by Pausanias
[5] Ἵππον δὲ Ἠλεῖον πυγμῇ παῖδας κρατήσαντα ἐποίησε Δαμόκριτος Σικυώνιος, ὃς ἐς πέμπτον διδάσκαλον ἀνῄει τὸν Ἀττικὸν Κριτίαν: Πτόλιχος μὲν γὰρ ἔμαθεν ὁ Κορκυραῖος παρ᾽ αὐτῷ Κριτίᾳ, Πτολίχου δὲ ἦν μαθητὴς Ἀμφίων, Πίσων δὲ ἀνὴρ ἐκ Καλαυρείας ἐδιδάχθη παρ᾽ Ἀμφίονι, ὁ δὲ παρὰ τῷ Πίσωνι Δαμόκριτος. [6] Κρατῖνος δὲ ἐξ Αἰγείρας τῆς Ἀχαιῶν τότε ἐγένετο κάλλιστος τῶν ἐφ᾽ ἑαυτοῦ καὶ σὺν τέχνῃ μάλιστα ἐπάλαισε, καταπαλαίσαντι δὲ αὐτῷ τοὺς παῖδας προσαναστῆσαι καὶ τὸν παιδοτρίβην ὑπὸ Ἠλείων ἐδόθη: τὸν δὲ ἀνδριάντα ἐποίησε Σικυώνιος Κάνθαρος, Ἀλέξιδος μὲν πατρός, διδασκάλου δὲ ὢν Εὐτυχίδου. [7] Εὐπολέμου δὲ Ἠλείου τὴν μὲν εἰκόνα Σικυώνιος εἴργασται Δαίδαλος: τὸ δὲ ἐπίγραμμα τὸ ἐπ᾽ αὐτῷ μηνύει σταδίου μὲν ἀνδρῶν Ὀλυμπίασι νίκην ἀνελέσθαι τὸν Εὐπόλεμον, εἶναι δὲ καὶ δύο Πυθικοὺς αὐτῷ πεντάθλου στεφάνους καὶ ἄλλον Νεμείων. λέγεται δὲ ἐπὶ τῷ Εὐπολέμῳ καὶ τάδε, ὡς ἐφεστήκοιεν τρεῖς ἐπὶ τῷ δρόμῳ τῷ πέρατι Ἑλλανοδίκαι, νικᾶν δὲ τῷ μὲν Εὐπολέμῳ δύο ἐξ αὐτῶν δοῖεν, ὁ τρίτος δὲ Ἀμβρακιώτῃ Λέοντι, καὶ ὡς χρημάτων καταδικάσαιτο ὁ Λέων ἐπὶ τῆς Ὀλυμπικῆς βουλῆς ἑκατέρου τῶν Ἑλλανοδικῶν οἳ νικᾶν τὸν Εὐπόλεμον ἔγνωσαν.
[8] Οἰβώτα δὲ τὸν μὲν ἀνδριάντα Ἀχαιοὶ κατὰ πρόσταγμα ἀνέθεσαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος ἐπὶ Ὀλυμπιάδος ὀγδοηκοστῆς: ἡ δὲ τοῦ σταδίου νίκη τῷ Οἰβώτᾳ γέγονεν Ὀλυμπιάδι ἕκτῃ. πῶς ἂν οὖν τήν γε ἐν Πλαταιαῖς μάχην μεμαχημένος ὁ Οἰβώτας εἴη μετὰ Ἑλλήνων; πέμπτῃ γὰρ ἐπὶ τῇ ἑβδομηκοστῇ Ὀλυμπιάδι τὸ πταῖσμα ἐγένετο τὸ ἐν Πλαταιαῖς Μαρδονίῳ καὶ Μήδοις. ἐμοὶ μὲν οὖν λέγειν μὲν τὰ ὑπὸ Ἑλλήνων λεγόμενα ἀνάγκη, πείθεσθαι δὲ πᾶσιν οὐκέτι ἀνάγκη. τὰ δὲ ἄλλα ὁποῖα τὰ συμβάντα ἦν ἐς τὸν Οἰβώταν, τῇ ἐς Ἀχαιοὺς προσέσται μοι συγγραφῇ.
[9] Ἀντιόχου δὲ ἀνδριάντα ἐποίησε μὲν Νικόδαμος, γένος δὲ ὁ Ἀντίοχος ἦν ἐκ Λεπρέου: παγκρατίῳ δὲ ἄνδρας ἐν Ὀλυμπίᾳ μὲν ἐκράτησεν ἅπαξ, ἐν Ἰσθμῷ δὲ καὶ Νεμέᾳ δὶς πεντάθλῳ ἐν ἑκατέρῳ τῷ ἀγῶνι. οὐ γάρ τι Ἰσθμίων Λεπρεάταις δεῖμα ὥσπερ γε αὐτοῖς ἐστιν Ἠλείοις, ἐπεὶ Ὕσμωνί γε τῷ Ἠλείῳ — πλησίον δὲ τοῦ Ἀντιόχου καὶ Ὕσμων οὗτος ἕστηκε — τούτῳ τῷ ἀνδρὶ ἀθλήσαντι πένταθλον ἥ τε Ὀλυμπικὴ νίκη καὶ Νεμείων γέγονεν ἡ ἑτέρα, Ἰσθμίων δὲ δῆλα ὡς καὶ οὗτος κατὰ ταὐτὰ Ἠλείοις τοῖς ἄλλοις εἴργετο.
[10] λέγεται δὲ παιδὶ ἔτι ὄντι τῷ Ὕσμωνι κατασκῆψαι ῥεῦμα ἐς τὰ νεῦρα, καὶ αὐτὸν ἐπὶ τούτῳ μελετῆσαι πένταθλον, ἵνα δὴ ἐκ τῶν πόνων ὑγιής τε καὶ ἄνοσος ἀνὴρ εἴη: τῷ δὲ ἄρα τὸ μάθημα καὶ νίκας ἔμελλεν ἐπιφανεῖς οὕτω παρασκευάσειν. ὁ δὲ ἀνδριὰς αὐτῷ Κλέωνος μέν ἐστιν ἔργον, ἔχει δὲ ἁλτῆρας ἀρχαίους. [11] μετὰ δὲ Ὕσμωνα παλαιστὴς παῖς ἐξ Ἡραίας ἀνάκειται τῆς Ἀρκάδων, Νικόστρατος Ξενοκλείδου: Παντίας δὲ αὐτῷ τὴν εἰκόνα ἐποίησεν, ὃς ἀπὸ Ἀριστοκλέους τοῦ Σικυωνίου καταριθμουμένῳ τοὺς διδαχθέντας ἕβδομος ἀπὸ τούτου ἦν μαθητής.
Δίκων δὲ ὁ Καλλιβρότου πέντε μὲν Πυθοῖ δρόμου νίκας, τρεῖς δὲ ἀνείλετο Ἰσθμίων, τέσσαρας δὲ ἐν Νεμέᾳ, καὶ Ὀλυμπικὰς μίαν μὲν ἐν παισί, δύο δὲ ἄλλας ἀνδρῶν: καί οἱ καὶ ἀνδριάντες ἴσοι ταῖς νίκαις εἰσὶν ἐν Ὀλυμπίᾳ. παιδὶ μὲν δὴ ὄντι αὐτῷ Καυλωνιάτῃ, καθάπερ γε καὶ ἦν, ὑπῆρξεν ἀναγορευθῆναι: τὸ δὲ ἀπὸ τούτου Συρακούσιον αὑτὸν ἀνηγόρευσεν ἐπὶ χρήμασι. [12] Καυλωνία δὲ ἀπῳκίσθη μὲν ἐς Ἰταλίαν ὑπὸ Ἀχαιῶν, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Τύφων Αἰγιεύς: Πύρρου δὲ τοῦ Αἰακίδου καὶ Ταραντίνων ἐς τὸν πρὸς Ῥωμαίους πόλεμον καταστάντων ἄλλαι τε τῶν ἐν Ἰταλίᾳ πόλεων ἐγένοντο αἱ μὲν ὑπὸ Ῥωμαίων, αἱ δὲ ὑπὸ τῶν Ἠπειρωτῶν ἀνάστατοι, κατέλαβε δὲ ἐς ἅπαν ἐρημωθῆναι καὶ τὴν Καυλωνίαν ἁλοῦσαν ὑπὸ Καμπανῶν, οἳ Ῥωμαίοις μεγίστη τοῦ συμμαχικοῦ μοῖρα ἦσαν. [13] ἐπὶ δὲ τῷ Δίκωνι ἀνάκειται μὲν Ξενοφῶν Μενεφύλου παγκρατιαστὴς ἀνὴρ ἐξ Αἰγίου τῆς Ἀχαιῶν, ἀνάκειται δὲ Πυριλάμπης Ἐφέσιος λαβὼν δολίχου νίκην. τοῦ μὲν δὴ τὴν εἰκόνα ἐποίησεν Ὄλυμπος, Πυριλάμπει δὲ ὁμώνυμος καὶ ὁ πλάστης, γένος δὲ οὐ Σικυώνιος, ἀλλὰ ἐκ Μεσσήνης τῆς ὑπὸ τῇ Ἰθώμῃ.
[14] Λύσανδρον δὲ τὸν Ἀριστοκρίτου Σπαρτιάτην ἀνέθεσαν ἐν Ὀλυμπίᾳ Σάμιοι, καὶ αὐτοῖς τὸ μὲν πρότερον τῶν ἐπιγραμμάτων ἐστὶν “ἐν πολυθαήτῳ τεμένει Διὸς ὑψιμέδοντος
ἕστηκ᾽ ἀνθέντων δημοσίᾳ Σαμίων:
“τοῦτο μὲν δὴ τοὺς τὸ ἀνάθημα ἀναθέντας μηνύει, τὸ δ᾽ ἐφεξῆς ἐς αὐτὸν ἔπαινός ἐστι Λύσανδρον:”ἀθάνατον πάτρᾳ καὶ Ἀριστοκρίτῳ κλέος ἔργων,
Λύσανδρ᾽, ἐκτελέσας δόξαν ἔχεις ἀρετᾶς.
“δῆλοι οὖν εἰσιν οἵ τε Σάμιοι καὶ οἱ ἄλλοι Ἴωνες,
[15] κατὰ τὸ λεγόμενον ὑπ᾽ αὐτῶν Ἰώνων, τοὺς τοίχους τοὺς δύο ἐπαλείφοντες. Ἀλκιβιάδου μέν γε τριήρεσιν Ἀθηναίων περὶ Ἰωνίαν ἰσχύοντος ἐθεράπευον αὐτὸν Ἰώνων οἱ πολλοί, καὶ εἰκὼν Ἀλκιβιάδου χαλκῆ παρὰ τῇ Ἥρᾳ τῇ Σαμίων ἐστὶν ἀνάθημα: ὡς δὲ ἐν Αἰγὸς ποταμοῖς ἑάλωσαν αἱ ναῦς αἱ Ἀττικαί, Σάμιοι μὲν ἐς Ὀλυμπίαν τὸν Λύσανδρον, Ἐφέσιοι δὲ ἐς τὸ ἱερὸν ἀνετίθεσαν τῆς Ἀρτέμιδος Λύσανδρόν τε αὐτὸν καὶ Ἐτεό�
�ικον καὶ Φάρακα καὶ ἄλλους Σπαρτιατῶν ἥκιστα ἔς γε τὸ Ἑλληνικὸν γνωρίμους. [16] μεταπεσόντων δὲ αὖθις τῶν πραγμάτων καὶ Κόνωνος κεκρατηκότος τῇ ναυμαχίᾳ περὶ Κνίδον καὶ ὄρος τὸ Δώριον ὀνομαζόμενον, οὕτω μετεβάλλοντο οἱ Ἴωνες, καὶ Κόνωνα ἀνακείμενον χαλκοῦν καὶ Τιμόθεον ἐν Σάμῳ τε ἔστιν ἰδεῖν παρὰ τῇ Ἥρᾳ καὶ ὡσαύτως ἐν Ἐφέσῳ παρὰ τῇ Ἐφεσίᾳ θεῷ. ταῦτα μέν ἐστιν ἔχοντα οὕτω τὸν ἀεὶ χρόνον, καὶ Ἴωσιν ὡσαύτως οἱ πάντες ἄνθρωποι θεραπεύουσι τὰ ὑπερέχοντα τῇ ἰσχύι.
4. ἔχεται δὲ τοῦ Λυσάνδρου τῆς εἰκόνος Ἐφέσιός τε πύκτης τοὺς ἐλθόντας κρατήσας τῶν παίδων — ὄνομα δέ οἱ ἦν Ἀθήναιος — καὶ Σικυώνιος Σώστρατος παγκρατιαστὴς ἀνήρ, ἐπίκλησις δὲ ἦν Ἀκροχερσίτης αὐτῷ: παραλαμβανόμενος γὰρ ἄκρων τοῦ ἀνταγωνιζομένου τῶν χειρῶν ἔκλα, καὶ οὐ πρότερον ἀνίει πρὶν ἢ αἴσθοιτο ἀπαγορεύσαντος. [2] γεγόνασι δὲ αὐτῷ Νεμείων μὲν νῖκαι καὶ Ἰσθμίων ἀναμὶξ δυόδεκα, Ὀλυμπίασι δὲ καὶ Πυθοῖ, τῇ μὲν δύο, τρεῖς δὲ ἐν Ὀλυμπίᾳ. τὴν τετάρτην δὲ Ὀλυμπιάδα ἐπὶ ταῖς ἑκατόν — πρώτην γὰρ δὴ ἐνίκησεν ὁ Σώστρατος ταύτην — οὐκ
ἀναγράφουσιν οἱ Ἠλεῖοι, διότι μὴ αὐτοὶ τὸν ἀγῶνα ἀλλὰ Πισαῖοι καὶ Ἀρκάδες ἔθεσαν ἀντ᾽ αὐτῶν. [3] παρὰ δὲ τὸν Σώστρατον παλαιστὴς ἀνὴρ πεποίηται Λεοντίσκος, ἐκ Σικελίας τε ὢν γένος καὶ ἀπὸ τῆς ἐν τῷ πορθμῷ Μεσσήνης: στεφανωθῆναι δὲ ὑπό τε Ἀμφικτυόνων καὶ δὶς ὑπὸ Ἠλείων, εἶναι δὲ αὐτῷ λέγεται τὴν πάλην καθὰ δὴ καὶ τὸ παγκράτιον τῷ Σικυωνίῳ Σωστράτῳ: καὶ γὰρ τὸν Λεοντίσκον καταβαλεῖν μὲν οὐκ ἐπίστασθαι τοὺς παλαίοντας, νικᾶν δὲ αὐτὸν κλῶντα τοὺς δακτύλους. [4] τὸν δὲ ἀνδριάντα Πυθαγόρας ἐποίησεν ὁ Ῥηγῖνος, εἴπερ τις καὶ ἄλλος ἀγαθὸς τὰ ἐς πλαστικήν. διδαχθῆναι δὲ παρὰ Κλεάρχῳ φασὶν αὐτόν, Ῥηγίνῳ μὲν καὶ αὐτῷ, μαθητῇ δὲ Εὐχείρου: τὸν δὲ Εὔχειρον εἶναι Κορίνθιον, φοιτῆσαι δὲ ὡς Συάδραν τε καὶ Χάρταν Σπαρτιάτας. [5] ὁ δὲ παῖς ὁ ἀναδούμενος ταινίᾳ τὴν κεφαλὴν ἐπεισήχθω μοι καὶ οὗτος ἐς τὸν λόγον Φειδίου τε ἕνεκα καὶ τῆς ἐς τὰ ἀγάλματα τοῦ Φειδίου σοφίας, ἐπεὶ ἄλλως γε οὐκ ἴσμεν ὅτου τὴν εἰκόνα ὁ Φειδίας ἐποίησε. Σάτυρος δὲ Ἠλεῖος Λυσιάνακτος πατρός, γένους δὲ τοῦ Ἰαμιδῶν, ἐν Νεμέᾳ πεντάκις ἐνίκησε πυκτεύων καὶ Πυθοῖ τε δὶς καὶ δὶς ἐν Ὀλυμπίᾳ: τέχνη δὲ Ἀθηναίου Σιλανίωνος ὁ ἀνδριάς ἐστι. πλάστης δὲ ἄλλος τῶν Ἀττικῶν Πολυκλῆς, Σταδιέως μαθητὴς Ἀθηναίου, πεποίηκε παῖδα Ἐφέσιον παγκρατιαστήν, Ἀμύνταν Ἑλλανίκου.
[6] Χίλωνι δὲ Ἀχαιῷ Πατρεῖ δύο μὲν Ὀλυμπικαὶ νῖκαι πάλης ἀνδρῶν, μία δὲ ἐγένετο ἐν Δελφοῖς, τέσσαρες δὲ ἐν Ἰσθμῷ καὶ Νεμείων τρεῖς: ἐτάφη δὲ ὑπὸ τοῦ κοινοῦ τῶν Ἀχαιῶν, καί οἱ καὶ τοῦ βίου συνέπεσεν ἐν πολέμῳ τὴν τελευτὴν γενέσθαι. μαρτυρεῖ δέ μοι καὶ τὸ ἐπίγραμμα τὸ ἐν Ὀλυμπίᾳ:”μουνοπάλης νικῶ δὶς Ὀλύμπια Πύθιά τ᾽ ἄνδρας,
τρὶς Νεμέᾳ, τετράκις δ᾽ Ἰσθμῷ ἐν ἀγχιάλῳ,
Χίλων Χίλωνος Πατρεύς, ὃν λαὸς Ἀχαιῶν
ἐν πολέμῳ φθίμενον θάψ᾽ ἀρετῆς ἕνεκεν.
“τὸ μὲν δὴ ἐπίγραμμα ἐπὶ τοσοῦτο ἐδήλωσεν:
[7] εἰ δὲ Λυσίππου τοῦ ποιήσαντος τὴν εἰκόνα τεκμαιρόμενον τῇ ἡλικίᾳ συμβαλέσθαι δεῖ με τὸν πόλεμον ἔνθα ὁ Χίλων ἔπεσεν, ἤτοι ἐς Χαιρώνειαν Ἀχαιοῖς τοῖς πᾶσιν ὁμοῦ στρατεύσασθαι ἢ ἰδίᾳ κατ᾽ ἀρετήν τε καὶ τόλμαν Ἀχαιῶν μόνος Ἀντιπάτρου μοι καὶ Μακεδόνων ἐναντία ἀγωνίσασθαι περὶ Λάμιαν φαίνεται τὴν ἐν Θεσσαλίᾳ. [8] ἐφεξῆς δὲ τοῦ Χίλωνος δύο ἀνάκεινται: τῷ μὲν Μολπίων ἐστὶν ὄνομα, στεφανωθῆναι δὲ τὸ ἐπίγραμμά φησιν αὐτὸν ὑπὸ Ἠλείων: τὸν δὲ ἕτερον, ὅτῳ μηδέν ἐστιν ἐπίγραμμα, μνημονεύουσιν ὡς Ἀριστοτέλης ἐστὶν ὁ ἐκ τῶν Θρᾳκίων Σταγείρων, καὶ αὐτὸν ἤτοι μαθητὴς ἢ καὶ στρατιωτικὸς ἀνέθηκεν ἀνὴρ ἅτε παρὰ Ἀντιπάτρῳ καὶ πρότερον ἰσχύσαντα παρὰ Ἀλεξάνδρῳ.
[9] Σωδάμας δὲ ἐξ Ἀσσοῦ τῆς ἐν τῇ Τρῳάδι, κειμένης δὲ ὑπὸ τῇ Ἴδῃ, πρῶτος Αἰολέων τῶν ταύτῃ στάδιον Ὀλυμπίασιν ἐνίκησεν ἐν παισίν. παρὰ δὲ Σωδάμαν Ἀρχίδαμος ἕστηκεν ὁ Ἀγησιλάου, Λακεδαιμονίων βασιλεύς. πρὸ δὲ τοῦ Ἀρχιδάμου τούτου βασιλέως εἰκόνα οὐδενὸς ἔν γε τῇ ὑπερορίᾳ Λακεδαιμονίους ἀναθέντας εὕρισκον: Ἀρχιδάμου δὲ ἄλλων τε καὶ τῆς τελευτῆς ἐμοὶ δοκεῖν ἕνεκα ἀνδριάντα ἐς Ὀλυμπίαν ἀπέστειλαν, ὅτι ἐν βαρβάρῳ τε ἐπέλαβεν αὐτὸν τὸ χρεὼν καὶ βασιλέων μόνος τῶν ἐν Σπάρτῃ δῆλός ἐστιν ἁμαρτὼν τάφου. [10] ταῦτα μὲν δὴ καὶ ἐν τοῖς Σπαρτιατικοῖς λόγοις ἐς πλέον ἡμῖν δεδήλωται: Εὐάνθει δὲ Κυζικηνῷ γεγόνασι πυγμῆς νῖκαι, μία μὲν ἐν ἀνδράσιν Ὀλυμπική, Νεμείων δὲ ἐν παισὶ καὶ Ἰσθμίων. πεποίηται δὲ παρὰ τὸν Εὐάνθην ἀνήρ τε ἱπποτρόφος καὶ τὸ ἅρμα, ἀναβεβηκυῖα δὲ ἐπὶ τὸ ἅρμα παῖς παρθένος: ὄνομα μὲν Λάμπος τῷ ἀνδρί, πατρὶς δὲ ἦν αὐτῷ νεωτάτη τῶν ἐν Μακεδονίᾳ πόλεων, καλουμένη δὲ ἀπὸ τοῦ οἰκιστοῦ Φιλίππου τοῦ Ἀμύντου. [11] Κυνίσκῳ δὲ τῷ ἐκ Μαντινείας πύκτῃ παιδὶ ἐποίησε Πολύκλειτος τὴν εἰκόνα. Ἐργοτέλης δὲ ὁ Φιλάνορος δολίχου δύο ἐν Ὀλυμπίᾳ νίκας, τοσαύτας δὲ ἄλλας Πυθοῖ καὶ ἐν Ἰσθμῷ τε καὶ Νεμείων ἀνῃρημένος, οὐχ Ἱμεραῖος εἶναι τὸ ἐξ ἀρχῆς, καθάπερ γε τὸ ἐπίγραμμα �
�ὸ ἐπ᾽ αὐτῷ φησι, Κρὴς δὲ εἶναι λέγεται Κνώσσιος: ἐκπεσὼν δὲ ὑπὸ στασιωτῶν ἐκ Κνωσσοῦ καὶ ἐς Ἱμέραν ἀφικόμενος πολιτείας τ᾽ ἔτυχε καὶ πολλὰ εὕρετο ἄλλα ἐς τιμήν. ἔμελλεν οὖν ὡς τὸ εἰκὸς Ἱμεραῖος ἐν τοῖς ἀγῶσιν ἀναγορευθήσεσθαι.
5. ὁ δὲ ἐπὶ τῷ βάθρῳ τῷ ὑψηλᾷ Λυσίππου μέν ἐστιν ἔργον, μέγιστος δὲ ἁπάντων ἐγένετο ἀνθρώπων πλὴν τῶν ἡρώων καλουμένων καὶ εἰ δή τι ἄλλο ἦν πρὸ τῶν ἡρώων θνητὸν γένος: ἀνθρώπων δὲ τῶν καθ᾽ ἡμᾶς οὗτός ἐστιν ὁ μέγιστος Πουλυδάμας Νικίου. [2] Σκοτοῦσσα δὲ ἡ τοῦ Πουλυδάμαντας πατρὶς οὐκ ᾠκεῖτο ἔτι ἐφ᾽ ἡμῶν: Ἀλέξανδρος γὰρ τὴν πόλιν ὁ Φεραίων τυραννήσας κατέλαβεν ἐν σπονδαῖς, καὶ Σκοτουσσαίων τούς τε ἐς τὸ θέατρον συνειλεγμένους — ἔτυχε γάρ σφισι καὶ ἐκκλησία τηνικαῦτα οὖσα — τούτους τε ἅπαντας κατηκόντισε, πελτασταῖς ἐν κύκλῳ περισχὼν καὶ τοξόταις, καὶ τὸ ἄλλο ὅσον ἐν ἡλικίᾳ κατεφόνευσε, γυναῖκας δὲ ἀπέδοτο καὶ παῖδας, μισθὸν εἶναι τὰ χρήματα τοῖς ξένοις. [3] αὕτη Σκοτουσσαίοις ἡ συμφορὰ Φρασικλείδου μὲν Ἀθήνῃσιν ἐγένετο ἄρχοντος, δευτέρᾳ δὲ Ὀλυμπιάδι ἐπὶ ταῖς ἑκατόν, ἣν Δάμων Θούριος ἐνίκα τὸ δεύτερον, ταύτης ἔτει δευτέρῳ τῆς Ὀλυμπιάδος. καὶ ὀλίγον τε ἔμενε τὸ διαφυγὸν τῶν Σκοτουσσαίων καὶ αὖθις ὑπὸ ἀσθενείας ἐξέλιπον καὶ οὗτοι τὴν πόλιν, ὅτε καὶ τοῖς πᾶσιν Ἕλλησι προσπταῖσαι δεύτερα ἐν τῷ πρὸς Μακεδόνας πολέμῳ παρεσκεύασεν ὁ δαίμων. [4] παγκρατίου μὲν δὴ καὶ ἄλλοις ἤδη γεγόνασιν ἐπιφανεῖς νῖκαι: Πουλυδάμαντι δὲ τάδε ἀλλοῖα παρὰ τοὺς ἐπὶ τῷ παγκρατίῳ στεφάνους ὑπάρχοντά ἐστιν. ἡ ὀρεινὴ τῆς Θρᾴκης, ἡ ἔνδον Νέστου ποταμοῦ τοῦ ῥέοντος διὰ τῆς Ἀβδηριτῶν, καὶ ἄλλα θηρία, ἐν δὲ αὐτοῖς παρέχεται καὶ λέοντας, οἳ καὶ τῷ στρατῷ ποτε ἐπιθέμενοι τῷ Ξέρξου τὰς ἀγούσας καμήλους τὰ σιτία ἐλυμήναντο.