Delphi Complete Works of Pausanias
Page 192
[6] Καάνθου μὲν ἐνταῦθά ἐστι μνῆμα, Ἀπόλλωνι δὲ παῖδας ἐκ Μελίας γενέσθαι λέγουσι Τήνερον καὶ Ἰσμηνόν: Τηνέρῳ μὲν Ἀπόλλων μαντικὴν δίδωσι, τοῦ δὲ Ἰσμηνίου τὸ ὄνομα ἔσχεν ὁ ποταμός. οὐ μὴν οὐδὲ τὰ πρότερα ἦν ἀνώνυμος, εἰ δὴ καὶ Λάδων ἐκαλεῖτο πρὶν Ἰσμηνὸν γενέσθαι τὸν Ἀπόλλωνος.
11. ἐν ἀριστερᾷ δὲ τῶν πυλῶν, ἃς ὀνομάζουσιν Ἠλέκτρας, οἰκίας ἐστὶν ἐρείπια ἔνθα οἰκῆσαί φασιν Ἀμφιτρύωνα διὰ τὸν Ἠλεκτρύωνος θάνατον φεύγοντα ἐκ Τίρυνθος: καὶ τῆς Ἀλκμήνης ἐστὶν ἔτι ὁ θάλαμος ἐν τοῖς ἐρειπίοις δῆλος. οἰκοδομῆσαι δὲ αὐτὸν τῷ Ἀμφιτρύωνι Τροφώνιόν φασι καὶ Ἀγαμήδην, καὶ ἐπίγραμμα ἐπ᾽ αὐτῷ ἐπιγραφῆναι τόδε: “Ἀμφιτρύων ὅτ᾽ ἔμελλ᾽ ἀγαγέσθαι δεῦρο γυναῖκα
Ἀλκμήνην, θάλαμόν γ᾽ εἱλίξατο τοῦτον ἑαυτῷ:
Ἀγχάσιος δ᾽ ἐποίησε Τροφώνιος ἠδ᾽ Ἀγαμήδης.
“ [2] τοῦτο μὲν ἐνταῦθα οἱ Θηβαῖοι γραφῆναι λέγουσιν: ἐπιδεικνύουσι δὲ Ἡρακλέους τῶν παίδων τῶν ἐκ Μεγάρας μνῆμα, οὐδέν τι ἀλλοίως τὰ ἐς τὸν θάνατον λέγοντες ἢ Στησίχορος ὁ Ἱμεραῖος καὶ Πανύασσις ἐν τοῖς ἔπεσιν ἐποίησαν. Θηβαῖοι δὲ καὶ τάδε ἐπιλέγουσιν, ὡς Ἡρακλῆς ὑπὸ τῆς μανίας καὶ Ἀμφιτρύωνα ἔμελλεν ἀποκτιννύναι, πρότερον δὲ ἄρα ὕπνος ἐπέλαβεν αὐτὸν ὑπὸ τοῦ λίθου τῆς πληγῆς: Ἀθηνᾶν δὲ εἶναι τὴν ἐπαφεῖσάν οἱ τὸν λίθον τοῦτον ὅντινα Σωφρονιστῆρα ὀνομάζουσιν. [3] ἐνταῦθά εἰσιν ἐπὶ τύπου γυναικῶν εἰκόνες: ἀμυδρότερα ἤδη τὰ ἀγάλματα: ταύτας καλοῦσιν οἱ Θηβαῖοι Φαρμακίδας, πεμφθῆναι δὲ ὑπὸ τῆς Ἤρας φασὶν ἐμπόδια εἶναι ταῖς ὠδῖσιν Ἀλκμήνης. αἱ μὲν δὴ ἐπεῖχον Ἀλκμήνην μὴ τεκεῖν: Τειρεσίου δὲ θυγατρὶ Ἱστορίδι σόφισμα ἔπεισιν ἐς τὰς Φαρμακίδας, ἐς ἐπήκοον αὐτῶν ὀλολύξαι, τετοκέναι γὰρ τὴν Ἀλκμήνην: οὕτω τὰς μὲν ἀπατηθείσας ἀπελθεῖν, τὴν δὲ Ἀλκμήνην τεκεῖν φασιν. [4] ἐνταῦθα Ἡρακλεῖόν ἐστιν, ἄγαλμα δὲ τὸ μὲν λίθου λευκοῦ Πρόμαχος καλούμενον, ἔργον δὲ Ξενοκρίτου καὶ Εὐβίου Θηβαίων: τὸ δὲ ξόανον τὸ ἀρχαῖον Θηβαῖοί τε εἶναι Δαιδάλου νενομίκασι καὶ αὐτῷ μοι παρίστατο ἔχειν οὕτω. τοῦτον ἀνέθηκεν αὐτός, ὡς λέγεται, Δαίδαλος ἐκτίνων εὐεργεσίας χάριν. ἡνίκα γὰρ ἔφευγεν ἐκ Κρήτης πλοῖα οὐ μεγάλα αὑτῷ καὶ τῷ παιδὶ Ἰκάρῳ ποιησάμενος, πρὸς δὲ καὶ ταῖς ναυσίν, ὃ μή πω τοῖς τότε ἐξεύρητο, ἱστία ἐπιτεχνησάμενος, ὡς τοῦ Μίνω ναυτικοῦ τὴν εἰρεσίαν φθάνοιεν ἐπιφόρῳ τῷ ἀνέμῳ χρώμενοι, τότε αὐτὸς μὲν σώζεται Δαίδαλος,
[5] Ἰκάρῳ δὲ κυβερνῶντι ἀμαθέστερον ἀνατραπῆναι τὴν ναῦν λέγουσιν: ἀποπνιγέντα δὲ ἐξήνεγκεν ὁ κλύδων ἐς τὴν ὑπὲρ Σάμου νῆσον ἔτι οὖσαν ἀνώνυμον.
ἐπιτυχὼν δὲ Ἡρακλῆς γνωρίζει τὸν νεκρόν, καὶ ἔθαψεν ἔνθα καὶ νῦν ἔτι αὐτῷ χῶμα οὐ μέγα ἐπὶ ἄκρας ἐστὶν ἀνεχούσης ἐς τὸ Αἰγαῖον. ἀπὸ δὲ τοῦ Ἰκάρου τούτου ὄνομα ἥ τε νῆσος καὶ ἡ περὶ αὐτὴν θάλασσα ἔσχηκε. [6] Θηβαίοις δὲ τὰ ἐν τοῖς ἀετοῖς Πραξιτέλης ἐποίησε τὰ πολλὰ τῶν δώδεκα καλουμένων ἄθλων: καί σφισι τὰ ἐς τὰς ὄρνιθας ἐνδεῖ τὰς ἐπὶ Στυμφάλῳ καὶ ὡς ἐκάθηρεν Ἡρακλῆς τὴν Ἠλείαν χώραν, ἀντὶ τούτων δὲ ἡ πρὸς Ἀνταῖον πάλη πεποίηται. Θρασύβουλος δὲ ὁ Λύκου καὶ Ἀθηναίων οἱ σὺν αὐτῷ τυραννίδα τὴν τῶν τριάκοντα καταλύσαντες — ὁρμηθεῖσι γάρ σφισιν ἐκ Θηβῶν ἐγένετο ἡ κάθοδος — Ἀθηνᾶν καὶ Ἡρακλέα κολοσσοὺς ἐπὶ λίθου τύπου τοῦ Πεντελῆσιν, ἔργα δὲ Ἀλκαμένους, ἀνέθηκαν ἐς τὸ Ἡρακλεῖον. [7] τοῦ δὲ Ἡρακλείου γυμνάσιον ἔχεται καὶ στάδιον, ἀμφότερα ἐπώνυμα τοῦ θεοῦ. ὑπὲρ δὲ τὸν Σωφρονιστῆρα λίθον βωμός ἐστιν Ἀπόλλωνος ἐπίκλησιν Σποδίου, πεποίηται δὲ ἀπὸ τῆς τέφρας τῶν ἱερείων. μαντικὴ δὲ καθέστηκεν αὐτόθι ἀπὸ κληδόνων, ᾗ δὴ καὶ Σμυρναίους μάλιστα Ἑλλήνων χρωμένους οἶδα: ἔστι γὰρ καὶ Σμυρναίοις ὑπὲρ τὴν πόλιν κατὰ τὸ ἐκτὸς τοῦ τείχους Κληδόνων ἱερόν.
