by Septuagint
[11] And I will devise for you a device of peace, and not evil, to bestow upon you these good things.
[12] καὶ προσεύξασθε πρός με, καὶ εἰσακούσομαι ὑμῶν·
[12] And do ye pray to me, and I will hearken to you: and do ye earnestly seek me, and ye shall find me;
[13] καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με, ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν,
[13] for ye shall seek me with your whole heart.
[14] καὶ ἐπιφανοῦμαι ὑμῖν. –
[14] And I will appear to you:
[15] ὅτι εἴπατε Κατέστησεν ἡμῖν κύριος προφήτας ἐν Βαβυλῶνι,
[15] whereas ye said, The Lord has appointed for us prophets in Babylon:
[21] οὕτως εἶπεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν Ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ’ ὀφθαλμοὺς ὑμῶν.
[20] 21 Thus saith the Lord concerning Achiab, and concerning Sedekias; Behold, I will deliver them into the hands of the king of Babylon; and he shall smite them in your sight.
[22] καὶ λήμψονται ἀπ’ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ιουδα ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σε κύριος, ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ
[22] And they shall make of them a curse in all the captivity of Juda in Babylon, saying, The Lord do to thee as he did to Sedekias, and as he did to Achiab, whom the king of Babylon fried in the fire;
[23] δι’ ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, φησὶν κύριος. –
[23] because of the iniquity which they wrought in Israel, and because they committed adultery with the wives of their fellow-citizens; and spoke a word in my name, which I did not command them to speak, and I am witness, saith the Lord.
[24] καὶ πρὸς Σαμαιαν τὸν Νελαμίτην ἐρεῖς
[24] And to Samaeas the Ælamite thou shalt say,
[25] Οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου. καὶ πρὸς Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ
[25] I sent thee not in my name: and to Sophonias the priest the son of Maasaeas say thou,
[26] Κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ιωδαε τοῦ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταρράκτην.
[26] The Lord has made thee priest in the place of Jodae the priest, to be ruler in the house of the Lord over every prophet, and to every madman, and thou shalt put them in prison, and into the dungeon.
[27] καὶ νῦν διὰ τί συνελοιδορήσατε Ιερεμιαν τὸν ἐξ Αναθωθ τὸν προφητεύσαντα ὑμῖν;
[27] And now wherefore have ye reviled together Jeremiah of Anathoth, who prophesied to you?
[28] οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων Μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν; –
[28] Did he not send for this purpose? for in the course of this month he sent to you to Babylon, saying, It is far off: build ye houses, and inhabit them; and plant gardens, and eat the fruit of them.
[29] καὶ ἀνέγνω Σοφονιας τὸ βιβλίον εἰς τὰ ὦτα Ιερεμιου.
[29] And Sophonias read the book in the ears of Jeremiah.
[30] καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
[30] Then the word of the Lord came to Jeremiah, saying,
[31] Ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων Οὕτως εἶπεν κύριος ἐπὶ Σαμαιαν τὸν Νελαμίτην Ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαιας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπ’ ἀδίκοις,
[31] Send to the captivity, saying, Thus saith the Lord concerning Samaeas the Ælamite, Since Samaeas has prophesied to you, and I sent him not, and he has made you to trust in iniquity,
[32] διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαιαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθά, ἃ ἐγὼ ποιήσω ὑμῖν· οὐκ ὄψονται.
[32] therefore thus saith the Lord; Behold, I will visit Samaeas, and his family: and there shall not be a man of them in the midst of you to see the good which I will do to you: they shall not see it.
CHAPTER 37
[1] Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπεῖν
[1] THE WORD THAT CAME TO JEREMIAS FROM THE LORD, SAYING,
[2] Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων Γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σέ, ἐπὶ βιβλίου·
[2] Thus speaks the Lord God of Israel, saying,
Write all the words which I have spoken to thee in a book.
[3] ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ισραηλ καὶ Ιουδα, εἶπεν κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς.
[3] For, behold, the days come, saith the Lord, when I will bring back the captivity of my people Israel and Juda, said the Lord: and I will bring them back to the land which I gave to their fathers, and they shall be lords of it.
[4] Καὶ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα
[4] AND THESE ARE THE WORDS WHICH THE LORD SPOKE CONCERNING ISRAEL AND JUDA;
[5] Οὕτως εἶπεν κύριος Φωνὴν φόβου ἀκούσεσθε· φόβος, καὶ οὐκ ἔστιν εἰρήνη.
[5] Thus said the Lord: Ye shall hear a sound of fear, there is fear, and there is not peace.
[6] ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν, καὶ περὶ φόβου, ἐν ᾧ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν· διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσφύος αὐτοῦ, ἐστράφησαν πρόσωπα, εἰς ἴκτερον
[6] Enquire, and see if a male has born a child? and ask concerning the fear, wherein they shall hold their loins, and look for safety: for I have seen every man, and his hands are on his loins; their faces are turned to paleness.
[7] ἐγενήθη. ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστιν τῷ Ιακωβ, καὶ ἀπὸ τούτου σωθήσεται.
[7] For that day is great, and there is not such another; and it is a time of straitness to Jacob; but he shall be saved out of it.
[8] ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις·
[8] In that day, said the Lord, I will break the yoke off their neck, and will burst their bonds, and they shall no longer serve strangers:
[9] καὶ ἐργῶνται τῷ κυρίῳ θεῷ αὐτῶν, καὶ τὸν Δαυιδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς.
[9] but they shall serve the Lord their God; and I will raise up to them David their king.
[12] Οὕτως εἶπεν κύριος Ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου·
[12] Thus saith the Lord; I have brought on thee destruction; thy stroke is painful.
