by Pausanias
ὑμῖν κοιρανέων ἀγαθὸν καὶ πῆμα Φίλιππος.
ἤτοι ὁ μὲν πρότερος πόλεσιν λαοῖσί τ᾽ ἄνακτας
θήσει: ὁ δ᾽ ὁπλότερος τιμὴν ἀπὸ πᾶσαν ὀλέσσει,
δμηθεὶς ἑσπερίοισιν ὑπ᾽ ἀνδράσιν ἠῴοις τε.
“Ῥωμαῖοί τε δὴ τὰ πρὸς ἑσπέραν νεμόμενοι τῆς Εὐρώπης καθεῖλον τὴν Μακεδόνων ἀρχὴν καὶ τῶν ἐς τὸ συμμαχικὸν ταχθέντων Ἄτταλος τῆς ἐκ Περγάμου συλλεχθείσης ἡγεμὼν καὶ ἔτι ἐκ Μυσίας στρατιᾶς: πρὸς δὲ ἀνίσχοντα ἥλιον μᾶλλόν τι ἡ Μυσία τέτραπται.
9. τότε δὲ τῷ Μετέλλῳ καὶ τῇ ἄλλῃ πρεσβείᾳ μὴ ὑπεριδεῖν Λακεδαιμονίων ἤρεσε καὶ Ἀχαιῶν, τοὺς δὲ τὰς ἀρχὰς ἔχοντας ἐς τὸ συνέδριον ἠξίουν συγκαλέσαι τοὺς Ἀχαιούς, ἵνα ἐν κοινῷ διδάξωσιν αὐτοὺς ἠπιώτερον μεταχειρίζεσθαι τὰ ἐν Λακεδαίμονι. οἱ δέ σφισιν ἀπεκρίναντο μήτε ἐκείνοις Ἀχαιοὺς ἐς σύλλογον μήτε ἄλλῳ συνάξειν, ὅστις μὴ ἐπὶ τῷ πράγματι ἐφ᾽ ὅτῳ ποιεῖται τὴν πρόσοδον παρὰ τῆς Ῥωμαίων βουλῆς ἔχει δόγμα. Μέτελλος δὲ καὶ οἱ σὺν αὐτῷ ὑπὸ τῶν Ἀχαιῶν περιυβρίσθαι νομίζοντες, ἐπειδὴ ἀφίκοντο ἐς Ῥώμην, πολλὰ ἐπὶ τῆς βουλῆς καὶ οὐ τὰ πάντα ἀληθῆ κατηγόρουν τῶν Ἀχαιῶν. [2] τούτων δὲ πλείονα ἐνεκάλουν Ἀχαιοῖς Ἀρεὺς καὶ Ἀλκιβιάδας, ὡς Λακεδαιμόνιοι μὲν καὶ δόκιμοι τὰ μάλιστα ἐν τῇ Σπάρτῃ, τὰ δὲ ἐς Ἀχαιοὺς οὐ δίκαιοι: γενομένους γὰρ ὑπὸ Νάβιδος φυγάδας ὑπεδέξαντο αὐτοὺς οἱ Ἀχαιοὶ καὶ ἀποθανόντος Νάβιδος παρὰ γνώμην Λακεδαιμονίων τοῦ δήμου κατάγουσιν ἐς Σπάρτην. τότε οὖν ἀναβεβηκότες καὶ οὗτοι παρὰ τὴν βουλὴν προθυμότατα ἐνέκειντο Ἀχαιοῖς: Ἀχαιοὶ δέ σφισιν ἀπελθοῦσιν ἐπιβάλλουσιν ἐν τῷ συνεδρίῳ θάνατον ζημίαν. [3] Ῥωμαίων δὲ ἡ βουλὴ πέμπουσιν ἄλλους τε ἄνδρας καὶ Ἄππιον Λακεδαιμονίοις καὶ Ἀχαιοῖς τὰ δίκαια ὁρίσαι. Ἄππιος δὲ καὶ οἱ σὺν αὐτῷ ἔμελλον μὲν οὐδὲ ὀφθέντες Ἀχαιοῖς ἔσεσθαι καθ᾽ ἡδονήν, οἳ Ἀρέα καὶ Ἀλκιβιάδαν ἅμ᾽ αὐτοῖς ἐπήγοντο ἐν τῷ τότε Ἀχαιοῖς ἐχθίστους: ἐλύπησαν δὲ καὶ ἐς πλέον τοὺς Ἀχαιούς, ἐπειδὴ ἐς τὸν σύλλογον αὐτῶν ἐπελθόντες σὺν ὀργῇ μᾶλλον ἐποιοῦντο ἢ πειθοῖ τοὺς λόγους. [4] Λυκόρτας δὲ ὁ Μεγαλοπολίτης, οὔτε ἀξιώματι οὐδενὸς Ἀρκάδων ὕστερος καί τι καὶ φρόνημα κατὰ φιλίαν προσειληφὼς τὴν Φιλοποίμενος, λόγῳ τε ἀπέφαινε τὰ ὑπὲρ τῶν Ἀχαιῶν δίκαια καὶ ὁμοῦ τοῖς λόγοις καὶ μέμψιν τινὰ ὑπέτεινεν ἐς τοὺς Ῥωμαίους. Ἄππιος δὲ καὶ οἱ σὺν αὐτῷ Λυκόρταν λέγοντα ἐποιοῦντο ἐν χλευασμῷ καὶ Ἀρέως ἀποψηφίζονται καὶ Ἀλκιβιάδα μηδὲν ἀδίκημα ἐξ αὐτῶν ἐς Ἀχαιοὺς εἶναι, Λακεδαιμονίοις τε ἀποστεῖλαι πρέσβεις ἐφιᾶσιν ἐς Ῥώμην, ἐναντία ἐφιέντες ἢ Ῥωμαίοις συγκείμενα ἦν καὶ Ἀχαιοῖς: Ἀχαιῶν μὲν γὰρ εἴρητο ἀπὸ τοῦ κοινοῦ παρὰ τὴν Ῥωμαίων βουλὴν ἀπιέναι πρέσβεις, ἰδίᾳ δὲ ἀπείρητο μὴ πρεσβεύεσθαι τὰς πόλεις ὅσαι συνεδρίου τοῦ Ἀχαιῶν μετεῖχον. [5] ἀντιπρεσβευσαμένων δὲ καὶ Ἀχαιῶν Λακεδαιμονίοις καὶ λόγων ῥηθέντων ὑπὸ ἀμφοτέρων ἐπὶ τῆς βουλῆς, τοὺς αὐτοὺς ἀποστέλλουσιν αὖθις οἱ Ῥωμαῖοι Λακεδαιμονίοις γενέσθαι καὶ Ἀχαιοῖς δικαστάς, Ἄππιον καὶ ὅσοι σὺν ἐκείνῳ πρότερον ἐς τὴν Ἑλλάδα ἀφίκοντο. οἱ δὲ τούς τε ἐκβληθέντας ὑπὸ Ἀχαιῶν κατάγουσιν ἐς Σπάρτην καὶ ὅσων πρὸ κρίσεως ἀπελθόντων κατέγνωστο ὑπὸ τῶν Ἀχαιῶν ἀδικεῖν, καὶ τὰ ἐπὶ τούτοις τιμήματα ἔλυσαν: καὶ συντελείας μὲν Λακεδαιμονίους τῆς ἐς τὸ Ἀχαϊκὸν οὐκ ἀφιᾶσι, περὶ δὲ τῇ ἑκάστου ψυχῇ ξενικά σφισι διδόασιν εἶναι δικαστήρια, ὅσα δὲ ἄλλα ἐγκλήματα, λαμβάνειν τε αὐτοὺς καὶ ἐν τῷ Ἀχαϊκῷ ὑπέχειν τὰς κρίσεις. ἐτειχίσθη δὲ καὶ ἐξ ἀρχῆς αὖθις Σπαρτιάταις ὁ κύκλος τοῦ ἄστεως. [6] Λακεδαιμονίων δὲ οἱ κατελθόντες, βουλεύοντες παντοῖα ἐπὶ Ἀχαιοῖς, λυπήσειν σφᾶς ἐπὶ τοιῷδε μάλιστα ἤλπιζον. Μεσσηνίους τοὺς Φιλοποίμενι θανάτου συναιτίους γενέσθαι νομισθέντας καὶ κατὰ τὴν αἰτίαν ταύτην ὑπὸ Ἀχαιῶν ἐκπεπτωκότας, τούτους τε καὶ Ἀχαιῶν αὐτῶν τοὺς φεύγοντας ἀναβῆναι πείθουσιν ἐς Ῥώμην: σὺν δέ σφισιν ἀνεληλυθότες καὶ αὐτοὶ γενέσθαι τοῖς ἀνδράσιν ἔπρασσον κάθοδον. ἅτε δὲ τοῦ Ἀππίου Λακεδαιμονίοις συμπροθυμουμένου μεγάλως, Ἀχαιοῖς δὲ ἐπὶ παντὶ ἀντιβαίνοντος, ἔμελλεν οὐ χαλεπῶς Μεσσηνίων καὶ Ἀχαιῶν τοῖς φεύγουσι τὰ βουλεύματα ἐς δέον χωρήσειν: γράμματά τε αὐτίκα ὑπὸ τῆς βουλῆς ἔς τε Ἀθήνας κατεπέμπετο καὶ ἐς Αἰτωλίαν κατάγειν σφᾶς Μεσσηνίους καὶ Ἀχαιοὺς ἐπὶ τὰ οἰκεῖα. [7] τοῦτο Ἀχαιοὺς ἐς τὰ μάλιστα ἠνίασεν, ὡς οὔτε ἄλλως πάσχοντας δίκαια ὑπὸ Ῥωμαίων καὶ ἐς τὸ ἀνωφελὲς προϋπηργμένων σφίσιν ἐς αὐτούς, οἳ ἐπὶ τὰ Φιλίππου καὶ Αἰτωλῶν ἐναντία καὶ αὖθις Ἀντιόχου στρατεύσαντες χάριτι τῇ ἐς Ῥωμαίους ἐγίνοντο ὕστεροι φυγάδων ἀνθρώπων καὶ οὐ καθαρῶν χεῖρας: ὅμως δὲ εἴκειν σφίσιν ἐδόκει.
10. τότε μὲν δὴ ἐς τοσοῦτο ἐπράχθη: τολμημάτων δὲ τὸ ἀνοσιώτατον, τὴν πατρίδα καὶ ἄνδρας προδιδόναι πολίτας ἐπὶ οἰκείοις κέρδεσιν, ἔμελλε καὶ Ἀχαιοῖς κακῶν ἄρξειν, οὔποτε ἐκ τοῦ χρόνου παντὸς τὴν Ἑλλάδα ἐκλιπόν. ἐπὶ μέν γε Δαρείου τοῦ Ὑστάσπου βασιλεύοντος Περσῶν Ἴωσι τὰ πράγματα ἐφθάρη Σαμίων πλὴν ἑνός τε καὶ δέκα ἀνδρῶν τῶν ἄλλων τριηράρχων τὸ �
�αυτικὸν τὸ Ἰώνων προδόντων: [2] μετὰ δὲ Ἴωνας κεχειρωμένους ἠνδραποδίσαντο καὶ Ἐρέτριαν Μῆδοι, προδόται δὲ ἐγένοντο οἱ εὐδοκιμοῦντες μάλιστα ἐν Ἐρετρίᾳ Φίλαγρος Κυνέου καὶ Εὔφορβος Ἀλκιμάχου. Ξέρξῃ δὲ ἐπὶ τὴν Ἑλλάδα ἐλαύνοντι Θεσσαλία τε δι᾽ Ἀλευάδου προεδόθη, Θήβας δὲ Ἀτταγῖνος καὶ Τιμηγενίδας προδιδόασι φερόμενοι τὰ πρῶτα ἐν Θήβαις. Πελοποννησίων δὲ καὶ Ἀθηναίων πολεμησάντων Ξενίας Ἠλεῖος ἐπεχείρησεν Ἦλιν Λακεδαιμονίοις καὶ Ἄγιδι προδοῦναι, οἵ τε Λυσάνδρου καλούμενοι