by Septuagint
[36] Thus saith the Lord, Because thou hast poured forth thy money, therefore thy shame shall be discovered in thy harlotry with thy lovers, and with regard to all the imaginations of thine iniquities, and for the blood of thy children which thou hast given to them.
[37] διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας, οὓς ἠγάπησας, σὺν πᾶσιν, οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου·
[37] Therefore, behold, I will gather all thy lovers with whom thou hast consorted, and all whom thou hast loved, with all whom thou didst hate; and I will gather them against thee round about, and will expose thy wickedness to them, and they shall see all thy shame.
[38] καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ θήσω σε ἐν αἵματι θυμοῦ καὶ ζήλου.
[38] And I will be avenged on thee with the vengeance of an adulteress, and I will bring upon thee blood of fury and jealousy.
[39] καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσιν τὸ πορνεῖόν σου καὶ καθελοῦσιν τὴν βάσιν σου καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου καὶ ἀφήσουσίν σε γυμνὴν καὶ ἀσχημονοῦσαν.
[39] And I will deliver thee into their hands, and they shall break down thy house of harlotry, and destroy thine high place; and they shall strip thee of thy garments, and shall take thy proud ornaments, and leave thee naked and bare.
[40] καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιθοβολήσουσίν σε ἐν λίθοις καὶ κατασφάξουσίν σε ἐν τοῖς ξίφεσιν αὐτῶν.
[40] and they shall bring multitudes upon thee, and they shall stone thee with stones, and pierce thee with their swords.
[41] καὶ ἐμπρήσουσιν τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου, καὶ μισθώματα οὐ μὴ δῷς οὐκέτι.
[41] And they shall burn thine houses with fire, and shall execute vengeance on thee in the sight of many women: and I will turn thee back from harlotry, and I will no more give thee rewards.
[42] καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σέ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι καὶ οὐ μὴ μεριμνήσω οὐκέτι.
[42] So will I slacken my fury against thee, and my jealousy shall be removed from thee, and I will rest, and be no more careful for thee.
[43] ἀνθ’ ὧν οὐκ ἐμνήσθης τὴν ἡμέραν τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέδωκα, λέγει κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου.
[43] Because thou didst not remember thine infancy, and thou didst grieve me in all these things; therefore, behold, I have recompensed thy ways upon thine head, saith the Lord: for thus hast thou wrought ungodliness above all thine other iniquities.
[44] ταῦτά ἐστιν πάντα, ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες Καθὼς ἡ μήτηρ, καὶ ἡ θυγάτηρ.
[44] These are all the things they have spoken against thee in a proverb, saying,
[45] θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Αμορραῖος.
[45] As is the mother, so is thy mother’s daughter: thou art she that has rejected her husband and her children; and the sisters of thy sisters have rejected their husbands and their children: your mother was a Chettite, and your father an Amorite.
[46] ἡ ἀδελφὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς.
[46] Your elder sister who dwells on thy left hand is Samaria, she and her daughters: and thy younger sister, that dwells on the right hand, is Sodom and her daughters.
[47] καὶ οὐδ’ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύθης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου.
[47] Yet notwithstanding thou hast not walked in their ways, neither hast thou done according to their iniquities within a little, but thou hast exceeded them in all thy ways.
[48] ζῶ ἐγώ, λέγει κύριος, εἰ πεποίηκεν Σοδομα ἡ ἀδελφή σου, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ θυγατέρες σου.
[48] As I live, saith the Lord, this Sodom and her daughters have not done as thou and thy daughters have done.
[49] πλὴν τοῦτο τὸ ἀνόμημα Σοδομων τῆς ἀδελφῆς σου, ὑπερηφανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς θυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο.
[49] Moreover this was the sin of thy sister Sodom, pride: she and her daughters lived in pleasure, in fullness of bread and in abundance: this belonged to her and her daughters, and they helped not the hand of the poor and needy.
[50] καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου, καὶ ἐξῆρα αὐτάς, καθὼς εἶδον.
[50] And they boasted, and wrought iniquities before me: so I cut them off as I saw fit.
[51] καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν· καὶ ἐπλήθυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελφάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας.
[51] Also Samaria has not sinned according to half of thy sins; but thou hast multiplied thine iniquities beyond them, and thou hast justified thy sisters in all thine iniquities which thou hast committed.
[52] καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου.
[52] Thou therefore bear thy punishment, for that thou hast corrupted thy sisters by thy sins which thou hast committed beyond them; and thou hast made them appear more righteous than thyself: thou therefore be ashamed, and bear thy dishonour, in that thou hast j
ustified thy sisters.