[13] οὐκ ἔστιν κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύθης, ὠφέλεια οὐκ ἔστιν σοι.
[13] There is none to judge thy cause: thou hast been painfully treated for healing, there is no help for thee.
[14] πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσουσιν· ὅτι πληγὴν ἐχθροῦ ἔπαισά σε, παιδείαν στερεάν, ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου.
[14] All thy friends have forgotten thee; they shall not ask about thee at all, for I have smitten thee with he stroke of an enemy, even severe correction: thy sins have abounded above all thine iniquity.
[15] διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται, καὶ πάντες οἱ ἐχθροί σου, κρέας αὐτῶν πᾶν ἔδονται·
[15] Thy sins have abounded beyond the multitude of thine iniquities, therefore they have done these things to thee. Therefore all that devour thee shall be eaten, and all thine enemies shall eat all their own flesh.
[16] ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα, καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν.
[16] And they that spoil thee shall become a spoil, and I will give up to be plundered all that have plundered thee.
[17] ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶν κύριος, ὅτι ἐσπαρμένη ἐκλήθης· θήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν.
[17] For I will bring about thy healing, I will heal thee of thy grievous wound, saith the Lord; for thou art called Dispersed: she is your prey, for no one seeks after her.
[18] οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ιακωβ καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται.
[18] Thus said the Lord; Behold, I will turn the captivity of Jacob, and will have pity upon his prisoners; and the city shall be built upon her hill, and the people shall settle after their manner.
[19] καὶ ἐξελεύσονται ἀπ’ αὐτῶν ᾄδοντες καὶ φωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωθῶσιν.
[19] And there shall go forth from them singers, even the sound of men making merry: and I will multiply them, and they shall not at all be diminished.
[20] καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται· καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς.
[20] And their sons shall go in as before, and their testimonies shall be established before me, and I will visit them that afflict them.
[21] καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ’ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτούς, καὶ ἀποστρέψουσιν πρός με· ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρός με; φησὶν κύριος.
[21] And their mighty ones shall be over them, and their prince shall proceed of themselves; and I will gather them, and they shall return to me: for who is this that has set his heart to return to me? saith the Lord.
[23] ὅτι ὀργὴ κυρίου ἐξῆλθεν θυμώδης, ἐξῆλθεν ὀργὴ στρεφομένη, ἐπ’ ἀσεβεῖς ἥξει.
[22] 23 For the wrathful anger of the lord has gone forth, even a whirlwind of anger has gone forth: it shall come upon the ungodly.
[24] οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ κυρίου, ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπ’ ἐσχάτων τῶν ἡμερῶν γνώσεσθε αὐτά.
[24] The fierce anger of the Lord shall not return, until he shall execute it, and until he shall establish the purpose of his heart: in the latter days ye shall know these things.
CHAPTER 38
[1] Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπεν κύριος, ἔσομαι εἰς θεὸν τῷ γένει Ισραηλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
[1] At that time, saith the Lord, I will be a God to the family of Israel, and they shall be to me a people.
[2] οὕτως εἶπεν κύριος Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ισραηλ.
[2] Thus saith the Lord, I found him warm in the wilderness with them that were slain with the sword: go ye and destroy not Israel.
[3] κύριος πόρρωθεν ὤφθη αὐτῷ Ἀγάπησιν αἰωνίαν ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτίρημα.
[3] The Lord appeared to him from afar, saying, I have loved thee with an everlasting love: therefore have I drawn thee in compassion.
[4] ἔτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ, παρθένος Ισραηλ· ἔτι λήμψῃ τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων.
[4] For I will build thee, and thou shalt be built, O virgin of Israel: thou shalt yet take thy timbrel, and go forth with the party of them that make merry.
[5] ἔτι φυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε.
[5] For ye have planted vineyards on the mountains of Samaria: plant ye, and praise.
[6] ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Εφραιμ Ἀνάστητε καὶ ἀνάβητε εἰς Σιων πρὸς κύριον τὸν θεὸν ἡμῶν. –
[6] For it is a day when those that plead on the mountains of Ephraim shall call, saying, Arise ye, and go up to Sion to the Lord your God.
[7] ὅτι οὕτως εἶπεν κύριος τῷ Ιακωβ Εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν, ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε Ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ισραηλ.
[7] For thus saith the Lord to Jacob; Rejoice ye, and exult over the head of the nations: make proclamation, and praise ye: say, The Lord has delivered his people, the remnant of Israel.
[8] ἰδοὺ ἐ
γὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ καὶ συνάξω αὐτοὺς ἀπ’ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασεκ· καὶ τεκνοποιήσῃ ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε.
[8] Behold, I bring them from the north, and will gather them from the end of the earth to the feast of the passover: and the people shall beget a great multitude, and they shall return hither.
[9] ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ισραηλ εἰς πατέρα, καὶ Εφραιμ πρωτότοκός μού ἐστιν.
[9] They went forth with weeping, and I will bring them back with consolation, causing them to lodge by the channels of waters in a straight way, and they shall not err in it: for I am become a father to Israel, and Ephraim is my first-born.
[10] Ἀκούσατε λόγον κυρίου, ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον· εἴπατε Ὁ λικμήσας τὸν Ισραηλ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων τὸ ποίμνιον αὐτοῦ.
[10] Hear the words of the Lord, ye nations, and proclaim them to the islands afar off; say, He that scattered Israel will also gather him, and keep him as one that feeds his flock.
[11] ὅτι ἐλυτρώσατο κύριος τὸν Ιακωβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ.
[11] For the Lord has ransomed Jacob, he has rescued him out of the hand of them that were stronger than he.
[12] καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιων· καὶ ἥξουσιν ἐπ’ ἀγαθὰ κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων, καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι.