ τόξῳ καὶ σφενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ κύριος συντρίβων πολέμους.

  [7] For, behold, the Assyrians are multiplied in their power; they are exalted with horse and man; they glory in the strength of their footmen; they trust in shield, and spear, and bow, and sling; and know not that thou art the Lord that breakest the battles: the Lord is thy name.

  [8] κύριος ὄνομά σοι· σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου, καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου.

  [8] Throw down their strength in thy power, and bring down their force in thy wrath: for they have purposed to defile thy sanctuary, and to pollute the tabernacle where thy glorious name resteth and to cast down with sword the horn of thy altar.

  [9] βλέψον εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν, δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος.

  [9] Behold their pride, and send thy wrath upon their heads: give into mine hand, which am a widow, the power that I have conceived.

  [10] πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπ’ ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστεμα ἐν χειρὶ θηλείας.

  [10] Smite by the deceit of my lips the servant with the prince, and the prince with the servant: break down their stateliness by the hand of a woman.

  [11] οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ θεός, ἐλαττόνων εἶ βοηθός, ἀντιλήμπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων σωτήρ.

  [11] For thy power standeth not in multitude nor thy might in strong men: for thou art a God of the afflicted, an helper of the oppressed, an upholder of the weak, a protector of the forlorn, a saviour of them that are without hope.

  [12] ναὶ ναὶ ὁ θεὸς τοῦ πατρός μου καὶ θεὸς κληρονομίας Ισραηλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου

  [12] I pray thee, I pray thee, O God of my father, and God of the inheritance of Israel, Lord of the heavens and earth, Creator of the waters, king of every creature, hear thou my prayer:

  [13] καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφῆς Σιων καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά.

  [13] And make my speech and deceit to be their wound and stripe, who have purposed cruel things against thy covenant, and thy hallowed house, and against the top of Sion, and against the house of the possession of thy children.

  [14] καὶ ποίησον ἐπὶ παντὸς ἔθνους σου καὶ πάσης φυλῆς ἐπίγνωσιν τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ θεὸς θεὸς πάσης δυνάμεως καὶ κράτους καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους Ισραηλ εἰ μὴ σύ.

  [14] And make every nation and tribe to acknowledge that thou art the God of all power and might, and that there is none other that protecteth the people of Israel but thou.

  CHAPTER 10

  [1] Καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν θεὸν Ισραηλ καὶ σ
υνετέλεσεν πάντα τὰ ῥήματα ταῦτα,

  [1] Now after that she had ceased to cry unto the God of Israel, and bad made an end of all these words.

  [2] καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτῆς καὶ κατέβη εἰς τὸν οἶκον, ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς,

  [2] She rose where she had fallen down, and called her maid, and went down into the house in the which she abode in the sabbath days, and in her feast days,

  [3] καὶ περιείλατο τὸν σάκκον, ὃν ἐνεδεδύκει, καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι καὶ ἐχρίσατο μύρῳ παχεῖ καὶ διέξανε τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ ἐπέθετο μίτραν ἐπ’ αὐτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφροσύνης αὐτῆς, ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασση,

  [3] And pulled off the sackcloth which she had on, and put off the garments of her widowhood, and washed her body all over with water, and anointed herself with precious ointment, and braided the hair of her head, and put on a tire upon it, and put on her garments of gladness, wherewith she was clad during the life of Manasses her husband.

  [4] καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτῆς καὶ περιέθετο τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτῆς καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν, ὅσοι ἂν ἴδωσιν αὐτήν.

  [4] And she took sandals upon her feet, and put about her her bracelets, and her chains, and her rings, and her earrings, and all her ornaments, and decked herself bravely, to allure the eyes of all men that should see her.

  [5] καὶ ἔδωκεν τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς καὶ ἐπέθηκεν αὐτῇ.

  [5] Then she gave her maid a bottle of wine, and a cruse of oil, and filled a bag with parched corn, and lumps of figs, and with fine bread; so she folded all these things together, and laid them upon her.

