Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 114
Delphi Complete Works of Pausanias Page 114

by Pausanias


  [8] Ξέρξῃ γὰρ βασιλέων, ὁπόσοι Μήδοις καὶ Πέρσαις ἐγένοντο ὕστερον, παρασχομένῳ μέγιστον φρόνημα καὶ ἀποδειξαμένῳ λαμπρὰ οὕτω, κατὰ τὴν πορείαν Λεωνίδας σὺν ὀλίγοις, οὓς ἠγάγετο ἐς Θερμοπύλας, ἐγένετο ἂν ἐμποδὼν μηδὲ ἀρχὴν τὴν Ἑλλάδα ἰδεῖν αὐτὸν μηδὲ Ἀθηναίων ποτὲ ἐμπρῆσαι τὴν πόλιν, εἰ μὴ κατὰ τὴν ἀτραπὸν τὴν διὰ τῆς Οἴτης τείνουσαν περιαγαγὼν τὴν μετὰ Ὑδάρνου στρατιὰν ὁ Τραχίνιος κυκλώσασθαί σφισι τοὺς Ἕλληνας παρέσχε καὶ οὕτω κατεργασθέντος Λεωνίδου παρῆλθον ἐς τὴν Ἑλλάδα οἱ βάρβαροι. [9] Παυσανίας δὲ ὁ Κλεομβρότου βασιλεὺς μὲν οὐκ ἐγένετο: ἐπιτροπεύων γὰρ Πλείσταρχον τὸν Λεωνίδου καταλειφθέντα ἔτι παῖδα ἐς Πλάταιάν τε Λακεδαιμονίους ἤγαγε καὶ ὕστερον ναυσὶν ἐς τὸν Ἑλλήσποντον. Παυσανίου δὲ τὸ ἔργον τὸ ἐς τὴν Κῴαν γυναῖκα ἐν ἐπαίνῳ τίθεμαι μάλιστα, ἥντινα ἀνδρὸς οὐκ ἀδόξου παρὰ Κῴοις θυγατέρα οὖσαν Ἡγητορίδου τοῦ

  Ἀνταγόρου Φαρανδάτης ὁ Τεάσπιδος, ἀνὴρ Πέρσης, παλλακὴν εἶχεν ἄκουσαν:

  [10] ἐπεὶ δὲ Πλαταιᾶσι Μαρδόνιός τε ἔπεσεν ἐν τῇ μάχῃ καὶ ἀπώλοντο οἱ βάρβαροι, τὴν γυναῖκα ὁ Παυσανίας ἀπέστειλεν ἐς τὴν Κῶν κόσμον τε ὃν ἐποιήσατο ὁ Πέρσης αὐτῇ καὶ τὴν ἄλλην ἀγομένην κατασκευήν. Μαρδονίου τε οὐκ ἠθέλησεν ὁ Παυσανίας αἰσχῦναι τὸν νεκρὸν κατὰ τὴν παραίνεσιν τοῦ Αἰγινήτου Λάμπωνος.

