by Septuagint
[4] Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
[4] The Lord is in his holy temple, as for the Lord, his throne is in heaven: his eyes look upon the poor, his eyelids try the sons of men.
[5] Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
[5] The Lord tries the righteous and the ungodly: and he that loves unrighteousness hates his own soul.
[6] ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
[6] He shall rain upon sinners snares, fire, and brimstone, and a stormy blast shall be the portion of their cup.
[7] ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.
[7] For the Lord is righteous, and loves righteousness; his face beholds uprightness.
Ψαλμός 11
Psalm 11
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυΐδ.
For the end, A Psalm of David, upon the eighth.
[2] ΣΩΣΟΝ με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
[2] Save me, O Lord; for the godly man has failed; for truth is diminished from among the children of men.
[3] μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά.
[3] Every one has spoken vanity to his neighbour: their lips are deceitful, they have spoken with a double heart.
[4] ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλοῤῥήμονα.
[4] Let the Lord destroy all the deceitful lips, and the tongue that speaks great words:
[5] τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;
[5] who have said, We will magnify our tongue; our lips are our own: who is Lord of us?
[6] ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.
[6] Because of the misery of the poor, and because of the sighing of the needy, now will I arise, saith the Lord, I will set them in safety; I will speak to them thereof openly.
[7] τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.
[7] The oracles of the Lord are pure oracles; as silver tried in the fire, proved in a furnace of earth, purified seven times.
[8] σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.
[8] Thou, O Lord, shalt keep us, and shalt preserve us, from this generation, and for ever.
[9] κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
[9] The ungodly walk around: according to thy greatness thou has greatly exalted the sons of men.
Ψαλμός 12
Psalm 12
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
For the end, a Psalm of David.
[2] ΕΩΣ πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ;
[2] How long, O Lord, wilt thou forget me? for ever? how long wilt thou turn away thy face from me?
[3] ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ;
[3] How long shall I take counsel in my soul, having sorrows in my heart daily? how long shall my enemy be exalted over me?
[4] ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον,
[4] Look on me, hearken to me, O Lord my God: lighten mine eyes, lest I sleep in death;
[5] μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.
[5] lest at any time mine enemy say, I have prevailed against him: my persecutors will exult if ever I should be moved.
[6] ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.
[6] But I have hoped in thy mercy; my heart shall exult in thy salvation. I will sing to the Lord who has dealt bountifully with me, and I will sing psalms to the name of the Lord most high.
Ψαλμός 13
Psalm 13
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
For the end, Psalm of David.
ΕΙΠΕΝ ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεός. διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
The fool has said in his heart, There is no God. They have corrupted themselves, and become abominable in their devices; there is none that does goodness, there is not even so much as one.
[2] Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.
[2] The Lord looked down from heaven upon the sons of men, to see if there were any that understood, or sought after god.
[3] πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός [τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὑτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.]
[3] They are all gone out of the way, they are together become good for nothing, there is none that does good, no not one. Their throat is an open sepulchre; with their tongues they have used deceit; the poison of asps is under their lips: whose mouth is full of cursing and bitterness; their feet are swift to shed blood: destruction and misery are in their ways; and the way of peace they have not known: there is no fear of God before their eyes.
[4] οὐχὶ γνώσονται πάντες ο�
� ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.
[4] Will not all the workers of iniquity know, who eat up my people as they would eat bread? they have not called upon the Lord.
[5] ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος, ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ.
[5] There were they alarmed with fear, where there was no fear; for God is in the righteous generation.
[6] βουλὴν πτωχοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι.
[6] Ye have shamed the counsel of the poor, because the Lord is his hope.
[7] τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ.
[7] Who will bring the salvation of Israel out of Sion? when the Lord brings back the captivity of his people, let Jacob exult, and Israel be glad.
Ψαλμός 14
Psalm 14
Ψαλμὸς τῷ Δαυΐδ.
A Psalm of David.
ΚΥΡΙΕ, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;
O Lord, who shall sojourn in thy tabernacle? and who shall dwell in thy holy mountain?
[2] πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ,
[2] He that walks blameless, and works righteousness, who speaks truth in his heart.
[3] ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ.
[3] Who has not spoken craftily with is tongue, neither has done evil to his neighbour, nor taken up a reproach against them that dwelt nearest to him.
[4] ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·
[4] In his sight an evil-worker is set at nought, but he honours them that fear the Lord. He swears to his neighbour, and disappoints him not.
[5] τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ᾿ ἀθῴοις οὐκ ἔλαβεν. ὁ ποιῶν ταῦτα, οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.
[5] He has not lent his money on usury, and has not received bribes against the innocent. He that does these things shall never be moved.
Ψαλμός 15
Psalm 15
Στηλογραφία τῷ Δαυΐδ.
A writing of David.
ΦΥΛΑΞΟΝ με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
Keep me, O Lord; for I have hoped in thee.
[2] εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
[2] I said to the Lord, Thou art my Lord; for thou has no need of my goodness.
[3] τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
[3] On behalf of the saints that are in his land, he has magnified all his pleasure in them.
[4] ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδ᾿ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
[4] Their weaknesses have been multiplied; afterward they hasted. I will by no means assemble their bloody meetings, neither will I make mention of their names with my lips.
[5] Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.
[5] The Lord is the portion of mine inheritance and of my cup: thou art he that restores my inheritance to me.
[6] σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.
[6] The lines have fallen to me in the best places, yea, I have a most excellent heritage.
[7] εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
[7] I will bless the Lord who has instructed me; my reins too have chastened me even till night.
[8] προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
[8] I foresaw the Lord always before my face; for he is on my right hand, that I should not be moved.
[9] διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι,
[9] Therefore my heart rejoiced an my tongue exulted; moreover also my flesh shall rest in hope:
[10] ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
[10] because thou wilt not leave my soul in hell, neither wilt thou suffer thine Holy One to see corruption.
[11] ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.
[11] Thou hast made known to me the ways of life; thou wilt fill me with joy with thy countenance: at thy right hand there are delights for ever.
Ψαλμός 16
Psalm 16
Προσευχὴ τοῦ Δαυΐδ.
A prayer of David.
ΕΙΣΑΚΟΥΣΟΝ, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου, ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.
Hearken, O Lord of my righteousness, attend to my petition; give ear to my prayer not uttered with deceitful lips.
[2] ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
[2] Let my judgment come forth from thy presence; let mine eyes behold righteousness.
[3] ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
[3] Thou has proved mine heart; thou hast visited me by night; thou hast tried me as with fire, and unrighteousness has not been found in me:
[4] ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
[4] that my mouth might not speak of the works of men, by the words of thy lips I have guarded myself from hard ways.
[5] κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.
[5] Direct my steps in thy paths, that my steps slip not.
[6]
ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
[6] I have cried, for thou heardest me, O God: incline thine ear to me, and hearken to my words.
[7] θαυμάστωσον τὰ ἐλέη σου, ὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.
[7] Shew the marvels of thy mercies, thou that savest them that hope in thee from those that resist thy right hand:
[8] φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
[8] Keep me as the apple of the eye, thou shalt screen me by the covering of thy wings,
[9] ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·
[9] from the face of the ungodly that have afflicted me: mine enemies have compassed about my soul.
[10] τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.
[10] They have enclosed themselves with their own fat: their mouth has spoken pride.
[11] ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.
[11] They have now cast me out and compassed me round about: they have set their eyes so as to bow them down to the ground.
[12] ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
[12] They laid wait for me as a lion ready for prey, and like a lion’s whelp dwelling in secret places.
[13] ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.