Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 202
Delphi Complete Works of Pausanias Page 202

by Pausanias


  χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς:

  “Hom. Od.

  18.295Ἐριφύλην δὲ οὐ χρυσῷ καὶ λίθοις ποικίλον δέξασθαί φησιν ὅρμον. οὕτω τὸ εἰκὸς τῷ σκήπτρῳ πρόσεστιν εἶναι μόνον ποίημα Ἡφαίστου. [6] ἔστι δὲ ὑπὲρ τὴν πόλιν κρημνὸς Πετραχὸς καλούμενος: Κρόνον δὲ ἐθέλουσιν ἐνταῦθα ἀπατηθῆναι δεξάμενον ἀντὶ Διὸς πέτρον παρὰ τῆς Ῥέας, καὶ ἄγαλμα Διὸς οὐ μέγα ἐστὶν ἐπὶ κορυφῇ τοῦ ὄρους.

  [7] ἐνταῦθα ἐν τῇ Χαιρωνείᾳ μύρα ἀπὸ ἀνθῶν ἕψουσι κρίνου καὶ ῥόδου καὶ ναρκίσσου καὶ ἴρεως: ταῦτα ἀλγηδόνων ἰάματα ἀνθρώποις γίνεται. τὸ δὲ ἐκ τῶν ῥόδων ποιούμενον, εἰ καὶ ἀγάλματα εἰργασμένα ξύλου χρίοις, ῥύεται καὶ ταῦτα σηπεδόνος. ἡ δὲ ἶρις φύεται μὲν ἐν ἕλεσι, μέγεθος δ᾽ ἐστὶν ἴση κρίνῳ, χρόαν δὲ οὐ λευκή, καὶ ὀσμὴν ἀποδεῖ κρίνου.

  BOOK X.

  Φωκικά, Λοκρῶν Ὀζόλων

  1. γῆς δὲ τῆς Φωκίδος, ὅσον μὲν περὶ Τιθορέαν καὶ Δελφούς ἐστιν αὐτῆς, ἐκ παλαιοτάτου φανερὰ τὸ ὄνομα τοῦτο εἰληφυῖά ἐστιν ἀπὸ ἀνδρὸς Κορινθίου Φώκου τοῦ Ὀρνυτίωνος: ἔτεσι δ᾽ ὕστερον οὐ πολλοῖς ἐξενίκησε καὶ ἁπάσῃ γενέσθαι τῇ ἐφ᾽ ἡμῶν καλουμένῃ Φωκίδι, Αἰγινητῶν ναυσὶν ἐς τὴν χώραν διαβάντων ὁμοῦ Φώκῳ τῷ Αἰακοῦ. [2] τὰ μὲν δὴ ἀπαντικρὺ Πελοποννήσου καὶ τὰ ἐπὶ Βοιωτίας καθήκουσιν ἐπὶ θάλασσαν οἱ Φωκεῖς, τῇ μὲν ἐς Κίρραν τὸ ἐπίνειον Δελφῶν, τῇ δ᾽ ἐπὶ Ἀντίκυραν πόλιν: τὰ δὲ πρὸς τοῦ Λαμιακοῦ κόλπου Λοκροὶ σφᾶς παραθαλασσίους οἱ Ὑποκνημίδιοι κωλύουσιν εἶναι: οὗτοι γὰρ δή εἰσιν οἱ ταύτῃ τὴν Φωκίδα ὑπεροικοῦντες, Σκαρφεῖς μὲν τὰ ἐπέκεινα Ἐλατείας, ὑπὲρ δὲ Ὑάμπολιν καὶ Ἄβας οἱ πόλιν τε Ὀποῦντα καὶ Ὀπουντίων ἐπίνειον νεμόμενοι Κῦνον. [3] τὰ δὲ ἐπιφανέστατα Φωκεῦσίν ἐστιν ἐν κοινῷ: πολέμου γὰρ τοῦ πρὸς Ἰλίῳ μετεσχήκασι, καὶ Θεσσαλῶν ἐναντία ἐπολέμησαν πρότερον ἔτι ἢ ἐλάσαι τὸν Μῆδον ἐπὶ Ἕλληνας, ὅτε δὴ καὶ ἐπεδείξαντο οἱ Φωκεῖς ἔργα ἐς μνήμην. κατὰ γὰρ τὴν Ὑάμπολιν, ᾗ τοὺς Θεσσαλοὺς προσεδέχοντο ἐμβαλεῖν σφισιν ἐς τὴν χώραν, ὑδρίας κεράμου πεποιημένας κατορύξαντες καὶ ἐπ᾽ αὐτὰς γῆν ἐπιφορήσαντες ὑπέμενον τὴν ἵππον τῶν Θεσσαλῶν: οἱ δέ, ἅτε οὐ προπεπυσμένοι τῶν Φωκέων τὴν τέχνην, ἐπελάσαντες τοὺς ἵππους λανθάνουσιν ἐπὶ τὰς ὑδρίας. ἐνταῦθα ἀπεχωλοῦντο μὲν οἱ ἵπποι τῶν ποδῶν ἐσπιπτόντων σφίσιν ἐς τὰς ὑδρίας, ἐκτείνοντο δὲ καὶ ἀπέπιπτον οἱ ἄνδρες ἀπὸ τῶν ἵππων.

  [4] ὡς δὲ οἱ Θεσσαλοὶ μείζονι ἢ τὰ πρότερα ἐς τοὺς Φωκέας χρώμενοι τῇ ὀργῇ συνελέχθησαν ἀπὸ τῶν πόλεων πασῶν καὶ ἐς τὴν Φωκίδα ἐστρατεύοντο, ἐνταῦθα οἱ Φωκεῖς ἐν οὐ μικρῷ ποιούμενοι δείματι τήν τε ἄλλην τῶν Θεσσαλῶν ἐς τὸν πόλεμον παρασκευὴν καὶ οὐχ ἥκιστα τῆς ἵππου τὸ πλῆθος καὶ ὁμοῦ τῷ ἀριθμῷ τὴν ἐς τοὺς ἀγῶνας τῶν τε ἵππων καὶ αὐτῶν μελέτην τῶν ἱππέων, ἀποστέλλουσιν ἐς Δελφοὺς αἰτοῦντες τὸν θεὸν ἐκφυγεῖν τὸν ἐπιόντα κίνδυνον: καὶ αὐτοῖς ἀφίκετο μάντευμα: “συμβαλέω θνητόν τε καὶ ἀθάνατον μαχέσασθαι,

  νίκην δ᾽ ἀμφοτέροις δώσω, θνητῷ δέ νυ μᾶλλον.

  “ [5] ταῦτα ὡς ἐπύθοντο οἱ Φωκεῖς, λογάδας τριακοσίους καὶ Γέλωνα ἐπ᾽ αὐτοῖς ἄρχοντα ἀποστέλλουσιν ἐς τοὺς πολεμίους ἄρτι ἀρχομένης νυκτός, προστάξαντές σφισι κατοπτεῦσαί τε τὰ τῶν Θεσσαλῶν ὅντινα ἀφανέστατον δύναιντο τρόπον καὶ αὖθις ἐς τὸ στράτευμα ἐπανήκειν κατὰ τῶν ὁδῶν τὴν μάλιστα ἄγνωστον, μηδὲ ἑκόντας μάχης ἄρχειν. οὗτοι ὑπὸ τῶν Θεσσαλῶν οἱ λογάδες ἀπώλοντο ἀθρόοι καὶ αὐτοὶ καὶ ὁ ἡγούμενός σφισι Γέλων, συμπατούμενοί τε ὑπὸ τῶν ἵππων καὶ ὑπὸ τῶν ἀνδρῶν φονευόμενοι. [6] καὶ ἡ συμφορὰ σφῶν