  5. Πλείσταρχος μὲν οὖν ὁ Λεωνίδου νεωστὶ τὴν βασιλείαν παρειληφὼς ἐτελεύτησε, Πλειστοάναξ δὲ ἔσχε τὴν ἀρχὴν ὁ Παυσανίου τοῦ Πλαταιᾶσιν ἡγησαμένου: Πλειστοάνακτος δὲ ἐγένετο Παυσανίας. οὗτος ἐς τὴν Ἀττικὴν ἀφίκετο ὁ Παυσανίας Θρασυβούλῳ καὶ Ἀθηναίοις πολέμιος τῷ λόγῳ, τοῖς δὲ ἄρχειν ἐπιτραπεῖσιν ὑπὸ Λυσάνδρου καταστησόμενος τὴν τυραννίδα ἐν βεβαίῳ. καὶ μάχῃ μὲν ἐνίκησεν Ἀθηναίων τοὺς ἔχοντας τὸν Πειραιᾶ, μετὰ δὲ τὴν μάχην αὐτίκα οἱ τὸν στρατὸν ἀπάγειν οἴκαδε ἤρεσε μηδὲ ἀνοσίων ἀνδρῶν τυραννίδα αὔξοντα ἐπισπάσασθαι τῇ Σπάρτῃ τὸ αἴσχιστον τῶν ὀνειδῶν. [2] ὡς δὲ ἐπανῆλθεν ἐξ Ἀθηνῶν μαχεσάμενος ἄπρακτον μάχην, ὑπάγουσιν αὐτὸν ἐς κρίσιν οἱ ἐχθροί. βασιλεῖ δὲ τῷ Λακεδαιμονίων δικαστήριον ἐκάθιζον οἵ τε ὀνομαζόμενοι γέροντες, ὀκτὼ καὶ εἴκοσιν ὄντες ἀριθμόν, καὶ ἡ τῶν ἐφόρων ἀρχή, σὺν δὲ αὐτοῖς καὶ ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας. τέσσαρες μὲν δὴ καὶ δέκα τῶν γερόντων, ἐπὶ δὲ αὐτοῖς Ἆγις ὁ τῆς ἑτέρας οἰκίας βασιλεύς, ἀδικεῖν τὸν Παυσανίαν κατέγνωσαν: [3] τὸ δὲ ἄλλο ἀπέγνω δικαστήριον. μετὰ δὲ οὐ πολὺν χρόνον Λακεδαιμονίων συλλεγόντων ἐπὶ Θήβας στρατιάν — αἰτία δὲ ἥτις ἐγένετο προσέσται τῷ ἐς Ἀγησίλαον λόγῳ — , τότε δὲ Λύσανδρος μὲν ἐς τὴν Φωκίδα ἀφικόμενος καὶ ἀναλαβὼν πανδημεὶ τοὺς Φωκέας οὐδένα ἔτι ἐπισχὼν χρόνον ἔς τε Βοιωτίαν ἐληλύθει καὶ προσβολὰς ἐποιεῖτο ἐς τὸ Ἁλιαρτίων τεῖχος οὐκ ἐθελόντων ἀπὸ Θηβαίων ἀφίστασθαι. ἐσεληλύθεσαν δὲ ἤδη καὶ Θηβαίων καὶ Ἀθηναίων τινὲς κρύφα ἐς τὴν πόλιν, ὧν ἐπεξελθόντων καὶ πρὸ τοῦ τείχους ταξαμένων ἄλλοι τε ἐνταῦθα Λακεδαιμονίων καὶ Λύσανδρος ἔπεσε. [4] Παυσανίας δὲ ὑστέρησε μὲν τοῦ ἀγῶνος παρὰ Τεγεατῶν καὶ ἐξ Ἀρκαδίας τῆς ἄλλης ἀθροίζων δύναμιν: ὡς δὲ ἐς τὴν Βοιωτίαν ἀφίκετο, ἐπυνθάνετό τε τήν τε ἧτταν τῶν ὁμοῦ Λυσάνδρῳ καὶ αὐτοῦ Λυσάνδρου τὴν τελευτήν, ἐπῆγε δὲ ὅμως ἐπὶ τὰς Θήβας τὸν στρατὸν καὶ διενοεῖτο ὡς μάχης ἄρξων. ἐνταῦθα οἵ τε Θηβαῖοι τὰ ἐναντία ἐτάσσοντο καὶ Θρασύβουλος ἀπέχειν οὐ πολὺ ἀπηγγέλλετο ἄγων τοὺς Ἀθηναίους: ἀνέμενε δὲ ἄρξαι Λακεδαιμονίους μάχης, ἄρξασι δὲ αὐτὸς ἤδη κατὰ νώτου σφίσιν ἔμελλεν ἐπικείσεσθαι. [5] ἔδεισεν οὖν ὁ Παυσανίας διπλοῦ στρατιωτικοῦ πολεμίων ἀνδρῶν μεταξὺ ἀποληφθῆναι, καὶ οὕτω σπονδάς τε πρὸς τοὺς Θηβαίους ἐποιήσατο καὶ τοὺς ὑπὸ τῷ Ἁλιαρτίων τείχει πεσόντας ἀνείλετο. τοῦτο Λακεδαιμονίοις μὲν ἐγένετο οὐ κατὰ γνώμην, ἐγὼ δὲ ἐπαινῶ τῶνδε ἕνεκα τὸ βούλευμα: ἅτε γὰρ εὖ εἰδὼς ὁ Παυσανίας ὡς τὰ σφάλματα ἀεὶ Λακεδαιμονίοις

  γίνονται ἐν μέσῳ πολεμίων ἀποληφθεῖσι, τό τε ἐν Θερμοπύλαις καὶ ἐν τῇ Σφακτηρίᾳ νήσῳ δεῖμα ἐποιήσατο μή σφισι καὶ αὐτὸς τρίτου γένηται κακοῦ πρόφασις. [6] τότε δὲ ἐν αἰτίᾳ ποιουμένων τῶν πολιτῶν τὴν βραδυτῆτα αὐτοῦ τὴν ἐς Βοιωτίαν οὐχ ὑπέμεινεν ἐσελθεῖν ἐς δικαστήριον, Τεγεᾶται δὲ αὐτὸν τῆς Ἀθηνᾶς ἱκέτην ἐδέξαντο τῆς Ἀλέας. ἦν δὲ ἄρα τὸ ἱερὸν τοῦτο ἐκ παλαιοῦ Πελοποννησίοις πᾶσιν αἰδέσιμον καὶ τοῖς αὐτόθι ἱκετεύουσιν ἀσφάλειαν μάλιστα παρείχετο: ἐδήλωσαν δὲ οἵ τε Λακεδαιμόνιοι τὸν Παυσανίαν καὶ ἔτι πρότερον τούτου Λεωτυχίδην καὶ Ἀργεῖοι Χρυσίδα, καθεζομένους ἐνταῦθα ἱκέτας, οὐδὲ ἀρχὴν ἐξαιτῆσαι θελήσαντες. [7] Παυσανίου δὲ φυγόντος οἱ μὲν παῖδες Ἀγησίπολις καὶ Κλεόμβροτος νέοι παντάπασιν ἔτι ἦσαν, Ἀριστόδημος δὲ ἐπετρόπευεν αὐτοὺς γένους ἐγγύτατα ὤν: καὶ τὸ ἐν Κορίνθῳ Λακεδαιμονίων κατόρθωμα Ἀριστοδήμου σφίσιν ἐγένετο ἡγουμένου.

  [8] Ἀγησίπολις δὲ ἐπεὶ τὴν βασιλείαν ἔσχεν αὐξηθείς, Πελοποννησίων πρώτοις ἐπολέμησεν Ἀργείοις. ὡς δὲ ἐκ τῆς Τεγεατῶν ἐς τὴν Ἀργολίδα ἤγαγε τὸν στρατόν, πέμπουσι κήρυκα οἱ Ἀργεῖοι σ
πεισόμενον πρὸς Ἀγησίπολίν σφισι πατρῴους δή τινας σπονδὰς ἐκ παλαιοῦ καθεστώσας τοῖς Δωριεῦσι πρὸς ἀλλήλους. ὁ δὲ οὔτε τῷ κήρυκι ἐσπείσατο καὶ προϊὼν ὁμοῦ τῇ στρατιᾷ τὴν γῆν ἔφθειρεν: ἔσεισέ τε δὴ ὁ θεὸς καὶ ὁ Ἀγησίπολις οὐδ᾽ οὕτω τὴν δύναμιν ἀπάξειν ἔμελλε, καίτοι Λακεδαιμονίοις μάλιστα Ἑλλήνων — ὡσαύτως δὲ καὶ Ἀθηναίοις — δεῖμα αἱ διοσημεῖαι παρείχοντο. [9] καὶ ὁ μὲν ὑπὸ τὸ τεῖχος κατεστρατοπεδεύετο ἤδη τὸ Ἀργείων καὶ οὐ παρίει σείων ὁ θεὸς καί τινες καὶ ἀπώλοντο τῶν στρατιωτῶν κεραυνωθέντες, τοὺς δὲ καὶ ἔκφρονας ἐποίησαν αἱ βρονταί. οὕτω μὲν δὴ ἐκ τῆς Ἀργολίδος ἀνέζευξεν ἄκων, ἐπὶ δὲ Ὀλυνθίους ἐποιεῖτο αὖθις στρατείαν. κρατοῦντα δὲ αὐτὸν τῷ πολέμῳ καὶ ᾑρηκότα τῶν τε ἄλλων πόλεων τῶν ἐν Χαλκιδεῦσι τὰς πολλὰς καὶ αὐτὴν ἐλπίζοντα αἱρήσειν τὴν Ὄλυνθον νόσος τε ἐξαίφνης καὶ θάνατος ἐπέλαβεν ἀπ᾽ αὐτῆς.

  6. Ἀγησιπόλιδος δὲ ἄπαιδος τελευτήσαντος ἐς Κλεόμβροτον περιῆλθεν ἡ ἀρχή, καὶ ὑπὸ ἡγεμόνι τούτῳ Βοιωτοῖς ἐναντία ἠγωνίσαντο ἐν Λεύκτροις: Κλεόμβροτος δὲ αὐτὸς γενόμενος ἀνὴρ ἀγαθὸς ἀρχομένης ἔτι ἔπεσε τῆς μάχης. μάλιστα δέ πως ἐπὶ πταίσμασιν ἐθέλει μεγάλοις προαφαιρεῖσθαι τὸν ἡγεμόνα ὁ δαίμων, καθὰ δὴ καὶ Ἀθηναίων ἀπῆγεν Ἱπποκράτην τε τὸν Ἀρίφρονος στρατηγοῦντα ἐπὶ Δηλίῳ καὶ ὕστερον ἐν Θεσσαλίᾳ Λεωσθένην. [2] Κλεομβρότου δὲ ὁ μὲν πρεσβύτερος τῶν παίδων Ἀγησίπολις παρέσχετο μέγα οὐδὲν ἐς μνήμην, Κλεομένης δὲ ὁ νεώτερος μετὰ τὸν ἀδελφὸν τελευτήσαντα ἔσχε τὴν ἀρχήν. γενομένων δὲ αὐτῷ παίδων Ἀκροτάτου καὶ ἐπ᾽ αὐτῷ Κλεωνύμου κατήγαγε τὸ χρεὼν Ἀκρότατον ἔτι πρότερον ἢ αὐτὸν Κλεομένην, καὶ ὡς Κλεομένης ἀπέθανεν ὕστερον, ἐς ἀντιλογίαν ἀφίκοντο ὑπὲρ τῆς βασιλείας Κλεώνυμός τε ὁ Κλεομένους καὶ Ἀρεὺς ὁ Ἀκροτάτου. δικάζουσιν οὖν οἱ γέροντες Ἀρεῖ τῷ Ἀκροτάτου καὶ οὐχὶ Κλεωνύμῳ πατρῴαν εἶναι τὴν τιμήν.

  [3] Κλεωνύμῳ δὲ ἀπελαθέντι τῆς βασιλείας περισσῶς δή τι ὁ θυμὸς ᾤδει, καὶ αὐτὸν οἱ ἔφοροι καὶ ἄλλοις γέρασι ψυχαγωγοῦντες καὶ ἐπὶ ταῖς δυνάμεσιν ἐφιστάντες ἄρχοντα παρῆγον μή ποτε πολέμιον γενέσθαι τῇ Σπάρτῃ. τέλος δὲ ὁ μὲν πολλά τε καὶ ἐχθρὰ ἐς τὴν πατρίδα ἐτόλμησε καὶ Πύρρον τὸν Αἰακίδου σφίσιν ἐπηγάγετο ἐς τὴν χώραν: [4] Ἀρέως δὲ ἐν Σπάρτῃ τοῦ Ἀκροτάτου βασιλεύοντος Ἀντίγονος ὁ Δημητρίου πεζῷ τε καὶ ναυσὶν ἐπὶ Ἀθήνας στρατεύει. τοῖς δὲ Ἀθηναίοις ἀμυνοῦντες ἀφίκοντο μὲν ὁ Αἰγυπτίων ὁμοῦ Πατρόκλῳ στόλος, ἐξίασι δὲ καὶ οἱ Λακεδαιμόνιοι πανδημεί, τὸν βασιλέα ἡγεῖσθαί σφισιν Ἀρέα ἐπιτάξαντες. [5] περικαθημένου δὲ Ἀντιγόνου τὰς Ἀθήνας καὶ τῆς ἐσόδου τῆς ἐς τὴν πόλιν τὰ Ἀθηναίων συμμαχικὰ εἴργοντος, Πάτροκλος ἀποστέλλων ἀγγέλους προέτρεπε Λακεδαιμονίους καὶ Ἀρέα ἄρχειν πρὸς Ἀντίγονον μάχης, ἐκείνων δὲ ἀρξάντων οὕτω καὶ αὐτὸς κατὰ νώτου τοῖς Μακεδόσιν ἔφασκεν ἐπικείσεσθαι: πρότερον δὲ οὐκ εἰκὸς εἶναι σφᾶς Αἰγυπτίους τε ὄντας καὶ ναύτας Μακεδόσιν ἐπιέναι πεζῇ. Λακεδαιμόνιοι μὲν δὴ παρακινδυνεύειν ὥρμηντο Ἀθηναίων τε εὐνοίᾳ καί τι καὶ ἄξιον μνήμης ἐς τοὺς ἔπειτα ἐργάσασθαι προθυμούμενοι: [6] Ἀρεὺς δέ, ὥς σφισι τὰ ἐπιτήδεια ἐξανήλωτο, ἀπῆγεν ὀπίσω τὴν στρατιάν. ταμιεύεσθαι γὰρ τὴν ἀπόνοιαν ἐς τὰ οἰκεῖα ἠξίου καὶ μὴ ἀφειδῶς ἐπ᾽ ἀλλοτρίοις ἀναρρῖψαι. τοῖς δὲ Ἀθηναίοις ἀντισχοῦσιν ἐπὶ μακρότατον ἐποιήσατο Ἀντίγονος εἰρήνην, ἐφ᾽ ᾧ τέ σφισιν ἐπαγάγῃ φρουρὰν ἐς τὸ Μουσεῖον. καὶ τοῖς μὲν ἀνὰ χρόνον αὐτὸς ἐξήγαγεν ἑκουσίως τὴν φρουρὰν ὁ Ἀντίγονος, Ἀρέως δὲ ἐγένετο υἱὸς Ἀκρότατος, τοῦ δὲ Ἀρεύς, ὃς ὀκτὼ μάλιστα ἔτη γεγονὼς τελευτᾷ νόσῳ. [7] καὶ ἐλείπετο γὰρ τῆς Εὐρυσθένους οἰκίας γένος τὸ πρὸς ἀνδρῶν Λεωνίδας ὁ Κλεωνύμου, παντάπασιν ἤδη γέρων: τούτῳ δὴ διδόασιν οἱ Λακεδαιμόνιοι τὴν ἀρχὴν. τῷ δὲ Λεωνίδᾳ διάφορος ἐτύγχανεν ὢν ἐς τὰ μάλιστα Λύσανδρος, ἀπόγονος Λυσάνδρου τοῦ Ἀριστοκρίτου. οὗτος προσποιεῖται Κλεόμβροτον θυγατέρα ἔχοντα Λεωνίδου: τοῦτον δὲ οἰκειωσάμενος ἐπῆγε Λεωνίδᾳ καὶ ἄλλα ἐγκλήματα καὶ ὅρκους αὐτὸν Κλεωνύμῳ τῷ πατρὶ ὀμόσαι παῖδα ὄντα ἐπὶ ὀλέθρῳ τῆς Σπάρτης. [8] ἐπαύσθη τε δὴ Λεωνίδας βασιλείας καὶ ἀντ᾽ αὐτοῦ Κλεόμβροτος ἔσχε τὴν τιμήν. εἰ μὲν δὴ ὁ Λεωνίδας ἐπέτρεψε τῷ θυμῷ καὶ Δημαράτῳ τῷ Ἀρίστωνος κατὰ ταὐτὰ ἀπεχώρησεν ἤτοι παρὰ τὸν ἐν Μακεδονίᾳ βασιλεύοντα ἢ τὸν Αἰγύπτιον, ὁ δὲ καὶ μεταγνόντων ἂν Σπαρτιατῶν ὤνατο οὐδέν: νῦν δὲ ἐπιβαλόντων οἱ φυγὴν τῶν πολιτῶν ἀφίκετο ἐς Ἀρκαδίαν, ἐκεῖθεν δὲ ἔτεσιν ὕστερον οὐ πολλοῖς κατάγουσί τε αὐτὸν Λακεδαιμόνιοι καὶ αὖθις βασιλέα ἐποιήσαντο. [9] Κλεομένει δὲ τῷ Λεωνίδους τά τε ἄλλα ὁποῖα ἐς τόλμαν ἐτόλμησαν ὁμοῦ καὶ ἀνδρείαν ὑπῆρξε καὶ ὡς ἐπαύσαντο ἐξ ἐκείνου Σπαρτιᾶται βασιλευόμενοι, πρότερον ἔτι ἐδήλωσέ μοι τὰ ἐς τὸν Σικυώνιον Ἄρατον: προσεπελάβετο δὲ ὁ λόγος μοι καὶ τρόπον ὅντινα ἐν Αἰγύπτῳ Κλεομένης ἐτελεύτησεν.

 

‹ Prev