12. τῷ δὲ Ἀπόλλωνι Θηβαῖοι τῷ Σποδίῳ ταύρους ἔθυον τὸ ἀρχαῖον: καί ποτε παρούσης σφίσι τῆς ἑορτῆς ἥ τε ὥρα κατήπειγε τῆς θυσίας καὶ οἱ πεμφθέντες ἐπὶ τὸν ταῦρον οὐχ ἧκον: οὕτω δὴ παρατυχούσης ἁμάξης τὸν ἕτερον τῶν βοῶν τῷ θεῷ θύουσι καὶ ἀπ᾽ ἐκείνου ἐργάτας βοῦς θύειν νομίζουσι. λέγεται δὲ καὶ ὅδε ὑπ᾽ αὐτῶν λόγος, ὡς ἀπιόντι ἐκ Δελφῶν Κάδμῳ τὴν ἐπὶ Φωκέων βοῦς γένοιτο ἡγεμὼν τῆς πορείας, τὴν δὲ βοῦν ταύτην παρὰ βουκόλων εἶναι τῶν Πελάγοντος ὠνητήν: ἐπὶ δὲ ἑκατέρᾳ τῆς βοὸς πλευρᾷ σημεῖον ἐπεῖναι λευκὸν εἰκασμένον κύκλῳ τῆς σελήνης, ὁπότε εἴη πλήρης.
[2] ἔδει δὲ ἄρα Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἐνταῦθα οἰκῆσαι κατὰ τοῦ θεοῦ τὴν μαντείαν, ἔνθα ἡ βοῦς ἔμελλε καμοῦσα ὀκλάσειν: ἀποφαίνουσιν οὖν καὶ τοῦτο τὸ χωρίον. ἐνταῦθα ἔστι μὲν ἐν ὑπαίθρῳ βωμὸς καὶ ἄγαλμα Ἀθηνᾶς: ἀναθεῖναι δὲ αὐτὸ Κάδμον λέγουσι. τοῖς οὖν νομίζουσιν ἐς γῆν ἀφικέσθαι Κάδμον τὴν Θηβαΐδα Αἰγύπτιον καὶ οὐ Φοίνικα ὄντα, ἔστιν ἐναντίον τῷ λόγῳ τῆς Ἀθηνᾶς ταύτης τὸ ὄνομα, ὅτι Ὄγγα κατὰ γλῶσσαν τὴν Φοινίκων καλεῖται καὶ οὐ Σάις κατὰ τὴν Αἰγυπτίων φωνήν. [3] φασὶ δὲ οἱ Θηβαῖοι, καθότι τῆς ἀκροπόλεως ἀγορά σφισιν ἐφ᾽ ἡμῶν πεποίηται, Κάδμου τὸ ἀρχαῖον οἰκίαν εἶναι: θαλάμων δὲ ἀποφαίνουσι τοῦ
μὲν Ἁρμονίας ἐρείπια καὶ ὃν Σεμέλης φασὶν εἶναι, τοῦτον δὲ καὶ ἐς ἡμᾶς ἔτι ἄβατον φυλάσσουσιν ἀνθρώποις. Ἑλλήνων δὲ τοῖς ἀποδεχομένοις ᾆσαι Μούσας ἐς τὸν Ἁρμονίας γάμον τὸ χωρίον ἐστὶν ἐπὶ τῆς ἀγορᾶς, ἔνθα δή φασι τὰς θεὰς ᾆσαι. [4] λέγεται δὲ καὶ τόδε, ὡς ὁμοῦ τῷ κεραυνῷ βληθέντι ἐς τὸν Σεμέλης θάλαμον πέσοι ξύλον ἐξ οὐρανοῦ: Πολύδωρον δὲ τὸ ξύλον τοῦτο χαλκῷ λέγουσιν ἐπικοσμήσαντα Διόνυσον καλέσαι Κάδμον. πλησίον δὲ Διονύσου ἄγαλμα, καὶ τοῦτο Ὀνασιμήδης ἐποίησε δι᾽ ὅλου πλῆρες ὑπὸ τοῦ χαλκοῦ: τὸν βωμὸν δὲ οἱ παῖδες εἰργάσαντο οἱ Πραξιτέλους. [5] ἀνδριάς τέ ἐστι Προνόμου ἀνδρὸς αὐλήσαντος ἐπαγωγότατα ἐς τοὺς πολλούς. τέως μέν γε ἰδέας αὐλῶν τρεῖς ἐκτῶντο οἱ αὐληταὶ καὶ τοῖς μὲν αὔλημα ηὔλουν τὸ Δώριον, διάφοροι δὲ αὐτοῖς ἐς ἁρμονίαν τὴν Φρύγιον ἐπεποίηντο οἱ αὐλοί, τὸ δὲ καλούμενον Λύδιον ἐν αὐλοῖς ηὐλεῖτο ἀλλοίοις: Πρόνομος δὲ ἦν ὃς πρῶτος ἐπενόησεν αὐλοὺς ἐς ἅπαν ἁρμονίας εἶδος ἔχοντας ἐπιτηδείως, πρῶτος δὲ διάφορα ἐς τοσοῦτο μέλη ἐπ᾽ αὐλοῖς ηὔλησε τοῖς αὐτοῖς.
