Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 1104
Septuagint Complete Greek and English Edition Page 1104

by Septuagint


  CHAPTER 46

  [1] Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκια βασιλέως Ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν.

  [1] And it came to pass in the ninth month of Sedekias king of Juda, that Nabuchodonosor king of Babylon came, and all his host, against Jerusalem, and they besieged it.

  [2] καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις.

  [2] And in the eleventh year of Sedekiass, in the fourth month, on the ninth day of the month, the city was broken up.

  [3] καὶ εἰσῆλθον πάντες οἱ ἡγεμόνες βασιλέως Βαβυλῶνος καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ, Ναργαλασαρ καὶ Σαμαγωθ καὶ Ναβουσαχαρ καὶ Ναβουσαρις καὶ Ναγαργασνασερ Ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος·

  [3] And all the leaders of the king of Babylon went in, and sat in the middle gate, Marganasar, and Samagoth, and Nabusachar, and Nabusaris, Nagargas, Naserrabamath, and the rest of the leaders of the king of Babylon,

  [14] καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ιερεμιαν ἐξ αὐλῆς τῆς φυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαφαν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ.

  [14] and they sent, and took Jeremiah out of the court of the prison, and gave him in charge to Godolias the son of Achicam, the son of Saphan: and they brought him out, and he sat in the midst of the people.

  [15] Καὶ πρὸς Ιερεμιαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων

  [15] And the word of the Lord came to Jeremiah in the court of the prison, saying,

  [16] Πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰθίοπα Οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά·

  [16] Go and say to Abdemelech the Ethiopian, Thus said the Lord God of Israel; Behold, I will bring my words upon this city for evil, and not for good.

  [17] καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν.

  [17] But I will save thee in that day, and I will by no means deliver thee into the hands of the men before whom thou art afraid.

  [18] ὅτι σῴζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα, ὅτι ἐπεποίθεις ἐπ’ ἐμοί, φησὶν κύριος.

  [18] For I will surely save thee, and thou shalt by no means fall by the sword; and thou shalt find thy life, because thou didst trust in me, saith the Lord.

  CHAPTER 47

  [1] Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμαν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ιουδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.

  [1] The word that came from the Lord to Jeremiah, after that Nabuzardan the captain of the guard had let him go out of Rama, when he had taken him in manacles in the midst of the captivity of Juda, even those who were carried to Babylon.

  [2] Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ Κύριος ὁ θεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον,

  [2] And the chief captain of the guard took him, and said to him, The Lord thy God has pronounced all these evils upon this place:

  [3] καὶ ἐποίησεν κύριος, ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς φωνῆς.

  [3] and the Lord has done it; because ye sinned against him, and hearkened not to his voice.

  [4] ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετ’ ἐμοῦ εἰς Βαβυλῶνα, ἧκε, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ·

  [4] Behold, I have loosed thee from the manacles that were upon thine hands. If it seem good to thee to go with me to Babylon, then will I set mine eyes upon thee.

  [5] εἰ δὲ μή, ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαφαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ιουδα, καὶ οἴκησον μετ’ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ιουδα· εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν.

  [5] But if not, depart; return to Godolias the son of Achicam, the son of Saphan, whom the king of Babylon has appointed governor in the land of Juda, and dwell with him in the midst of the people in the land of Juda: to whatsoever places it seems good in thine eyes to go, do thou even go. And the captain of the guard made him presents, and let him go.

  [6] καὶ ἦλθεν πρὸς Γοδολιαν εἰς Μασσηφα καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειφθέντος ἐν τῇ γῇ.

  [6] And he came to Godolias to Massepha, and dwelt in the midst of his people that was left in the land.

  [7] Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν ἐν τῇ γῇ καὶ παρεκατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα.

  [7] And all the leaders of the host that was in the country, they and their men, heard that the king of Babylon had appointed Godolias governor in the land, and they committed to him the men and their wives, whom Nabuchodonosor had not removed to Babylon.

  [8] καὶ ἦλθεν πρὸς Γοδολιαν εἰς Μασσηφα Ισμαηλ υἱὸς Ναθανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θαναεμεθ καὶ υἱοὶ Ωφε τοῦ Νετωφατι καὶ Ιεζονιας υἱὸς τοῦ Μοχατι, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.

  [8] And there came to Godolias to Massepha Ismael the son of Nathanias, and Joanan son of Caree, and Saraeas the son of Thanaemeth, and the sons of Jophe the Netophathite, and Ezonias son of the Mochathite, they and their men.

  [9] καὶ ὤμοσεν αὐτοῖς Γοδολιας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων Μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν·

  [9] And Godolias swore to them and to their men, saying, Be not afraid before the children of the Chaldeans: dwell in the land, and serve the king of Babylon, and it shall be better for you.

  [10] καὶ ἰδοὺ ἐγ�
�� κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφα στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφ’ ὑμᾶς, καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν, αἷς κατεκρατήσατε.

  [10] And, behold, I dwell in your presence at Massepha, to stand before the Chaldeans who shall come against you: and do ye gather grapes, and fruits, and oil, and put them into your vessels, and dwell in the cities which ye have obtained possession of.

  [11] καὶ πάντες οἱ Ιουδαῖοι οἱ ἐν γῇ Μωαβ καὶ ἐν υἱοῖς Αμμων καὶ οἱ ἐν τῇ Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ’ αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ,

  [11] And all the Jews that were in Moab, and among the children of Ammon, and those that were in Idumea, and those that were in all the rest of the country, heard that the king of Babylon had granted a remnant to Juda, and that he had appointed over them Godolias the son of Achicam.

