by Pausanias
Ὀρχομενίους Ἀρκάδας συνεδρίου τοῦ Ἀχαιῶν: γένους τε γὰρ αὐτοῖς οὐδὲν τοῦ Ἀχαιῶν μετεῖναι καὶ ὕστερον τὰς πόλεις προσχωρῆσαι ταύτας πρὸς τὸ Ἀχαϊκόν. [2] ταῦτα Ὀρέστου λέγοντος οἱ ἄρχοντες τῶν Ἀχαιῶν οὐδὲ τὸν πάντα ὑπομείναντες ἀκοῦσαι λόγον ἔθεον ἐς τὸ ἐκτὸς τῆς οἰκίας καὶ ἐκάλουν Ἀχαιοὺς ἐς ἐκκλησίαν: οἱ δὲ ὡς τὰ ἐγνωσμένα ἐπύθοντο ὑπὸ Ῥωμαίων, αὐτίκα ἐτρέποντο ἐπὶ τοὺς Σπαρτιάτας οἳ Κορίνθῳ τότε ἔτυχον ἐπιδημοῦντες, συνήρπαζον δὲ πάντα τινὰ καὶ ὃν Λακεδαιμόνιον σαφῶς ὄντα ἠπίσταντο καὶ ὅτῳ κουρᾶς ἢ ὑποδημάτων ἕνεκα ἢ ἐπὶ τῇ ἐσθῆτι ἢ κατ᾽ ὄνομα προσγένοιτο ὑπόνοια: τοὺς δὲ αὐτῶν καὶ καταφυγεῖν ἔνθα Ὀρέστης ᾤκει φθάνοντας ὅμως καὶ ἐντεῦθεν ἐβιάζοντο ἕλκειν. [3] Ὀρέστης δὲ καὶ οἱ σὺν αὐτῷ τῆς τε τόλμης ἐπέχειν τοὺς Ἀχαιοὺς ἐπειρῶντο καὶ ἐκέλευον μεμνῆσθαι σφᾶς ὡς ἀδικημάτων καὶ ὕβρεως ἄρχουσιν ἐς Ῥωμαίους. ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς οἱ Ἀχαιοὶ Λακεδαιμονίων μὲν αὐτῶν ὅσους εἶχον συνειληφότες, κατατίθενται σφᾶς ἐς δεσμωτήριον, τοὺς ξένους δὲ ἀπ᾽ αὐτῶν διακρίνοντες ἠφίεσαν. ἀποστέλλουσι δὲ καὶ ἐς Ῥώμην ἄλλους τε Ἀχαιῶν τῶν ἐν τέλει καὶ Θεαρίδαν: ὡς δὲ ἀπῆλθον, ἐντυχόντες κατὰ τὴν ἄνοδον Ῥωμαίων πρέσβεσιν ἐπὶ τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν ὕστερον ἢ Ὀρέστης ἀπεσταλμένοις, ὀπίσω καὶ αὐτοὶ τρέπονται. [4] Διαίῳ δὲ ἐξήκοντος τοῦ χρόνου τῆς ἀρχῆς στρατηγεῖν ὑπὸ Ἀχαιῶν ᾑρέθη Κριτόλαος. τοῦτον δριμὺς καὶ σὺν οὐδενὶ λογισμῷ τὸν Κριτόλαον πολεμεῖν πρὸς Ῥωμαίους ἔρως ἔσχε: καὶ — ἔτυχον γὰρ τότε ἤδη οἱ παρὰ Ῥωμαίων ἥκοντες τὰ Λακεδαιμονίων καὶ Ἀχαιῶν δικάσαι — ἀφίκετο μὲν ἐν Τεγέᾳ τῇ Ἀρκάδων τοῖς ἀνδράσιν ἐς λόγους ὁ Κριτόλαος, ἀθροῖσαι δὲ Ἀχαιούς σφισιν ἐς κοινὸν σύλλογον οὐδαμῶς ἤθελεν, ἀλλὰ ἐς μὲν ἐπήκοον τῶν Ῥωμαίων ἔπεμπεν ἀγγέλους κελεύων τοὺς συνέδρους καλεῖν ἐς τὸ Ἀχαϊκόν, ἰδίᾳ δὲ τοῖς συνέδροις ἐπέστελλεν ἐς τὰς πόλεις ἀπολείπεσθαι σφᾶς τοῦ συλλόγου. [5] ὡς δὲ οὐκ ἀφίκοντο οἱ συνεδρεύσοντες, ἐνταῦθα ὁ Κριτόλαος μάλιστα ἐπεδείκνυτο ἀπάτῃ πρὸς Ῥωμαίους χρώμενος, ὃς ἄλλην ἐκέλευεν ἀναμένειν αὐτοὺς Ἀχαιῶν σύνοδον, ἐς μῆνα ἐσομένην ἕκτον: αὐτὸς δὲ οὐδὲν ἰδίᾳ διαλέξεσθαί σφισιν ἄνευ τοῦ κοινοῦ τοῦ Ἀχαιῶν ἔφασκε. καὶ οἱ μὲν ἐπεὶ ἀπατώμενοι συνῆκαν, ἀπηλλάσσοντο ἐς Ῥώμην: Κριτόλαος δὲ ἐς Κόρινθον Ἀχαιοὺς ἀθροίσας ἀνέπεισε μὲν ἐπιφέρειν ὅπλα ἐπὶ τὴν Σπάρτην, ἀνέπεισε δὲ καὶ Ῥωμαίοις ἐκ τοῦ εὐθέος πόλεμον ἄρασθαι. [6] τὸ μὲν δὴ ἄνδρα βασιλέα καὶ πόλιν ἀνελέσθαι πόλεμον καὶ μὴ εὐτυχῆσαι συνέβη φθόνῳ μᾶλλον ἔκ του δαιμόνων ἢ τοῖς πολεμήσασι ποιεῖ τὸ ἔγκλημα: θρασύτης δὲ ἡ μετὰ ἀσθενείας μανία ἂν μᾶλλον ἢ ἀτυχία καλοῖτο. ὃ δὴ καὶ Κριτόλαον καὶ Ἀχαιοὺς ἔβλαψε. παρώξυνε δὲ καὶ Ἀχαιοὺς Πυθέας βοιωταρχῶν τηνικαῦτα ἐν Θήβαις, καὶ οἱ Θηβαῖοι συνεπιλήψεσθαι προθύμως ἐπηγγέλλοντο τοῦ πολέμου: [7] ἑαλώκεσαν δὲ οἱ Θηβαῖοι πρώτην δίκην Μετέλλου δικάζοντος Φωκεῦσιν ἐκτῖσαι ζημίαν, ὅτι ἐσέβαλον σὺν ὅπλοις ἐς γῆν τὴν Φωκίδα, δευτέραν Εὐβοεῦσιν, ἐδῄωσαν γὰρ καὶ Εὐβοέων τὴν χώραν, τρίτην δὲ Ἀμφισσεῦσι, τεμόντες καὶ τὴν Ἀμφισσέων περὶ ἀκμὴν σίτου.