ξένοι χρόνον [3] οὐδένα ἀνίεσαν πατρίδας ἐγχειρίζοντες Λυσάνδρῳ τὰς ἑαυτῶν. κατὰ δὲ τὴν Φιλίππου βασιλείαν τοῦ Ἀμύντου Λακεδαίμονα πόλεων μόνην οὐ προδοθεῖσαν τῶν ἐν Ἕλλησιν εὕροι τις ἄν: αἱ δὲ ἄλλαι πόλεις αἱ ἐν τῇ Ἑλλάδι ὑπὸ προδοσίας μᾶλλον ἢ ὑπὸ νόσου πρότερον τῆς λοιμώδους ἐφθάρησαν. Ἀλεξάνδρῳ δὲ τῷ Φιλίππου παρέσχεν ἡ εὐτυχία μικρὰ ἀνδρῶν προδοτῶν καὶ οὐκ ἄξια λόγου προσδεηθῆναι. [4] ἐπεὶ δὲ τὸ ἐν Λαμίᾳ πταῖσμα ἐγένετο Ἕλλησιν, Ἀντίπατρος μέν, ἅτε διαβῆναι ποιούμενος σπουδὴν πρὸς τὸν ἐν τῇ Ἀσίᾳ πόλεμον, ἐβούλετο εἰρήνην ἐν τάχει συντίθεσθαι, καί οἱ διέφερεν οὐδὲν εἰ Ἀθήνας τε ἐλευθέραν καὶ τὴν πᾶσαν Ἑλλάδα ἀφήσει: Δημάδης δὲ καὶ ὅσον προδοτῶν Ἀθήνῃσιν ἄλλο ἦν, ἀναπείθουσιν Ἀντίπατρον μηδὲν ἐς Ἕλληνας φρονῆσαι φιλάνθρωπον, ἐκφοβήσαντες δὲ Ἀθηναίων τὸν δῆμον ἔς τε Ἀθήνας καὶ πόλεων τῶν ἄλλων τὰς πολλὰς ἐγένοντο αἴτιοι Μακεδόνων ἐσαχθῆναι φρουράς. [5] βεβαιοῖ δέ μοι καὶ τόδε τὸν λόγον: Ἀθηναῖοι γὰρ μετὰ τὸ ἀτύχημα τὸ ἐν Βοιωτοῖς οὐκ ἐγένοντο Φιλίππου κατήκοοι, ἁλόντων μέν σφισι δισχιλίων, ὡς ἐκρατήθησαν, παρὰ τὸ ἔργον, χιλίων δὲ φονευθέντων: ἐν Λαμίᾳ δὲ περὶ διακοσίους πεσόντων καὶ οὐ πλέον τι, Μακεδόσιν ἐδουλώθησαν. οὕτω μὲν οὔποτε τὴν Ἑλλάδα ἐπέλειπον οἱ ἐπὶ προδοσίᾳ νοσήσαντες: Ἀχαιοὺς δὲ ἀνὴρ Ἀχαιὸς Καλλικράτης τηνικαῦτα ἐς ἅπαν ἐποίει Ῥωμαίοις ὑποχειρίους. ἀρχὴ δέ σφισιν ἐγίνετο κακῶν Περσεὺς καὶ ἡ Μακεδόνων ἀρχὴ καταλυθεῖσα ὑπὸ Ῥωμαίων. [6] Περσεῖ τῷ Φιλίππου πρὸς Ῥωμαίους ἄγοντι εἰρήνην κατὰ συνθήκας, ἃς ὁ πατήρ οἱ Φίλιππος ἐποιήσατο, ἐπῆλθεν ὑπερβῆναι τοὺς ὅρκους καὶ ἐπί τε Σαπαίους καὶ Σαπαίων τὸν βασιλέα Ἀβρούπολιν στράτευμα ἀγαγὼν ἐποίησεν ἀναστάτους Ῥωμαίων συμμάχους ὄντας: Σαπαίων δὲ τούτων καὶ Ἀρχίλοχος ἐν ἰάμβῳ μνήμην ἔσχε.