[53] καὶ ἀποστρέψω τὰς ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδομων καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν,
[53] And I will turn their captivity, even the captivity of Sodom and her daughters; and I will turn the captivity of Samaria and her daughters; and I will turn thy captivity in the midst of them:
[54] ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωθήσῃ ἐκ πάντων, ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με.
[54] that thou mayest bear thy punishment, and be dishonoured for all that thou hast done in provoking me to anger.
[55] καὶ ἡ ἀδελφή σου Σοδομα καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς, καὶ Σαμάρεια καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται καθὼς ἦσαν ἀπ’ ἀρχῆς, καὶ σὺ καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε καθὼς ἀπ’ ἀρχῆς ἦτε.
[55] And thy sister Sodom and her daughters shall be restored as they were at the beginning, and thou and thy daughters shall be restored as ye were at the beginning.
[56] καὶ εἰ μὴ ἦν Σοδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηφανίας σου
[56] And surely thy sister Sodom was not mentioned by thy mouth in the days of thy pride:
[57] πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ θυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς, θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ;
[57] before thy wickedness was discovered, even now thou art the reproach of the daughters of Syria, and of all that are round about her, even of the daughters of the Philistines that compass thee round about.
[58] τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου, σὺ κεκόμισαι αὐτάς, λέγει κύριος.
[58] As for thine ungodliness and thine iniquities, thou hast borne them, saith the Lord.
[59] τάδε λέγει κύριος Καὶ ποιήσω ἐν σοὶ καθὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαθήκην μου.
[59] Thus saith the Lord; I will even do to thee as thou hast done, as thou hast dealt shamefully in these things to transgress my covenant.
[60] καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαθήκην αἰώνιον.
[60] And I will remember my covenant made with thee in the days of thine infancy, and I will establish to thee an everlasting covenant.
[61] καὶ μνησθήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωθήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελφάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαθήκης σου.
[61] Then thou shalt remember thy way, and shalt be utterly dishonoured when thou receivest thine elder sisters with thy younger ones: and I will give them to thee for building up, but not by thy covenant.
[62] καὶ ἀναστήσω ἐγὼ τὴν διαθήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ κύριος,
[62] And I will establish my covenant with thee; and thou shalt know that I am the Lord:
[63] ὅπως μνησθῇς καὶ αἰσχυνθῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσθαί μέ σοι κατὰ πάντα, ὅσα ἐποίησας, λέγει κύριος.
[63] that thou mayest remember, and be ashamed, and mayest no more be able to open thy mouth for thy shame, when I am reconciled to thee for all that thou hast done, saith the Lord.
CHAPTER 17
[1] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[1] And the word of the Lord came to me, saying,
[2] Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ισραηλ
[2] Son of man, relate a tale, and speak a parable to the house of Israel:
[3] καὶ ἐρεῖς Τάδε λέγει κύριος Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,
[3] and thou shalt say, Thus saith the Lord; A great eagle with large wings, spreading them out very far, with many claws, which has the design of entering into Libanus — and he took the choice branches of the cedar:
[4] τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά.
[4] he cropped off the ends of the tender twigs, and brought them into the land of Chanaan; he laid them up in a walled city.
[5] καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ’ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.
[5] And he took of the seed of the land, and sowed it in a field planted by much water; he set it in a conspicuous place.
[6] καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς.
[6] And it sprang up, and became a weak and little vine, so that the branches thereof appeared upon it, and its roots were under it: and it became a vine, and put forth shoots, and sent forth its tendrils.
[7] καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.
[7] And there was another great eagle, with great wings and many claws: and, behold, this vine bent itself round toward him, and her roots were turned towards him, and she sent forth her branches towards him, that he might water her together with the growth of her plantation.
[8] εἰς πεδίον καλὸν ἐφ’ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
[8] She thrives in a fair field by much water, to produce shoots and bear fruit, that she might become a great vine.
[9] διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Εἰ κατευθυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προαν
ατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ’ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς.
[9] Therefore say, Thus saith the Lord; Shall it prosper? shall not the roots of her tender stem and her fruit be blighted? yea, all her early shoots shall be dried up, and that not by a mighty arm, nor by many people, to tear her up from her roots.
[10] καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.
[10] And, behold, it thrives: shall it prosper? shall it not wither as soon as the east wind touches it? it shall be withered together with the growth of its shoots.
[11] Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
[11] Moreover the word of the Lord came to me saying,
[12] Υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.
[12] Son of man, say now to the provoking house, Know ye not what these things were? say to them, Whenever the king of Babylon shall come against Jerusalem, then he shall take her king and her princes, and shall take them home to Babylon.
[13] καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται