Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 161
Delphi Complete Works of Pausanias Page 161

by Pausanias


  [9] ἀπελθόντες δὲ ἑκουσίως καὶ ἐκ τῆς Κολοφωνίας, οὕτω γῆν τε ἔσχον, ἣν καὶ νῦν ἔτι ἔχουσι, καὶ κατεσκευάσαντο ἐν τῇ ἠπείρῳ Κλαζομενὰς πόλιν: ἐς δὲ τὴν νῆσον διέβησαν δὴ κατὰ τὸ Περσῶν δέος. Ἀλέξανδρος δὲ ἀνὰ χρόνον ἔμελλεν ὁ Φιλίππου χερρόνησον Κλαζομενὰς ἐργάσεσθαι χώματι ἐς τὴν νῆσον ἐκ τῆς ἠπείρου. τούτων τῶν Κλαζομενίων τὸ πολὺ οὐκ Ἴωνες, Κλεωναῖοι δὲ ἦσαν καὶ ἐκ Φλιοῦντος, ὅσοι Δωριέων ἐς Πελοπόννησον κατελθόντων ἐξέλιπον τὰς πόλεις: [10] οἱ δὲ Φωκαεῖς γένος μὲν τὸ ἀνέκαθέν εἰσιν ἐκ τῆς ὑπὸ τῷ Παρνασσῷ καλουμένης καὶ ἐς ἡμᾶς ἔτι Φωκίδος, οἳ Φιλογένει καὶ Δάμωνι ὁμοῦ τοῖς Ἀθηναίοις διέβησαν ἐς τὴν Ἀσίαν. τὴν χώραν δὲ οὐ πολέμῳ, κατὰ δὲ ὁμολογίαν λαμβάνουσι παρὰ Κυμαίων: Ἰώνων δὲ οὐ δεχομένων σφᾶς ἐς Πανιώνιον πρὶν ἢ τοῦ γένους βασιλέας τοῦ Κοδριδῶν λάβωσιν, οὕτω παρὰ Ἐρυθραίων καὶ ἐκ Τέω Δεοίτην καὶ Πέρικλον λαμβάνουσι καὶ Ἄβαρτον.

  4. αἱ δὲ ἐν ταῖς νήσοις εἰσὶν Ἰώνων πόλεις Σάμος ἡ ὑπὲρ Μυκάλης καὶ Χίος ἡ ἀπαντικρὺ τοῦ Μίμαντος. Ἄσιος δὲ ὁ Ἀμφιπτολέμου Σάμιος ἐποίησεν ἐν τοῖς ἔπεσιν ὡς Φοίνικι ἐκ Περιμήδης τῆς Οἰνέως γένοιτο Ἀστυπάλαια καὶ Εὐρώπη, Ποσειδῶνος δὲ καὶ Ἀστυπαλαίας εἶναι παῖδα Ἀγκαῖον, βασιλεύειν δὲ αὐτὸν τῶν καλουμένων Λελέγων: Ἀγκαίῳ δὲ τὴν θυγατέρα τοῦ ποταμοῦ λαβόντι τοῦ Μαιάνδρου Σαμίαν γενέσθαι Περίλαον καὶ Ἔνουδον καὶ Σάμον καὶ Ἀλιθέρσην καὶ θυγατέρα ἐπ᾽ αὐτῷ Παρθενόπην, Παρθενόπης δὲ τῆς Ἀγκαίου καὶ Ἀπόλλωνος Λυκομήδην γενέσθαι. [2] Ἄσιος μὲν ἐς τοσοῦτο ἐν τοῖς ἔπεσιν ἐδήλωσε: τότε δὲ οἱ τὴν νῆσον οἰκοῦντες ἀνάγκῃ πλέον ἐδέξαντο ἢ εὐνοίᾳ συνοίκους Ἴωνας. ἡγεμὼν δὲ ἦν τοῖς Ἴωσι Προκλῆς ὁ Πιτυρέως, αὐτός τε Ἐπιδαύριος καὶ Ἐπιδαυρίους ἦν τὸ πολὺ ἄγων, οἳ ὑπὸ Δηιφόντου καὶ Ἀργείων ἐκ τῆς Ἐπιδαυρίας ἐξεπεπτώκεσαν: τούτῳ τῷ Προκλεῖ γένος ἦν ἀπὸ Ἴωνος τοῦ Ξούθου. Ἄνδροκλος δὲ καὶ Ἐφέσιοι στρατεύουσιν ἐπὶ Λεώγορον τὸν Προκλέους, βασιλεύοντα μετὰ τὸν πατέρα ἐν Σάμῳ, καὶ μάχῃ νικήσαντες ἐξελαύνουσιν ἐκ τῆς νήσου Σαμίους: αἰτίαν δὲ ἐπέφερον μετὰ Καρῶν σφᾶς ἐπιβουλεύειν Ἴωσι. [3] Σαμίων δὲ τῶν φευγόντων οἱ μὲν ἐπὶ τῇ Θρᾴκῃ νῆσον ᾤκησαν, καὶ ἀπὸ τούτων τῆς ἐνοικήσεως Σαμοθρᾴκην τὴν νῆσον καλοῦσιν ἀντὶ Δαρδανίας: οἱ δὲ ὁμοῦ Λεωγόρῳ περὶ Ἀναίαν τὴν ἐν τῇ ἠπείρῳ τῇ πέραν βαλόμενοι τεῖχος, δέκα ἔτεσιν ὕστερον διαβάντες ἐν τῇ Σάμῳ τούς τε Ἐφεσίους ἐκβάλλουσι καὶ ἀνεσώσαντο τὴν νῆσον. [4] τὸ δὲ ἱερὸν τὸ ἐν Σάμῳ τῆς Ἥρας εἰσὶν οἳ ἱδρύσασθαί φασι τοὺς ἐν τῇ Ἀργοῖ πλέοντας, ἐπάγεσθαι δὲ αὐτοὺς τὸ ἄγαλμα ἐξ Ἄργους: Σάμιοι δὲ αὐτοὶ τεχθῆναι νομίζουσιν ἐν τῇ νήσῳ τὴν θεὸν παρὰ τῷ Ἰμβράσῳ ποταμῷ καὶ ὑπὸ τῇ λύγῳ τῇ ἐν τῷ Ἡραίῳ κατ᾽ ἐμὲ ἔτι πεφυκυίᾳ. εἶναι δ᾽ οὖν τὸ ἱερὸν τοῦτο ἐν τοῖς μάλιστα ἀρχαῖον ὃ οὐχ ἥκιστα ἄν τις καὶ ἐπὶ τῷ ἀγάλματι τεκμαίροιτο: ἔστι γὰρ δὴ ἀνδρὸς ἔργον Αἰγινήτου Σμίλιδος τοῦ Εὐκλείδου. οὗτος ὁ Σμῖλίς ἐστιν ἡλικίαν κατὰ Δαίδαλον, δόξης δὲ οὐκ ἐς τὸ ἴσον ἀφίκετο:

  [5] Δαιδάλῳ μὲν γὰρ γένους τε Ἀθήνῃσιν ὑπῆρχεν εἶναι τοῦ βασιλικοῦ τῶν καλουμένων Μητιονιδῶν καὶ ὁμοῦ τῇ τέχνῃ τῆς πλάνης τε ἕνεκα καὶ ἐπὶ ταῖς συμφοραῖς ἐπιφανέστερος ἐγένετο ἐς ἅπαντας ἀνθρώπους. ἀποκτείνας μὲν ἀδελφῆς παῖδα καὶ ἐπιστάμενος τὰ οἴκοι νόμιμα ἑκουσίως παρὰ Μίνω ἔφυγεν ἐς

  Κρήτην, καὶ αὐτῷ τε ἀγάλματα Μίνῳ καὶ τοῦ Μίνω ταῖς θυγατράσιν ἐποίησε, καθότι καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐδήλωσε: [6] καταγνωσθεὶς δὲ ἀδικεῖν ὑπὸ τοῦ Μίνω καὶ ἐς δεσμωτήριον ὁμοῦ τῷ παιδὶ ἐμβληθεὶς ἐκδιδράσκει τε ἐκ Κρήτης καὶ ἐς Ἴνυκον Σικελῶν πόλιν ἀφικνεῖται παρὰ Κώκαλον, καὶ πολέμου παρέσχε τοῖς Σικελοῖς αἰτίαν πρὸς τοὺς Κρῆτας, ὅτι ἐξαιτοῦντος Μίνω μὴ πρόοιτο αὐτὸν ὁ Κώκαλος: καὶ ἐς τοσοῦτο ὑπὸ τοῦ Κωκάλου τῶν θυγατέρων ἐσπουδάσθη κατὰ τὴν τέχνην, ὡς καὶ θάνατον τῷ Μίνῳ βουλεῦσαι τὰς γυναῖκας ἐς χάριν Δαιδάλου. [7] δῆλά τε ὡς ἀνὰ πᾶσαν μὲν τὴν Σικελίαν, ἐπὶ πλεῖστον δὲ καὶ Ἰταλίας ἀφίκετο τοῦ Δαιδάλου τὸ ὄνομα. ὁ δὲ Σμῖλις, ὅτι μὴ παρὰ Σαμίους καὶ ἐς τὴν Ἠλείαν, παρ᾽ ἄλλους γε οὐδένας φανερός ἐστιν ἀποδημήσας: ἐς τούτους δὲ ἀφίκετο, καὶ τὸ ἄγαλμα ἐν Σάμῳ τῆς Ἥρας ὁ ποιήσας ἐστὶν οὗτος. [8] * * Ἴωνι δὲ τῷ ποιήσαντι τραγῳδίαν ἐστὶν ἐν τῇ συγγραφῇ τοιάδε εἰρημένα, Ποσειδῶνα ἐς τὴν νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφῃ τε ἐνταῦθα συγγενέσθαι καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν, καὶ ἀπὸ τούτου Ποσειδῶνα τῷ παιδὶ ὄνομα θέσθαι Χίον: συγγενέσθαι δὲ αὐτὸν καὶ ἑτέρᾳ νύμφῃ, καὶ γενέσθαι οἱ παῖδας Ἄγελόν τε καὶ Μέλανα: ἀνὰ χρόνον δὲ καὶ Οἰνοπίωνα ἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἕπεσθαι δέ οἱ καὶ τοὺς παῖδας Τάλον καὶ Εὐάνθην καὶ Μέλανα καὶ Σάλαγόν τε καὶ Ἀθάμαντα.

  [9] ἀφίκοντο δὲ καὶ Κᾶρες ἐς τὴν νῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ Ἄβαντες ἐξ Εὐβοίας. Οἰνοπίωνος δὲ καὶ τῶν παίδων ἔλαβεν ὕστερον Ἄμφικλος τὴν ἀρχήν: ἀφίκετο δὲ ἐξ Ἱστιαίας ὁ Ἄμφικλος τῆς ἐν Εὐβοίᾳ κατὰ μάντευμα ἐκ Δελ
φῶν. Ἕκτωρ δὲ ἀπὸ Ἀμφίκλου τετάρτῃ γενεᾷ — βασιλείαν γὰρ ἔσχε καὶ οὗτος — ἐπολέμησεν Ἀβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῇ νήσῳ, καὶ τοὺς μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασεν ὑποσπόνδους. [10] γενομένης δὲ ἀπαλλαγῆς πολέμου Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐς μνήμην Ἕκτορι ὡς σφᾶς καὶ Ἴωσι δέοι συνθύειν ἐς Πανιώνιον: τρίποδα δὲ ἆθλον λαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίᾳ παρὰ τοῦ κοινοῦ φησι τοῦ Ἰώνων. τοσαῦτα εἰρηκότα ἐς Χίους Ἴωνα εὕρισκον: οὐ μέντοι ἐκεῖνό γε εἴρηκε, καθ᾽ ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐς Ἴωνας.

  5. Σμύρναν δὲ ἐν ταῖς δώδεκα πόλεσιν οὖσαν Αἰολέων καὶ οἰκουμένην τῆς χώρας, καθ᾽ ἃ καὶ ἐς ἐμὲ ἔτι πόλιν ἣν καλοῦσιν ἀρχαίαν, Ἴωνες ἐκ Κολοφῶνος ὁρμηθέντες ἀφελόμενοι τοὺς Αἰολεῖς ἔσχον: χρόνῳ δὲ ὕστερον καὶ Ἴωνες μετέδοσαν Σμυρναίοις τοῦ ἐν Πανιωνίῳ συλλόγου. Ἀλέξανδρος δὲ ὁ Φιλίππου τῆς ἐφ᾽ ἡμῶν πόλεως ἐγένετο οἰκιστὴς κατ᾽ ὄψιν ὀνείρατος: [2] Ἀλέξανδρον γὰρ θηρεύοντα ἐν τῷ ὄρει τῷ Πάγῳ, ὡς ἐγένετο ἀπὸ τῆς θήρας, ἀφικέσθαι πρὸς Νεμέσεων λέγουσιν ἱερόν, καὶ πηγῇ τε ἐπιτυχεῖν αὐτὸν καὶ πλατάνῳ πρὸ τοῦ ἱεροῦ, πεφυκυίᾳ δὲ ἐπὶ τοῦ ὕδατος. καὶ ὑπὸ τῇ πλατάνῳ καθεύδοντι κελεύειν φασὶν αὐτῷ τὰς Νεμέσεις ἐπιφανείσας πόλιν ἐνταῦθα οἰκίζειν καὶ ἄγειν ἐς αὐτὴν Σμυρναίους ἀναστήσαντα ἐκ τῆς προτέρας: [3] ἀποστέλλουσιν οὖν ἐς Κλάρον θεωροὺς οἱ Σμυρναῖοι περὶ τῶν παρόντων σφίσιν ἐρησομένους, καὶ αὐτοῖς ἔχρησεν ὁ θεός:”τρὶς μάκαρες κεῖνοι καὶ τετράκις ἄνδρες ἔσονται,

  οἳ Πάγον οἰκήσουσι πέρην ἱεροῖο Μέλητος.

  “οὕτω μετῳκίσαντο ἐθελονταὶ καὶ δύο Νεμέσεις νομίζουσιν ἀντὶ μιᾶς καὶ μητέρα αὐταῖς φασιν εἶναι Νύκτα, ἐπεὶ Ἀθηναῖοί γε τῇ ἐν Ῥαμνοῦντι θεῷ πατέρα λέγουσιν εἶναι Ὠκεανόν. [4] Ἴωσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεως ἡ χώρα, ἔχει δὲ καὶ ἱερὰ οἷα οὐχ ἑτέρωθι, πρῶτον μὲν τὸ τῆς Ἐφεσίας μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῷ ἄλλῳ πλούτῳ, δύο δὲ οὐκ ἐξειργασμένα Ἀπόλλωνος, τό τε ἐν Βραγχίδαις τῆς Μιλησίας καὶ ἐν Κλάρῳ τῇ Κολοφωνίων. δύο δὲ ἄλλους ἐν Ἰωνίᾳ ναοὺς ἐπέλαβεν ὑπὸ Περσῶν κατακαυθῆναι, τόν τε ἐν Σάμῳ τῆς Ἥρας καὶ ἐν Φωκαίᾳ τῆς Ἀθηνᾶς: θαῦμα δὲ ὅμως ἦσαν καὶ ὑπὸ τοῦ πυρὸς λελυμασμένοι.

  [5] ἡσθείης δ᾽ ἂν καὶ τῷ ἐν Ἐρυθραῖς Ἡρακλείῳ καὶ Ἀθηνᾶς τῷ ἐν Πριήνῃ ναῷ, τούτῳ μὲν τοῦ ἀγάλματος ἕνεκα, Ἡρακλείῳ δὲ τῷ ἐν Ἐρυθραῖς κατὰ ἀρχαιότητα: τὸ δὲ ἄγαλμα οὔτε τοῖς καλουμένοις Αἰγιναίοις οὔτε τῶν Ἀττικῶν τοῖς ἀρχαιοτάτοις ἐμφερές, εἰ δέ τι καὶ ἄλλο, ἀκριβῶς ἐστιν Αἰγύπτιον. σχεδία γὰρ ἦν ξύλων, καὶ ἐπ᾽ αὐτῇ ὁ θεὸς ἐκ Τύρου τῆς Φοινίκης ἐξέπλευσε: καθ᾽ ἥντινα δὲ αἰτίαν, οὐδὲ αὐτοὶ τοῦτο οἱ Ἐρυθραῖοι λέγουσιν. [6] ὡς δὲ ἐς τὴν θάλασσαν ἀφίκετο ἡ σχεδία τὴν Ἰώνων, φασὶν αὐτὴν ὁρμίσασθαι πρὸς ἄκρᾳ καλουμένῃ Μεσάτῃ: ἡ δὲ ἔστι μὲν τῆς ἠπείρου, τοῖς δὲ ἐκ τοῦ Ἐρυθραίων λιμένος ἐς νῆσον τὴν Χίων πλέουσι τοῦτό ἐστι μεσαίτατον. ἐπεὶ δὲ ἡ σχεδία κατὰ τὴν ἄκραν ἔσχεν, ἐνταῦθα πολὺν μὲν οἱ Ἐρυθραῖοι πόνον, οὐκ ἐλάσσονα δὲ ἔσχον οἱ Χῖοι ποιούμενοι σπουδὴν παρὰ σφᾶς καταγαγεῖν ἑκάτεροι τὸ ἄγαλμα: [7] τέλος δὲ Ἐρυθραῖος ἄνθρωπος, ᾧ βίος μὲν ἦν ἀπὸ θαλάσσης γεγονὼς καὶ ἄγρας ἰχθύων, διέφθαρτο δὲ ὑπὸ νόσου τοὺς ὀφθαλμούς, ὄνομα δέ οἱ Φορμίων ἦν, οὗτος ὁ ἁλιεὺς εἶδεν ὄψιν ὀνείρατος ὡς τὰς Ἐρυθραίων γυναῖκας ἀποκείρασθαι δέοι τὰς κόμας καὶ οὕτω τοὺς ἄνδρας πλεξαμένους κάλον ἐκ τῶν τριχῶν τὴν σχεδίαν παρὰ σφᾶς κατάξειν. αἱ μὲν δὴ ἀσταὶ τῶν γυναικῶν οὐδαμῶς ὑπακούειν τῷ ὀνείρατι ἐβούλοντο: [8] ὁπόσαι δὲ τοῦ Θρᾳκίου γένους ἐδούλευον καὶ οὔσαις σφίσιν ἐλευθέραις ἦν ἐνταῦθα βίος, ἀποκεῖραι παρέχουσιν αὑτάς: καὶ οὕτως οἱ Ἐρυθραῖοι τὴν σχεδίαν καθέλκουσιν. ἔσοδός τε δὴ ταῖς Θρᾴσσαις ἐς τὸ Ἡράκλειόν ἐστι γυναικῶν μόναις, καὶ τὸ καλῴδιον τὸ ἐκ τῶν τριχῶν καὶ ἐς ἐμὲ ἔτι οἱ ἐπιχώριοι φυλάσσουσι: καὶ δὴ καὶ τὸν ἁλιέα οἱ αὐτοὶ οὗτοι ἀναβλέψαι τε καὶ ὁρᾶν τὸ λοιπὸν τοῦ βίου φασίν. [9] ἔστι δὲ ἐν Ἐρυθραῖς καὶ Ἀθηνᾶς Πολιάδος ναὸς καὶ ἄγαλμα ξύλου μεγέθει μέγα καθήμενόν τε ἐπὶ θρόνου καὶ ἠλακάτην ἐν ἑκατέρᾳ τῶν χειρῶν ἔχει καὶ ἐπὶ τῆς κεφαλῆς πόλον: τοῦτο Ἐνδοίου τέχνην καὶ ἄλλοις ἐτεκμαιρόμεθα εἶναι καὶ ἐς τὴν ἐργασίαν ὁρῶντες ἔνδον τοῦ ἀγάλματος καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς Χάρισί τε καὶ Ὥραις, αἳ πρὶν ἐσελθεῖν ἑστήκασιν ἐν ὑπαίθρῳ λίθου λευκοῦ. ἐποιήθη δὲ καὶ κατ᾽ ἐμὲ Σμυρναίοις ἱερὸν Ἀσκληπιοῦ μεταξὺ Κορυφῆς τε ὄρους καὶ θαλάσσης ἀμιγοῦς ὕδατι ἀλλοίῳ. [10] ἡ δὲ Ἰωνία παρὲξ τῶν τε ἱερῶν καὶ τῆς τοῦ ἀέρος κράσεως παρέχεται καὶ ἄλλα ἐς συγγραφήν, ἡ μέν γε Ἐφεσία χώρα τόν τε Κέγχριον ποταμὸν καὶ τοῦ Πίονος τοῦ ὄρους τὴν φύσιν καὶ πηγὴν τὴν Ἁλιταίαν: ἐν δὲ τῇ Μιλησίᾳ πηγή τέ ἐστι Βιβλὶς καὶ ὅσα ἐς τῆς Βιβλίδος τὸν ἔρωτα ᾁδουσιν: ἐν δὲ τῇ Κολοφωνίων ἄλσος τε τοῦ Ἀπόλλωνος, δένδρα μελίαι, καὶ οὐ πόρρω τοῦ ἄλσους Ἄλης ποταμὸς ψυχρότατος τῶν ἐν Ἰωνίᾳ.