[7] Μακεδόνων δὲ καὶ Περσέως κεχειρωμένων πολέμῳ διὰ τὸ ἐς Σαπαίους ἀδίκημα, ἄνδρες τῆς Ῥωμαίων βουλῆς δέκα ἐπέμφθησαν καταστησόμενοι πρὸς τὸ ἐπιτηδειότατον Ῥωμαίοις τὰ ἐν Μακεδονίᾳ. ἥκοντας δὲ ἐς τὴν Ἑλλάδα ὑπήρχετο ὁ Καλλικράτης οὔτε ἔργον τῶν ἐς τὴν κολακείαν οὔτε λόγον οὐδένα ἐς αὐτοὺς παριείς: ἕνα δέ τινα ἐξ αὐτῶν ἄνδρα οὐδαμῶς ἐς δικαιοσύνην πρόθυμον, τοῦτον τὸν ἄνδρα προσεποιήσατο ὁ Καλλικράτης ἐς τοσοῦτον ὥστε αὐτὸν καὶ ἐς τὸ συνέδριον ἐσελθεῖν τὸ Ἀχαιῶν ἔπεισεν. [8] ὁ δὲ ὡς ἐς τὸν σύλλογον ἐσῆλθεν, ἔλεγεν ὡς πολεμοῦντι πρὸς Ῥωμαίους Περσεῖ χρήματα οἱ δυνατώτατοι τῶν Ἀχαιῶν παράσχοιεν, συνάραιντο δὲ καὶ ἐς τὰ ἄλλα: ἐκέλευσεν οὖν καταγνῶναι τοὺς Ἀχαιοὺς θάνατον: εἰ δὲ ἐκεῖνοι καταγνοῖεν, τότε καὶ αὐτὸς τὰ ὀνόματα ἐρεῖν ἔφασκε τῶν ἀνδρῶν. λέγειν τε δὴ ἐδόκει παντάπασιν ἄδικα καὶ αὐτὸν ἠξίουν οἱ ἐς τὸν σύλλογον ἐληλυθότες ἤδη, εἰ Περσεῖ τὰ αὐτὰ Ἀχαιῶν τινες ἔπραξαν, ὀνομαστὶ αὐτῶν ἑκάστου μνησθῆναι, πρότερον δὲ οὐ σφᾶς καταγινώσκειν εἰκὸς εἶναι. [9] ἔνθα δὴ ὡς ἠλέγχετο ὁ Ῥωμαῖος, ἀπετόλμησεν εἰπεῖν ὡς οἱ ἐστρατηγηκότες Ἀχαιῶν ἐνέχονται πάντες τῇ αἰτίᾳ: πάντας γὰρ φρονῆσαι τὰ Μακεδόνων τε καὶ Περσέως. ὁ μὲν δὴ ταῦτα ἔλεγεν ὑπὸ διδασκαλίᾳ Καλλικράτους: ἀναστὰς δὲ μετ᾽ αὐτὸν Ξένων — ἦν δὲ ὁ Ξένων οὗτος οὐκ ἐλαχίστου λόγου παρὰ Ἀχαιοῖς—’οὕτως’ ἔφη ‘κατὰ τὴν αἰτίαν ἔχει ταύτην: ἐστρατήγησα μὲν Ἀχαιῶν καὶ ἐγώ, ἀδικίας δὲ οὐδὲν ἐς Ῥωμαίους οὔτε εὐνοίας μοι μέτεστιν ἐς Περσέα: καὶ τοῦδε ἕνεκα ἐθέλω μὲν ἐν συνεδρίῳ τῷ Ἀχαιῶν, ἐθέλω δὲ καὶ ἐν αὐτοῖς Ῥωμαίοις ὑπέχειν κρίσιν.’ ὁ μὲν δὴ ὑπὸ συνειδότος ἐπαρρησιάζετο ἀγαθοῦ: [10] ὁ δὲ ἐπελάβετο αὐτίκα ὁ Ῥωμαῖος τῆς προφάσεως, καὶ ὁπόσοις Καλλικράτης ἐπῆγεν αἰτίαν Περσεῖ σφᾶς φρονῆσαι τὰ αὐτά, ἀνέπεμπεν ἐν δικαστηρίῳ κρίσιν τῷ Ῥωμαίων ὑφέξοντας. ὃ μή πω κατειλήφει πρότερον Ἕλληνας: οὐδὲ γὰρ παρὰ Μακεδόνων οἱ ἰσχύσαντες μέγιστον, Φίλιππος Ἀμύντου καὶ Ἀλέξανδρος, τοὺς ἀνθεστηκότας σφίσιν Ἑλλήνων ἐς Μακεδονίαν ἐβιάσαντο ἀποσταλῆναι, διδόναι δὲ αὐτοὺς ἐν Ἀμφικτύοσιν εἴων λόγον. [11] τότε δὲ ἐκ τοῦ Ἀχαιῶν ἔθνους ὅντινα καὶ ἀναίτιον Καλλικράτης ἐθελήσειεν αἰτιάσασθαι, ἀνάγεσθαι πάντα τινὰ ἐκεκύρωτο ἐς Ῥώμην: καὶ ἐγένοντο ὑπὲρ χιλίους οἱ ἀναχθέντες. τούτους ὑπὸ Ἀχαιῶν οἱ Ῥωμαῖοι προκατεγνῶσθαι νομίζοντες ἔς τε Τυρσηνίαν καὶ ἐς τὰς ἐκεῖ διέπεμψαν πόλεις, καὶ Ἀχαιῶν ἄλλοτε ἄλλας ὑπὲρ τῶν ἀνδρῶν πρεσβείας τε καὶ ἱκεσίας ἐπιπεμπόντων λόγον ἐποιοῦντο οὐδένα. [12] ἑπτακαιδεκάτῳ δὲ ὕστερον ἔτει τριακοσίους ἢ καὶ ἐλάσσονας, οἳ μόνοι περὶ Ἰταλίαν Ἀχαιῶν ἔτι ἐλείποντο, ἀφιᾶσιν, �
�ποχρώντως κολασθῆναι σφᾶς ἡγούμενοι. ὅσοι δὲ ἀποδράντες ᾤχοντο ἢ εὐθὺς ἡνίκα ἀνήγοντο ἐς Ῥώμην ἢ ὕστερον ἐκ τῶν πόλεων ἐς ἃς ὑπὸ Ῥωμαίων ἐπέμφθησαν, πρόφασις οὐδεμία ἦν τούτους ἁλόντας μὴ ὑποσχεῖν δίκην.