15. Ῥωμαῖοι δὲ παρά τε τῶν ἀνδρῶν διδαχθέντες οὓς ἐς τὴν Ἑλλάδα ἀπέστειλαν καὶ ἐκ τῶν γραμμάτων ἃ Μέτελλος ἐπέστελλεν, ἀδικεῖν Ἀχαιῶν κατέγνωσαν: καὶ ἦν γὰρ Μόμμιός σφισιν ὕπατος τότε ᾑρημένος, τοῦτον ναῦς τε καὶ στρατιὰν πεζὴν ἐκέλευον ἐπ᾽ Ἀχαιοὺς ἄγειν. Μέτελλος δὲ παραυτίκα ἐπέπυστο ὡς Μόμμιος καὶ ὁ σὺν αὐτῷ στρατὸς ἐπὶ Ἀχαιοὺς ἀφίκοιτο: καὶ ἐποιεῖτο σπουδήν, εἰ ἐπιθεὶς αὐτὸς πέρας τῷ πολέμῳ φανῇ πρὶν ἢ Μόμμιον ἐς τὴν Ἑλλάδα ἀφῖχθαι. [2] ἀγγέλους οὖν παρὰ τοὺς Ἀχαιοὺς ἀπέστελλεν, ἀφιέναι κελεύων σφᾶς συντελείας Λακεδαιμονίους καὶ πόλεις ἄλλας ὁπόσας εἴρητο ὑπὸ Ῥωμαίων, τῆς τε ἐκ τοῦ χρόνου τοῦ προτέρου σφίσιν ἀπειθείας οὐδεμίαν παρὰ Ῥωμαίων ὑπισχνεῖτο ὀργὴν γενήσεσθαι. ἅμα τε δὴ ταῦτα ἐπεκηρυκεύετο καὶ ἤλαυνεν ἐκ Μακεδονίας τὸν στρατόν, διὰ Θεσσαλίας τὴν πορείαν καὶ παρὰ τὸν Λαμιακὸν ποιούμενος κόλπον. Κριτόλαος δὲ καὶ Ἀχαιοὶ λόγον μὲν φέροντα ἐς σύμβασιν προσίεντο οὐδένα, Ἡράκλειαν δὲ προσεκάθηντο πολιορκοῦντες οὐ βουλομένους ἐς τὸ Ἀχαϊκὸν συντελεῖν. [3] τότε δὲ ὡς παρὰ τῶν κατασκόπων ἐπυνθάνετο ὁ Κριτόλαος Μέτελλον καὶ Ῥωμαίους διαβεβηκέναι τὸν Σπερχειόν, ἀπέφευγεν ἐς Σκάρφειαν τὴν Λοκρῶν, οὐδὲ κατὰ τὸ στενὸν τὸ Ἡρακλείας τε μεταξὺ καὶ Θερμοπυλῶν τοὺς Ἀχαιοὺς τάξας ἐτόλμησεν ὑπομεῖναι Μέτελλον: ἀλλὰ ἐς τοσοῦτο ἀφίκετο δείματος ὡς μηδὲ αὐτὸ ποιήσασθαι τὸ χωρίον πρὸς ἀμείνονος ἐλπίδος, ἔνθα ἦν μὲν Λακεδαιμονίοις ὑπὲρ τῶν Ἑλλήνων τὰ ἐς Μήδους, ἦν δὲ καὶ Ἀθηναίοις τὰ ἐς Γαλάτας οὐδὲν ἀφανέστερα ἐκείνων τολμήματα. [4] ὑποφεύγοντας δὲ Κριτόλαον καὶ Ἀχαιοὺς αἱροῦσιν ὀλίγον πρὸ τῆς Σκαρφείας οἱ ὁμοῦ τῷ Μετέλλῳ, καὶ ἀπέκτεινάν τε πλήθει πολλοὺς καὶ ἔλαβον ζῶντας ὅσον χιλίους. Κριτόλαος δὲ οὔτε ὤφθη ζῶν μετὰ τὴν μάχην οὔτε ἐν τοῖς νεκροῖς εὑρέθη: εἰ δὲ ἐτόλμησε τῆς πρὸς τῇ Οἴ�
�ῃ θαλάσσης ἐς ταύτης καταδῦναι τὸ τέλμα, παντάπασιν ἔμελλεν ἄγνωστός τε καὶ ἄπυστος οἰχήσεσθαι κατὰ τοῦ βυθοῦ. [5] ἐς μὲν οὖν τὴν Κριτολάου τελευτὴν καὶ ἄλλα πάρεστιν εἰκάζειν: Ἀρκάδων δὲ ἐξεστρατευμένοι λογάδες χίλιοι, οἳ Κριτολάῳ τοῦ ἔργου μετέσχον, προῆλθον μὲν ἄχρι Ἐλατείας τῆς Φωκέων καὶ ἐς τὴν πόλιν ὑπ᾽ αὐτῶν κατὰ συγγένειαν δή τινα παλαιὰν ἐδέχθησαν: ὡς δὲ τοῖς Φωκεῦσιν ἡ Κριτολάου συμφορὰ καὶ Ἀχαιῶν ἀπηγγέλλετο, ἀπελθεῖν ἐκ τῆς Ἐλατείας κελεύουσι τοὺς Ἀρκάδας. [6] ἀπιοῦσι δὲ ὀπίσω σφίσιν ἐς τὴν Πελοπόννησον Μέτελλος καὶ Ῥωμαῖοι περὶ Χαιρώνειαν ἐπιφαίνονται: ἔνθα δὴ ἐπελάμβανε τοὺς Ἀρκάδας ἐκ θεῶν δίκη τῶν Ἑλληνικῶν, οἳ ἐν Χαιρωνείᾳ Φιλίππου καὶ Μακεδόνων ἐναντία ἀγωνιζομένους ἐγκαταλιπόντες Ἕλληνας τότε ἐν χωρίῳ τῷ αὐτῷ ἐκτείνοντο ὑπὸ Ῥωμαίων. [7] Ἀχαιοῖς δὲ αὖθις ἐπὶ τὴν ἡγεμονίαν τοῦ στρατεύματος παρῄει Δίαιος: καὶ δούλους τε ἐς ἐλευθερίαν ἠφίει, τὸ Μιλτιάδου καὶ Ἀθηναίων βούλευμα τὸ πρὸ τοῦ ἔργου τοῦ ἐν Μαραθῶνι μιμούμενος, καὶ Ἀχαιῶν συνέλεγε καὶ Ἀρκάδων ἀπὸ τῶν πόλεων τοὺς ἐν ἡλικίᾳ: ἐγένετο δέ, ἀναμεμιγμένων ὁμοῦ καὶ οἰκετῶν, τὸ ἀθροισθὲν ἐς ἑξακοσίους μὲν μάλιστα ἀριθμὸν ἱππεῖς, τὸ δὲ ὁπλιτεῦον τετρακισχίλιοί τε καὶ μύριοι.
[8] ἐνταῦθα ὁ Δίαιος ἐς ἅπαν ἀφίκετο ἀνοίας, ὃς Κριτόλαον καὶ πᾶσαν τὴν Ἀχαιῶν ἐπιστάμενος παρασκευὴν κακῶς οὕτως ἀγωνισαμένην πρὸς Μέτελλον ἀπέλεξεν αὐτὸς ὅσον τετρακισχιλίους: καὶ ἄρχοντα ἐπ᾽ αὐτοῖς ἔταξεν Ἀλκαμένην. ἀπεστέλλοντο δὲ ἐς Μέγαρα φρουρά τε εἶναι Μεγαρεῦσι τοῦ ἄστεως καί, ἢν Μέτελλος ἐπίῃ καὶ οἱ Ῥωμαῖοι, τοῦ πρόσω σφᾶς κωλύειν. [9] Μέτελλος δὲ ὡς οἱ περὶ Χαιρώνειαν λογάδες κατέστρωντο οἱ Ἀρκάδων, ἀναστήσας τὸ στράτευμα ἤλαυνεν ἐπὶ τὰς Θήβας: Ἡράκλειάν τε γὰρ ἐπολιόρκησαν οἱ Θηβαῖοι μετὰ Ἀχαιῶν καὶ ἀγῶνος τοῦ πρὸς Σκάρφειαν μετεσχήκεσαν. τότε δὲ αὐτοί τε καὶ γυναῖκες ἐκλελοιπότες πᾶσα ἡλικία τὴν πόλιν ἐπλανῶντο ἀνὰ τὴν Βοιωτίαν καὶ ἐς τῶν ὀρῶν τὰ ἄκρα ἀνέφευγον. [10] Μέτελλος δὲ οὔτε ἱερὰ ἐμπιπράναι θεῶν οὔτε οἰκοδομήματα καθαιρεῖν εἴα, Θηβαίων τε τῶν ἄλλων μήτε ἀποκτεῖναι μηδένα μήτε αἱρεῖν φεύγοντα ἀπηγόρευε: Πυθέαν δὲ ἢν ἕλωσιν, ἀνάγειν ἐκέλευσεν ὡς αὐτόν: ἐξεύρητό τε δὴ αὐτίκα ὁ Πυθέας καὶ ἀναχθεὶς δίκην εἶχεν. ὡς δὲ πλησίον Μεγάρων ἐγίνετο ὁ στρατός, οὔτε ὑπέμειναν οἱ περὶ τὸν Ἀλκαμένην καὶ αὐτίκα ἐς Κόρινθον παρὰ τὸ στρατόπεδον τὸ Ἀχαιῶν ᾤχοντο φεύγοντες. [11] καὶ Μεγαρεῖς μὲν παραδιδόασιν ἀμαχεὶ Ῥωμαίοις τὴν πόλιν, Μέτελλος δὲ ὡς ἀφίκετο παρὰ τὸν ἰσθμόν, ἐπεκηρυκεύετο καὶ τότε Ἀχαιοῖς ἐς εἰρήνην καὶ ὁμολογίας προκαλούμενος: ἰσχυρὸς γάρ τις ἐνέκειτο αὐτῷ πόθος τὰ ἐν Μακεδονίᾳ τε ὁμοῦ καὶ τὰ Ἀχαιῶν κατεργασθῆναι δι᾽ αὐτοῦ.
τούτῳ μὲν ταῦτα ἐσπευκότι Δίαιος ἠναντιοῦτο ὑπὸ ἀγνωμοσύνης:
16. Μόμμιος δὲ Ὀρέστην ἅμα ἀγόμενος, τὸν πρότερον ἐπὶ τῇ Λακεδαιμονίων διαφορᾷ καὶ Ἀχαιῶν ἐλθόντα, ἀφίκετο μὲν περὶ ὄρθρον ἐς τὸ τῶν Ῥωμαίων στράτευμα, ἀποπέμψας δὲ ἐς Μακεδονίαν Μέτελλον καὶ ὅσον εἵπετο ἐκείνῳ, ἀνέμενεν αὐτὸς ἐν τῷ ἰσθμῷ τὴν πᾶσαν ἀθροισθῆναι παρασκευήν. ἀφίκετο δὲ ἱππικὸν μὲν πεντακόσιοί τε καὶ τρισχίλιοι, τοῦ πεζοῦ δὲ ἀριθμὸς ἐγένετο ἐς μυριάδας δύο προσόντων καὶ τούτοις τρισχιλίων: ἐπῆλθον δὲ καὶ τοξόται Κρῆτες καὶ ἐκ Περγάμου τῆς ὑπὲρ Καΐκου Φιλοποίμην στρατιώτας ἄγων παρὰ Ἀττάλου. [2] Μόμμιος μὲν δὴ τῶν τε ἐξ Ἰταλίας τινὰς καὶ τὰ ἐπικουρικὰ ἀπωτέρω δύο τε καὶ δέκα ἔταξε σταδίοις, πρὸ τοῦ παντὸς εἶναι στρατεύματος φυλακήν: Ἀχαιοὶ δέ, ἐχόντων ἀφυλακτότερον ὑπὸ φρονήματος τῶν Ῥωμαίων, ἐπιτίθενται τοῖς ἐπὶ φυλακῆς αὐτοῖς τῆς πρώτης, καὶ τοὺς μὲν φονεύουσι, πλείονας δὲ ἔτι ἐς τὸ στρατόπεδον κατεῖρξαν, καὶ ἀσπίδας ὅσον τε πεντακοσίας εἷλον. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἐπήρθησαν οἱ Ἀχαιοὶ ποιήσασθαι τὴν ἔξοδον πρότερον πρὶν ἢ Ῥωμαίους ἄρχειν μάχης: [3] ὡς δὲ ἀντεπῆγε καὶ ὁ Μόμμιος, οἱ μὲν ἐς τὸ ἱππικὸν τῶν Ἀχαιῶν ταχθέντες αὐτίκα ᾤχοντο φεύγοντες, τῆς Ῥωμαίων ἵππου μηδὲ τὴν πρώτην ἔφοδον ὑπομείναντες: ὁ δὲ πεζὸς στρατὸς ἀθύμως μὲν εἶχεν ἐπὶ τῶν ἱππέων τῇ τροπῇ, δεξάμενοι δὲ τὴν ἐμβολὴν τοῦ ὁπλιτικοῦ τοῦ Ῥωμαίων βιαζόμενοί τε τῷ πλήθει καὶ ἀπαγορεύοντες τοῖς τραύμασιν ὅμως ἀντεῖχον ὑπὸ τοῦ θυμοῦ, πρίν γε δὴ Ῥωμαίων λογάδες χίλιοι προσπεσόντες κατὰ τὰ πλάγια ἐς τελέαν τοὺς Ἀχαιοὺς φυγὴν κατέστησαν. [4] εἰ δὲ ἐτόλμησεν ἐσδραμεῖν μετὰ τὴν μάχην Δίαιος ἐς Κόρινθον καὶ ὑποδέξασθαι τῷ τείχει τοὺς διαπίπτοντας ἐκ τῆς φυγῆς, κἂν εὕρασθαί τι παρὰ Μομμίου οἱ Ἀχαιοὶ φιλάνθρωπον ἐδυνήθησαν, ἐς πολιορκίαν καὶ τριβὴν πολέμου καταστάντες: νῦν δὲ ἀρχομένων ἔτι ἐνδιδόναι τῶν Ἀχαιῶν εὐθὺ Μεγάλης πόλεως ἔφευγεν ὁ Δίαιος, οὐδέν τι γενόμενος ἐς Ἀχαιοὺς ὅμοιος ἢ καὶ Καλλίστρατος ὁ Ἐμπέδου πρὸς Ἀθηναίους. [5] τούτῳ γὰρ τῷ ἀνδρὶ ἱππαρχήσαντι ἐν Σικελίᾳ, ὅτε Ἀθηναῖοι καὶ ὅσοι ἄλλοι τοῦ στόλου μετεσχήκεσαν ἀπώλλυντο πρὸς τῷ ποταμῷ τότε τῷ Ἀσινάρῳ, τούτῳ τότε τῷ Καλλιστρά
τῳ παρέστη τόλμα διεκπαῖσαι διὰ τῶν πολεμίων ἄγοντι τοὺς ἱππέας: ὡς δὲ τὸ πολὺ ἀπέσωσεν αὐτῶν ἐς Κατάνην, ἀνέστρεφεν ὀπίσω τὴν αὐτὴν αὖθις ὁδὸν ἐς Συρακούσας, διαρπάζοντας δὲ ἔτι εὑρὼν τὸ Ἀθηναίων στρατόπεδον καταβάλλει τε ὅσον πέντε ἐξ αὐτῶν, καὶ τραύματα ἐπίκαιρα αὐτὸς καὶ ὁ ἵππος λαβόντες ἀφιᾶσι τὴν ψυχήν. [6] οὗτος μὲν δὴ ἀγαθὴν δόξαν
Ἀθηναίοις καὶ αὑτῷ κτώμενος περιεποίησέ τε ὧν ἦρχε καὶ ἐτελεύτησεν αὐτὸς ἑκουσίως: Δίαιος δὲ Ἀχαιοὺς ἀπολωλεκὼς Μεγαλοπολίταις κακῶν τῶν ἐφεστηκότων ἧκεν ἄγγελος, ἀποκτείνας δὲ αὐτοχειρὶ τὴν γυναῖκα, ἵνα δὴ μὴ γένοιτο αἰχμάλωτος, τελευτᾷ πιὼν φάρμακον, ἐοικυῖαν μὲν παρασχόμενος Μεναλκίδᾳ τὴν ἐς χρήματα πλεονεξίαν, ἐοικυῖαν δὲ καὶ τὴν ἐς τὸν θάνατον δειλίαν. [7] Ἀχαιῶν δὲ οἱ ἐς Κόρινθον ἀποσωθέντες μετὰ τὴν μάχην ἀπεδίδρασκον ὑπὸ νύκτα εὐθύς: ἀπεδίδρασκον δὲ καὶ αὐτῶν Κορινθίων οἱ πολλοί. Μόμμιος δὲ τὸ μὲν παραυτίκα, ἀναπεπταμένων ὅμως τῶν πυλῶν, ἐπεῖχεν ἐς τὴν Κόρινθον παρελθεῖν, ὑποκαθῆσθαί τινα ἐντὸς τοῦ τείχους ὑποπτεύων ἐνέδραν: τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν μάχην ᾕρει τε κατὰ κράτος καὶ ἔκαιε Κόρινθον.