  κατάπληξιν τοῖς ἐπὶ τοῦ στρατοπέδου τῶν Φωκέων τηλικαύτην ἐνεποίησεν, ὥστε καὶ τὰς γυναῖκας καὶ παῖδας καὶ ὅσα τῶν κτημάτων ἄγειν ἦν σφίσιν ἢ φέρειν, ἔτι δὲ καὶ ἐσθῆτα καὶ χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἀγάλματα τῶν θεῶν ἐς ταὐτὸ συλλέξαντες πυρὰν ὡς μεγίστην ἐποίησαν, καὶ ἐπ᾽ αὐτοῖς ἀριθμὸν τριάκοντα ἄνδρας ἀπολείπουσι: [7] προσετέτακτο δὲ τοῖς ἀνδράσιν, εἰ ἡττᾶσθαι τοὺς Φωκέας συμβαίνοι τῇ μάχῃ, τότε δὴ προαποσφάξαι μὲν τὰς γυναῖκάς τε καὶ παῖδας καὶ ὡς ἱερεῖα ἀναθέντας ταῦτά τε καὶ τὰ χρήματα ἐπὶ τὴν πυρὰν καὶ ἐνέντας πῦρ οὕτως ἤδη διαφθαρῆναι καὶ αὐτοὺς ἤτοι ὑπ᾽ ἀλλήλων ἢ ἐς τὴν ἵππον τῶν Θεσσαλῶν ἐσπίπτοντας. ἀντὶ τούτου μὲν ἅπαντα τὰ ἀνάλγητα βουλεύματα ἀπόνοια ὑπὸ Ἑλλήνων ὀνομάζεται Φωκική, τότε δὲ οἱ Φωκεῖς ἐποιοῦντο αὐτίκα ἐπὶ τοὺς Θεσσαλοὺς ἔξοδον: [8] στρατηγοὶ δὲ ἦσάν σφισι Ῥοῖός τε Ἀμβροσσεὺς καὶ Ὑαμπολίτης Δαϊφάντης, οὗτος μὲν δὴ ἐπὶ τῇ ἵππῳ, δυνάμεως δὲ τῆς πεζῆς ὁ Ἀμβροσσεύς. ὁ δὲ χώραν ἐν τοῖς ἄρχουσιν ἔχων τὴν μεγίστην μάντις ἦν Τελλίας ὁ Ἠλεῖος, καὶ ἐς τὸν Τελλίαν τοῖς Φωκεῦσι τῆς σωτηρίας ἀπέκειντο αἱ ἐλπίδες. [9] ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα τοῖς Φωκεῦσιν ἐγίνετο ἐν ὀφθαλμοῖς τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα, τήν τε σωτηρίαν οὐκ ἐν βεβαίῳ σφίσιν ἑώρων σαλεύουσαν καὶ τούτων ἕνεκα ἐς παντοῖα ἀφικνοῦντο τολμήματα: προσγενομένου δὲ καὶ τοῦ ἐκ θεῶν εὐμενοῦς νίκην τῶν τότε ἀνείλοντο ἐπιφα�
�εστάτην. [10] τό τε λόγιον τὸ γεγενημένον τοῖς Φωκεῦσι παρὰ τοῦ Ἀπόλλωνος καὶ τοῖς πᾶσιν Ἕλλησιν ἐγνώσθη: τὸ γὰρ σύνθημα κατὰ τὰ αὐτὰ ὑπὸ τῶν στρατηγούντων ἐδίδοτο ἐν ταῖς μάχαις Θεσσαλοῖς μὲν Ἀθηνᾶς Ἰτωνίας, τοῖς δὲ ὁ ἐπώνυμος Φῶκος. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐς Δελφοὺς Ἀπόλλωνα καὶ Τελλίαν τότε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσιν ἐστρατήγησαν, σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων: ἔργα δὲ αἱ εἰκόνες Ἀριστομέδοντός εἰσιν Ἀργείου. [11] εὑρέθη δὲ καὶ ὕστερον τοῖς Φωκεῦσιν οὐκ ἀποδέον σοφίᾳ τῶν προτέρων. ὡς γὰρ δὴ τὰ στρατόπεδα ἀντεκάθητο περὶ τὴν ἐς τὴν Φωκίδα ἐσβολήν, λογάδες Φωκέων πεντακόσιοι φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης ἐπιχειροῦσιν ἐν τῇ νυκτὶ τοῖς Θεσσαλοῖς, αὐτοί τε ἀληλιμμένοι γύψῳ καὶ ἐνδεδυκότες ὅπλα λευκὰ ἐπὶ τῇ γύψῳ. ἐνταῦθα ἐξεργασθῆναι φόνον τῶν Θεσσαλῶν λέγεται πλεῖστον, θειότερόν τι ἡγουμένων ἢ κατὰ ἔφοδον πολεμίων τὸ ἐν τῇ νυκτὶ συμβαῖνον. ὁ δὲ Ἠλεῖος ἦν Τελλίας ὃς καὶ ταῦτα τοῖς Φωκεῦσιν ἐμηχανήσατο ἐς τοὺς Θεσσαλούς.

  2. ἐπεὶ δὲ ἐς τὴν Εὐρώπην ὁ Περσῶν στρατὸς διέβη, λέγεται τοὺς Φωκέας φρονῆσαι μὲν ὑπὸ ἀνάγκης τὰ βασιλέως, αὐτομολῆσαι δὲ ἐκ τῶν Μήδων καὶ ἐς τὸ Ἑλληνικὸν παρὰ τὸ ἔργον τὸ Πλαταιᾶσι παρατάξασθαι. χρόνῳ δὲ ὕστερον κατέλαβεν αὐτοὺς ζημιωθῆναι χρήμασιν ὑπὸ Ἀμφικτυόνων: οὐδὲ ἔχω τοῦ λόγου τὸ ἀληθὲς ἐξευρεῖν εἴτε ἀδικήσασιν ἐπεβλήθη σφίσιν εἴτε Θεσσαλοὶ κατὰ τὸ ἐκ παλαιοῦ μῖσος γενέσθαι τὴν ζημίαν τοῖς Φωκεῦσιν ἦσαν οἱ πράξαντες.

  [2] ἐχόντων δὲ ἀθύμως αὐτῶν πρὸς τῆς ζημίας τὸ μέγεθος, Φιλόμηλος σφᾶς ὑπολαβὼν ὁ Θεοτίμου, Φωκέων οὐδενὸς ἀξιώματι ὕστερος — πατρὶς δὲ αὐτῷ Λέδων τῶν ἐν Φωκεῦσιν ἦν πόλεων — οὗτος οὖν ὁ Φιλόμηλος τήν τε ἔκτισιν αὐτοῖς ἀδύνατον ἀπέφηνε τῶν χρημάτων καὶ ἀνέπειθε τὸ ἱερὸν καταλαβεῖν τὸ ἐν Δελφοῖς, λέγων καὶ ἄλλα ἐπαγωγὰ καὶ ὡς τὰ Ἀθηναίων καὶ ἐκ Λακεδαίμονος ἐπιτήδεια ἐξ ἀρχῆς ἐστιν αὐτοῖς, Θηβαίων δὲ καὶ εἴ τις ἄλλος κατασταίη σφίσιν ἐς πόλεμον, περιέσεσθαι καὶ ἀρετῇ σφᾶς καὶ δαπάνῃ χρημάτων. [3] ταῦτα τοῦ Φιλομήλου λέγοντος οὐκ ἐγίνετο ἀκούσια τῷ πλήθει τῶν Φωκέων, εἴτε τὴν γνώμην σφίσι τοῦ θεοῦ βλάπτοντος εἴτε καὶ αὐτοῖς πεφυκόσιν ἐπίπροσθεν εὐσεβείας τὰ κέρδη ποιεῖσθαι. τὴν δὲ τῶν Δελφῶν κατάληψιν ἐποιήσαντο οἱ Φωκεῖς Ἡρακλείδου μὲν πρυτανεύοντος ἐν Δελφοῖς καὶ Ἀγαθοκλέους Ἀθήνῃσιν ἄρχοντος, τετάρτῳ δὲ ἔτει πέμπτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Πρῶρος ἐνίκα Κυρηναῖος στάδιον. [4] καταλαβοῦσι δὲ αὐτοῖς τὸ ἱερὸν ξενικά τε αὐτίκα τὰ ἰσχυρότατα τῶν ἐν Ἕλλησιν ἠθροίσθη καὶ οἱ Θηβαῖοί σφισιν ἐς πόλεμον ἐκ τοῦ φανεροῦ καθεστήκεσαν, διάφοροι καὶ τὰ πρότερα ὄντες. χρόνος μὲν δὴ ἐγένετο ὃν ἐπολέμησαν δέκα ἔτη συνεχῶς, καὶ ἐν τοσούτῳ πολέμου μήκει πολλάκις μὲν οἱ Φωκεῖς καὶ τὰ παρ᾽ αὐτοῖς ξενικὰ ἐνίκησε, πολλάκις δὲ ἦν τὰ τῶν Θηβαίων ἐπικρατέστερα: γενομένης δὲ κατὰ Νεῶνα πόλιν συμβολῆς ἐτράποντο οἱ Φωκεῖς, καὶ ὁ Φιλόμηλος ῥίπτει τε αὑτὸν ἐν τῇ φυγῇ κατὰ ὑψηλοῦ καὶ ἀποτόμου κρημνοῦ καὶ ἀφίησιν οὕτω τὴν ψυχήν: ἐτέτακτο δὲ καὶ ἄλλως τοῖς Ἀμφικτύοσιν ἐς τοὺς συλῶντας αὕτη ἡ δίκη.