11. Ῥωμαῖοι δὲ αὖθις ἄνδρα ἐκ τῆς βουλῆς καταπέμπουσιν ἐς τὴν Ἑλλάδα: ὄνομα μὲν τῷ ἀνδρὶ ἦν Γάλλος, ἀπέσταλτο δὲ Λακεδαιμονίοις καὶ Ἀργείοις ὑπὲρ γῆς ἀμφισβητουμένης γενέσθαι δικαστής. οὗτος ὁ Γάλλος ἐς τὸ Ἑλληνικὸν πολλὰ μὲν εἶπε, πολλὰ δὲ καὶ ἔπραξεν ὑπερήφανα, Λακεδαιμονίους δὲ καὶ Ἀργείους τὸ παράπαν ἔθετο ἐν χλευασίᾳ: [2] πόλεσι γὰρ ἐς τοσοῦτο ἡκούσαις ἀξιώματος καὶ ὑπὲρ τῶν ὅρων τῆς χώρας τὰ μὲν παλαιότερα ἐς οὐκ ἀφανῆ πόλεμον καὶ ἔργα οὕτως ἀφειδῆ προαχθείσαις, κριθείσαις δὲ καὶ ὕστερον παρὰ δικαστῇ κοινῷ Φιλίππῳ τῷ Ἀμύντου, αὐτὸς μέν σφισιν ὁ Γάλλος ἀπηξίωσε δικαστὴς καταστῆναι, Καλλικράτει δὲ ἁπάσης τῆς Ἑλλάδος ἀνδρὶ ἀλάστορι ἐπιτρέπει τὴν κρίσιν. [3] ἀφίκοντο δὲ ὡς τὸν Γάλλον καὶ Αἰτωλῶν οἱ Πλευρῶνα οἰκοῦντες, συντελείας τῆς ἐς Ἀχαιοὺς ἐθέλοντες ἄφεσιν εὕρασθαι: καὶ αὐτοῖς ἐπετράπη μὲν ὑπὸ τοῦ Γάλλου πρεσβείαν ἐπὶ σφῶν αὐτῶν ἰδίᾳ παρὰ Ῥωμαίους ἀποστεῖλαι, ἐπετράπη δὲ ὑπὸ Ῥωμαίων συνεδρίου τοῦ Ἀχαιῶν ἀποστῆναι. προσεπεστάλη δὲ ὑπὸ τῆς βουλῆς τῷ Γάλλῳ πόλεις ὁπόσας ἐστὶν οἷός τε ὡς πλείστας ἀφεῖναι συλλόγου τοῦ Ἀχαιῶν. [4] ὁ μὲν δὴ τὰ ἐντεταλμένα ἐποίει, Ἀθηναίων δὲ ὁ δῆμος ἀνάγκῃ πλέον ἢ ἑκουσίως διαρπάζουσιν Ὠρωπὸν ὑπήκοόν σφισιν οὖσαν: πενίας γὰρ ἐς τὸ ἔσχατον Ἀθηναῖοι τηνικαῦτα ἧκον ἅτε ὑπὸ Μακεδόνων πολέμῳ πιεσθέντες μάλιστα Ἑλλήνων. καταφεύγουσιν οὖν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι: καὶ δόξαντες παθεῖν οὐ δίκαια, καὶ ἐπεστάλη Σικυωνίοις ὑπὸ τῆς βουλῆς ἐπιβάλλειν σφᾶς Ἀθηναίοις ἐς Ὠρωπίους ζημίαν κατὰ τῆς βλάβης ἧς ἦρξαν τὴν ἀξίαν.