  [6] καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βαιτυλουα καὶ εὕροσαν ἐφεστῶτα ἐπ’ αὐτῇ Οζιαν καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβριν καὶ Χαρμιν·

  [6] Thus they went forth to the gate of the city of Bethulia, and found standing there Ozias and the ancients of the city, Chabris and Charmis.

  [7] ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ

  [7] And when they saw her, that her countenance was altered, and her apparel was changed, they wondered at her beauty very greatly, and said unto her.

  [8] Ὁ θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ.

  [8] The God, the God of our fathers give thee favour, and accomplish thine enterprizes to the glory of the children of Israel, and to the exaltation of Jerusalem. Then they worshipped God.

  [9] καὶ προσεκύνησεν τῷ θεῷ καὶ εἶπεν πρὸς αὐτούς Ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετ’ ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησεν.

  [9] And she said unto them, Command the gates of the city to be opened unto me, that I may go forth to accomplish the things whereof ye have spoken with me. So they commanded the young men to open unto her, as she had spoken.

  [10] καὶ ἐποίησαν οὕτως. καὶ ἐξῆλθεν Ιουδιθ, αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετ’ αὐτῆς· ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος, ἕως διῆλθεν τὸν αὐλῶνα καὶ οὐκέτι ἐθεώρουν αὐτήν. –

  [10] And when they had done so, Judith went out, she, and her maid with her; and the men of the city looked after her, until she was gone down the mountain, and till she had passed the valley, and could see her no more.

  [11] καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν, καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων.

  [11] Thus they went straight forth in the valley: and the first watch of the Assyrians met her,

  [12] καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν Τίνων εἶ καὶ πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν Θυγάτηρ εἰμὶ τῶν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσιν δίδοσθαι ὑμῖν εἰς κατάβρωμα·

  [12] And took her, and asked her, Of what people art thou? and whence comest thou? and whither goest thou? And she said, I am a woman of the Hebrews, and am fled from them: for they shall be given you to be consumed:

  [13] κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀπαγγεῖλαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθ’ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς, καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς.

  [13] And I am coming before Holofernes the chief captain of your army, to declare words of truth; and I will shew him a way, whereby he shall go, and win all the hill country, without losing the body or life of any one of his men.

  [14] ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς – καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα – , καὶ εἶπαν πρὸς αὐτήν

  [14] Now when the men heard her words, and beheld her countenance, they wondered greatly at her beauty, and said unto her,

  [15] Σέσωκας τὴν ψυχήν σου σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν· καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ, καὶ ἀφ’ ἡμῶν προπέμψουσίν σε, ἕως παραδώσουσίν σε εἰς χεῖρας αὐτοῦ·

  [15] Thou hast saved thy life, in that thou hast hasted to come down to the presence of our lord: now therefore come to his tent, and some of us shall conduct thee, until they have delivered thee to his hands.

  [16] ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου, καὶ εὖ σε ποιήσει.

  [16] And when thou standest before him, be not afraid in thine heart, but shew unto him according to thy word; and he will entreat thee well.

 
[17] καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοφέρνου.

  [17] Then they chose out of them an hundred men to accompany her and her maid; and they brought her to the tent of Holofernes.

  [18] καὶ ἐγένετο συνδρομὴ ἐν πάσῃ τῇ παρεμβολῇ, διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς· καὶ ἐλθόντες ἐκύκλουν αὐτήν, ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ολοφέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς.

  [18] Then was there a concourse throughout all the camp: for her coming was noised among the tents, and they came about her, as she stood without the tent of Holofernes, till they told him of her.

  [19] καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ’ αὐτῆς, καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τίς καταφρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν,

  [19] And they wondered at her beauty, and admired the children of Israel because of her, and every one said to his neighbour, Who would despise this people, that have among them such women? surely it is not good that one man of them be left who being let go might deceive the whole earth.

  [20] καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ολοφέρνῃ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν.

 

‹ Prev