[6] λέγεται δὲ ὡς καὶ τοῦ προσώπου τῷ σχήματι καὶ τῇ τοῦ παντὸς κινήσει σώματος περισσῶς δή τι ἔτερπε τὰ θέατρα: καί οἱ καὶ ᾆσμα πεποιημένον ἐστὶ ἐς προσόδιον ἐς Δῆλον τοῖς ἐπ᾽ Εὐρίπῳ Χαλκιδεῦσι. τοῦτόν τε οὖν ἐνταῦθα οἱ Θηβαῖοι καὶ Ἐπαμινώνδαν τὸν Πολύμνιδος ἀνέθεσαν.
13. τῷ δ᾽ Ἐπαμινώνδᾳ τὰ μὲν τῶν προγόνων ὑπῆρχεν ἐς γένους δόξαν, ὁ δέ οἱ πατὴρ χρημάτων ἕνεκα μέσου ἀνδρὸς ἀπέδει Θηβαίου: διδάγματα δὲ αὐτοῖς τά τε ἐπιχώρια ἔμαθεν ἐς τὸ ἀκριβέστατον καὶ ὡς ἤδη μειράκιον ἦν ἐφοίτησεν ὡς Λῦσιν, ἄνδρα γένος μὲν Ταραντῖνον, ἐπιστάμενον δὲ τοὺς Πυθαγόρου τοῦ Σαμίου λόγους. λέγεται δὲ ὁ Ἐπαμινώνδας, ἡνίκα ἐπολέμουν Λακεδαιμόνιοι Μαντινεῦσι, πεμφθῆναι σὺν ἄλλοις ἀνδράσιν ἐκ Θηβῶν Λακεδαιμονίοις ἐπαμύνειν: ἔχοντα δὲ τραύματα ἐν τῇ μάχῃ Πελοπίδαν ἐξέσωσεν ἐς ἅπαν ἀφικόμενος κινδύνου. [2] χρόνῳ δὲ ὕστερον κατὰ πρεσβείαν ἐς Σπάρτην ἥκοντα Ἐπαμινώνδαν, ὅτε Λακεδαιμόνιοι συντίθεσθαι τοῖς Ἕλλησιν ἔφασαν εἰρήνην τὴν ἐπὶ Ἀνταλκίδου καλουμένην, τηνικαῦτα Ἐπαμινώνδαν ἤρετο Ἀγησίλαος, εἰ κατὰ πόλιν ὀμνύναι Βοιωτοὺς ἐάσουσιν ὑπὲρ τῆς εἰρήνης: ‘οὐ πρότερόν γε’ εἶπεν ‘ὦ Σπαρτιᾶται, πρὶν ἢ καὶ τοὺς περιοίκους ὀμνύοντας κατὰ πόλιν ἴδωμεν τοὺς ὑμετέρους’. [3] ὡς δὲ ὁ Λακεδαιμονίων καὶ Θηβαίων ἐξῆρτο ἤδη πόλεμος καὶ οἱ Λακεδαιμόνιοι δυνάμει καὶ αὑτῶν καὶ τῶν συμμάχων ἐπὶ τοὺς Θηβαίους ᾔεσαν, Ἐπαμινώνδας μὲν ἔχων τοῦ στρατοῦ μοῖραν ἀντεκάθητο ὑπὲρ τῆς Κηφισίδος λίμνης ὡς ποιησομένων ταύτῃ Πελοποννησίων τὴν ἐσβολήν, Κλεόμβροτος δὲ ὁ Λακεδαιμονίων βασιλεὺς ἐπὶ Ἀμβρόσσου τρέπεται τῆς Φωκέων: ἀποκτείνας δὲ Χαιρέαν, ὃς φυλάσσειν διετέτακτο τὰς παρόδους, καὶ ἄλλους τοὺς σὺν αὐτῷ Θηβαίους, ὑπερέβη καὶ ἐς Λεῦκτρα ἀφικνεῖται τὰ Βοιώτια. [4] ἐνταῦθα καὶ αὐτῷ Κλεομβρότῳ καὶ Λακεδαιμονίων τῷ κοινῷ σημεῖα ἐγένετο ἐκ τοῦ θεοῦ. τοῖς βασιλεῦσιν αὐτῶν ἐς τὰς ἐξόδους πρόβατα εἵπετο θεοῖς τε εἶναι θυσίας καὶ πρὸ τῶν ἀγώνων καλλιερεῖν: ταῖς δὲ ποίμναις ἡγεμόνες τῆς πορείας ἦσαν αἶγες, κατοιάδας οἱ ποιμένες ὀνομάζουσιν αὐτάς. τότε οὖν ὁρμήσαντες ἐς τὴν ποίμνην λύκοι τοῖς μὲν προβάτοις ἐγίνοντο οὐδὲν βλάβος, οἱ δὲ τὰς αἶγας τὰς κατοιάδας ἔκτεινον. [5] ἐλέγετο δὲ καὶ μήνιμα ἐς τοὺς Λακεδαιμονίους ἐκ τῶν θυγατέρων εἶναι τῶν Σκεδάσου. Σκεδάσῳ γὰρ περὶ Λεῦκτρα οἰκοῦντι θυγατέρες Μολπία γίνεται καὶ Ἱππώ: ταύτας ἐς ὥραν ἤδη προηκούσας Λακεδαιμονίων ἄνδρες βιάζονται παρὰ θέμιδας καὶ Φρουραρχίδας καὶ Παρθένιος. καὶ αἵ τε παρθένοι παραυτίκα — οὐ γάρ σφισιν ἀνεκτὰ ἐφαίνετο εἶναι τὰ τῆς ὕβρεως — ἀπάγχουσιν αὑτάς: καὶ ὁ Σκέδασος, ὡς ἐς Λακεδαίμονα ἐλθόντι οὐδεμία ἐγένετο αὐτῷ δίκη, οὕτως ἐς τὰ Λεῦκτρα ἐπανήκων αὑτὸν διεργάζεται. [6] τότε δὲ ὁ Ἐπαμινώνδας Σκεδάσῳ καὶ ταῖς παισὶν ἐνήγιζέ τε καὶ εὔχετο, ὡς οὐ μᾶλλον ὑπὲρ σωτηρίας Θηβαίων ἢ καὶ τιμωρίας ἐκείνων τὸν ἀγῶνα ἐσόμενον. τῶν δὲ βοιωταρχούντων οὐ κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι, διεστηκυῖαι δὲ πολὺ ἀπ᾽ ἀλλήλων: Ἐπαμινώνδᾳ μὲν γὰρ ἤρεσκε καὶ Μάλγιδι καὶ Ξενοκράτει κατὰ τάχος πρὸς τοὺς Λακεδαιμονίους ποιεῖσθαι μάχην, Δαμοκλείδας δὲ καὶ Δαμόφιλος καὶ Σιμάγγελος συμβάλλειν μὲν οὐκ εἴων, ἐκέλευον δὲ ὑπεκθεμένους ἐς τὴν Ἀττικὴν γυναῖκας καὶ παῖδας ὡς πολιορκησομένους αὐτοὺς παρασκευάζεσθαι. [7] τῶν μὲν δὴ ἓξ ἐς τοσοῦτον ἦν κεχωρισμένα τὰ βουλεύματα: προσγενομένης δὲ ψήφου τοῖς περὶ τὸν Ἐπαμινώνδαν τοῦ ἑβδόμου τῶν Βοιωταρχῶν, ὃς ἐφρούρει μὲν τὴν κατὰ τὸν Κιθαιρῶνα ἐσβολήν, ὄνομα δὲ ἦν οἱ Βραχυλλίδης, τούτου τοῦ ἀνδρός, ὡς ἐπανῆλθεν ἐς τὸ στρατόπεδον, προσθεμένου τοῖς περὶ τὸν Ἐπαμινώνδαν, τότε καὶ πᾶσιν ἐδέδοκτο ἀγῶνι διακρίνεσθαι. [8] τῷ δὲ Ἐπαμινώνδᾳ καὶ ἐς ἄλλους Βοιωτῶν ὕποπτα ἦν, ἐς δὲ τοὺς Θεσπιεῖς καὶ περισσότερον: δείσας οὖν μὴ σφᾶς παρὰ τὸ ἔργον προδῶσιν, ἀποχώρησιν παρεῖχεν ἀπὸ στρατοπέδου τοῖς ἐθέλουσιν οἴκαδε: καὶ οἱ Θεσπιεῖς τε ἀπαλλάσσονται πανδημεὶ
καὶ εἴ τισιν ἄλλοις Βοιωτῶν ὑπῆν δύσνοια ἐς τοὺς Θηβαίους. [9] ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα οἱ σύμμαχοι τῶν Λακεδαιμονίων ἅτε αὐτοῖς καὶ τὸν πρὸ τοῦ χρόνον οὐκ ἀρεσκόμενοι τὸ ἔχθος μάλιστα ἐπεδείκνυντο, οὔτε κατὰ χώραν μένειν ἐθέλοντες, ἐνδιδόντες δὲ ὅπῃ σφίσιν οἱ πολέμιοι προσφέροιντο. αὐτοὺς δὲ Λακεδαιμονίους καὶ Θηβαίους ἐξ ἴσου καθίστη τοὺς μὲν ἐμπειρία τε ἡ προϋπάρχουσα καὶ ἅμα αἰδουμένους μὴ καταλῦσαι τῆς Σπάρτης τὸ ἀξίωμα, Θηβαῖοι δὲ ὑπὲρ τῆς πατρίδος καὶ πρὸ γυναικῶν καὶ παίδων τὸν κίνδυνον ἐφεστηκότα ἑώρων. [10] ὡς δὲ ἄλλοι τε Λακεδαιμονίων τῶν ἐν τέλει καὶ ὁ βασιλεὺς ἐτεθνήκει Κλεόμβροτος, ἐνταῦθα καὶ τοὺς Σπαρτιάτας καὶ ταλαιπωρουμένους ἐπελάμβανεν ἀνάγκη μὴ ἐνδιδόναι: παρὰ γὰρ τοῖς Λακεδαιμονίοις αἴσχιστον ἐδέδοκτο εἶναι βασιλέως νεκρὸν ἐπὶ ἀνδράσι πολεμίοις γενόμενον περιοφθῆναι. [11] Θηβαίοις μὲν ἡ νίκη κατείργαστο ἐπιφανέστατα πασῶν ὁπόσας κατὰ Ἑλλήνων ἀνείλοντο Ἕλληνες: Λακεδαιμόνιοι δὲ ἐς τὴν ὑστεραίαν τοὺς τεθνεῶτας διενοοῦντο ὡς θάψοντες καὶ ἀποστέλλουσι κήρυκα ἐς τοὺς Θηβαίους. Ἐπαμινώνδας δέ, ἐπιστάμενος ὡς ἐπικρύπτεσθαι τὰς συμφορὰς ἀεί ποτε οἱ Λακεδαιμόνιοι πεφύκασιν, ἔφασκεν ἀναίρεσιν τῶν νεκρῶν προτέροις αὐτῶν διδόναι τοῖς συμμάχοις, ἐπὶ δὲ ἐκείνοις ἀνελομένοις οὕτω καὶ τοὺς Λακεδαιμονίους ἠξίου θάπτειν τοὺς αὑτῶν.