  [12] καὶ ἦλθον πρὸς Γοδολιαν εἰς γῆν Ιουδα εἰς Μασσηφα καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σφόδρα καὶ ἔλαιον.

  [12] And they came to Godolias into the land of Juda, to Massepha, and gathered grapes, and very much summer fruit, and oil.

  [13] Καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλθον πρὸς Γοδολιαν εἰς Μασσηφα

  [13] And Joanan the son of Caree, and all the leaders of the host, who were in the fields, came to Godolias to Massepha,

  [14] καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱῶν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολιας.

  [14] and said to him, Dost thou indeed know that king Beleissa son of Ammon has sent Ismael to thee to slay thee? But Godolias believed them not.

  [15] καὶ Ιωαναν εἶπεν τῷ Γοδολια κρυφαίως ἐν Μασσηφα Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ιουδα.

  [15] And Joanan said to Godolias secretly in Massepha, I will go now and smite Ismael, and let no man know it; lest he slay thee, and all the Jews that are gathered to thee be dispersed, and the remnant of Juda perish.

  [16] καὶ εἶπεν Γοδολιας πρὸς Ιωαναν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ Ισμαηλ.

  [16] But Godolias said to Joanan, Do not the thing, for thou speakest lies concerning Ismael.

  CHAPTER 48

  [1] Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ισμαηλ υἱὸς Ναθανιου υἱοῦ Ελασα ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ’ αὐτοῦ πρὸς Γοδολιαν εἰς Μασσηφα, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα.

  [1] Now it came to pass in the seventh month that Ismael the son of Nathanias the son of Eleasa of the seed royal, came, and ten men with him, to Godolias to Massepha: and they ate bread there together.

  [2] καὶ ἀνέστη Ισμαηλ καὶ οἱ δέκα ἄνδρες, οἳ ἦσαν μετ’ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολιαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς,

  [2] And Ismael rose up, and the ten men that were with him, and smote Godolias, whom the king of Babylon had appointed governor over the land,

  [3] καὶ πάντας τοὺς Ιουδαίους τοὺς ὄντας μετ’ αὐτοῦ ἐν Μασσηφα καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ. –

  [3] and all the Jews that were with him in Massepha, and all the Chaldeans that were found there.

  [4] καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολιαν, καὶ ἄνθρωπος οὐκ ἔγνω,

  [4] And it came to pass on the second day after he had smitten Godolias, and no man knew of it,

  [5] καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχεμ καὶ ἀπὸ Σαλημ καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον κυρίου.

  [5] that there came men from Sychem, and from Salem, and from Samaria, even eighty men, having their beards shaven, and their clothes rent, and beating their breasts, and they had manna and frankincense in their hands, to bring them into the house of the Lord.

  [6] καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς Ισμαηλ· αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς Εἰσέλθετε πρὸς Γοδολιαν.

  [6] And Ismael went out to meet them; and they went on and wept: and he said to them, Come in to Godolias.

  [7] καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ.

  [7] And it came to pass, when they had entered into the midst of the city, that he slew them and cast them into a pit.

  [8] καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ Ισμαηλ Μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

  [8] But ten men were found there, and they said to Ismael, Slay us not: for we have treasures in the field, wheat and barley, honey and oil. So he passed by, and slew them not in the midst of their brethren.

  [9] καὶ τὸ φρέαρ, εἰς ὃ ἔρριψεν ἐκεῖ Ισμαηλ πάντας οὓς ἐπάταξεν, φρέαρ μέγα τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ασα ἀπὸ προσώπου Βαασα βασιλέως Ισραηλ· τοῦτο ἐνέπλησεν Ισμαηλ τραυματιῶν.

  [9] Now the pit into which Ismael cast all whom he smote, is the great pit, which king Asa had made for fear of Baasa king of Israel: even this Ismael filled with slain men.

  [10] καὶ ἀπέστρεψεν Ισμαηλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφα καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολια υἱῷ Αχικαμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Αμμων. –

  [10] And Ismael brought back all the people that were left in Massepha, and the king’s daughter, whom the captain of the guard had committed in charge to Godolias the son of Achicam: and he went away beyond the children of Ammon.

  [11] καὶ ἤκουσεν Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντα τὰ κακά, ἃ ἐποίησεν Ισμαηλ,

  [11] And Joanan the son of Caree, and all the lea
ders of the host that were with him, heard of all the evil deeds which Ismael had done.

  [12] καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαων.

  [12] And they brought all their army, and went to fight against him, and found him near much water in Gabaon.

  [13] καὶ ἐγένετο ὅτε εἶδον πᾶς ὁ λαὸς ὁ μετὰ Ισμαηλ τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ’ αὐτοῦ,

  [13] And it came to pass, when all the people that was with Ismael saw Joanan, and the leaders of the host that was with him,

  [14] καὶ ἀνέστρεψαν πρὸς Ιωαναν.

  [14] that they returned to Joanan.

  [15] καὶ Ισμαηλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Αμμων. –

  [15] But Ismael escaped with eight men and went to the children of Ammon.

  [16] καὶ ἔλαβεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ’ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, οὕς ἀπέστρεψεν ἀπὸ Ισμαηλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους, οὓς ἀπέστρεψεν ἀπὸ Γαβαων,

  [16] And Joanan, and all the leaders of the host that were with him, took all the remnant of the people, whom he had brought back from Ismael, mighty men in war, and the women, and the other property, and the eunuchs, whom they had brought back from Gabaon:

  [17] καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρωθ – χαμααμ τὴν πρὸς Βηθλεεμ τοῦ πορευθῆναι εἰσελθεῖν εἰς Αἴγυπτον

 

‹ Prev