  [11] Λεβεδίοις δὲ τὰ λουτρὰ ἐν τῇ γῇ θαῦμα ἀνθρώποις ὁμοῦ καὶ ὠφέ�
�εια γίνεται: ἔστι δὲ καὶ Τηίοις ἐπὶ τῇ ἄκρᾳ λουτρὰ τῇ Μακρίᾳ, τὰ μὲν ἐπὶ τῷ κλύδωνι ἐν πέτρας χηραμῷ, τὰ δὲ καὶ ἐς ἐπίδειξιν πλούτου πεποιημένα. Κλαζομενίοις δὲ λουτρά ἐστιν — ἐν δὲ αὐτοῖς Ἀγαμέμνων ἔχει τιμάς — καὶ ἄντρον μητρός σφισι Πύρρου καλούμενον, καὶ λόγον ἐπὶ τῷ Πύρρῳ λέγουσι τῷ ποιμένι: [12] Ἐρυθραίοις δὲ ἔστι μὲν χώρα Χαλκίς, ἀφ᾽ ἧς καὶ τῶν φυλῶν σφισιν ἡ τρίτη τὸ ὄνομα ἔσχηκεν, ἔστι δὲ τῆς Χαλκίδος κατατείνουσα ἐς τὸ πέλαγος ἄκρα καὶ ἐν αὐτῇ λουτρὰ θαλάσσια, μάλιστα τῶν ἐν Ἰωνίᾳ λουτρῶν ὠφέλιμα ἀνθρώποις. Σμυρναίοις δὲ ποταμὸς Μέλης ὕδωρ ἐστὶ κάλλιστον καὶ σπήλαιον ἐπὶ ταῖς πηγαῖς, ἔνθα Ὅμηρον ποιῆσαι τὰ ἔπη λέγουσι: [13] Χίοις δὲ ὁ τοῦ Οἰνοπίωνος τάφος θέαν τε παρέχεται καί τινας καὶ λόγους ἐς τοῦ Οἰνοπίωνος τὰ ἔργα: Σαμίοις δὲ κατὰ τὴν ὁδὸν τὴν ἐς τὸ Ἡραῖον τὸ Ῥαδίνης καὶ Λεοντίχου μνῆμά ἐστι, καὶ τοῖς ὑπὸ ἔρωτος ἀνιωμένοις εὔχεσθαι καθέστηκεν ἰοῦσιν ἐπὶ τὸ μνῆμα.

  τὰ μὲν δὴ ἐν Ἰωνίᾳ θαύματα πολλά τε καὶ οὐ πολλῷ τινι τῶν ἐν τῇ Ἑλλάδι ἀποδέοντά ἐστιν:

  6. τότε δὲ ἀπεληλυθότων Ἰώνων τήν τε γῆν οἱ Ἀχαιοὶ τὴν Ἰώνων διελάγχανον καὶ ἐσῳκίζοντο ἐς τὰς πόλεις. αἱ δὲ δύο τε καὶ δέκα ἦσαν ἀριθμόν, ὁπόσαι γε καὶ ἐς ἅπαν τὸ Ἑλληνικὸν γνώριμοι, Δύμη μὲν πρὸς Ἤλιδος πρώτη, μετὰ δὲ αὐτὴν Ὤλενος καὶ Φαραὶ καὶ Τρίτεια καὶ Ῥύπες καὶ Αἴγιον καὶ Κερύνεια καὶ Βοῦρα, ἐπὶ ταύταις δὲ Ἑλίκη καὶ Αἰγαί τε καὶ Αἴγειρα καὶ Πελλήνη πρὸς τῆς Σικυωνίας ἐσχάτη: ἐς ταύτας οἱ Ἀχαιοὶ καὶ οἱ βασιλεῖς αὐτῶν ἐσῳκίζοντο πρότερον ἔτι ὑπὸ Ἰώνων οἰκουμένας. [2] ἦσαν δὲ οἱ τὸ μέγιστον ἐν τοῖς Ἀχαιοῖς ἔχοντες κράτος οἵ τε Τισαμενοῦ παῖδες Δαϊμένης καὶ Σπάρτων καὶ Τέλλις τε καὶ Λεοντομένης: Κομήτης δὲ ὁ πρεσβύτατος τῶν Τισαμενοῦ παίδων πρότερον ἔτι διεβεβήκει ναυσὶν ἐς τὴν Ἀσίαν. οὗτοί τε δὴ τηνικαῦτα ἐν τοῖς Ἀχαιοῖς ἐδυνάστευον καὶ Δαμασίας ὁ Πενθίλου τοῦ Ὀρέστου, τοῖς Τισαμενοῦ παισὶν ἀνεψιὸς πρὸς πατρός. ἴσχυον δὲ ἐπ᾽ ἴσης τοῖς κατειλεγμένοις καὶ Ἀχαιῶν τῶν ἐκ Λακεδαίμονος Πρευγένης καὶ ὁ υἱός, ὄνομα δέ οἱ ἦν Πατρεύς: καί σφισιν ὑπὸ τῶν Ἀχαιῶν ἐδόθη κτίσασθαι πόλιν ἐν τῇ χώρᾳ, καὶ τὸ ὄνομα ἀπὸ τοῦ Πατρέως ἐτέθη τῇ πόλει. [3] τὰ δὲ ἐς πόλεμον τοιάδε ἦν τοῖς Ἀχαιοῖς. κατὰ μὲν τὴν ἐς Ἴλιον ἐπιστρατείαν Ἀγαμέμνονος Λακεδαίμονα ἔτι καὶ Ἄργος οἰκοῦντες μεγίστη τοῦ Ἑλληνικοῦ μοῖρα ἦσαν: κατὰ δὲ τὴν Ξέρξου καὶ Μήδων ἐπὶ τὴν Ἑλλάδα ὁδὸν οὔτε Λεωνίδᾳ τῆς ἐξόδου τῆς ἐς Θερμοπύλας εἰσὶν οἱ Ἀχαιοὶ δῆλοι μετεσχηκότες οὔτε Ἀθηναίοις ὁμοῦ καὶ Θεμιστοκλεῖ πρὸς Εὐβοίᾳ καὶ Σαλαμῖνι ναυμαχήσαντες, οὐδὲ σφᾶς κατάλογος συμμάχων ἔχει Λακωνικὸς ἢ Ἀττικός.

 

‹ Prev