  [5] μετὰ δὲ Φιλόμηλον τελευτήσαντα Ὀνομάρχῳ μὲν τὴν ἡγεμονίαν διδόασιν οἱ Φωκεῖς, ἐς δὲ τῶν Θηβαίων τὴν συμμαχίαν προσεχώρησε Φίλιππος ὁ Ἀμύντου: καὶ — ἐκράτησε γὰρ Φίλιππος τῆς συμβολῆς — φεύγων ὁ Ὀνόμαρχος καὶ ἐπὶ θάλασσαν ἀφικόμενος ἐνταῦθα ὑπὸ τῶν στρατιωτῶν κατηκοντίσθη τῶν οἰκείων, ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν τῆς ἐκείνου καὶ ἐς τὸ στρατηγεῖν ἀπειρίας. [6] Ὀνομάρχῳ μὲν τέλος τοῦ βίου τοιοῦτον ἐπήγαγεν ὁ δαίμων, στρατηγὸν δὲ αὐτοκράτορα εἵλοντο ἀδελφὸν τοῦ Ὀνομάρχου Φάυλον. λέγουσι δὲ τοῦτον τὸν Φάυλον παρεληλυθέναι τε δὴ ἄρτι ἐπὶ τῶν Φωκέων τὴν ἀρχὴν καὶ ὄψιν ὀνείρατος ἰδεῖν τοιάνδε. ἐν τοῖς ἀναθήμασι τοῦ Ἀπόλλωνος μίμημα ἦν χαλκοῦν ἀνδρὸς χρονιωτέρου, κατερρυηκότος τε ἤδη τὰς σάρκας καὶ τὰ ὀστᾶ ὑπολειπομένου μόνα: ἀνάθημα δὲ ὑπὸ Δελφῶν Ἱπποκράτους ἐλέγετο εἶναι τοῦ ἰατροῦ. τούτῳ δὴ ἑαυτὸν ἐοικέναι τῷ ἀναθήματι ἔδοξεν ὁ Φάυλος: αὐτίκα δὲ ὑπολαβοῦσα αὐτὸν φθοώδης νόσος ἐπετέλει τοῦ ἐνυπνίου τὴν μαντείαν. [7] Φαύλου δὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ ἐν Φωκεῦσι δυναστεία: καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος αἰτίαν ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆς ἀρχῆς. διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳ τοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος — οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντο αἰτοῦντι — τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο.

  3. δεκάτῳ δὲ ὕστερον ἔτει μετὰ τὴν τοῦ ἱεροῦ κατάληψιν ἐπέθηκεν ὁ Φίλιππος πέρας τῷ πολέμῳ, Φωκικῷ τε καὶ ἱερῷ κληθέντι τῷ αὐτῷ, Θεοφίλου μὲν Ἀθήνῃσιν ἄρχοντος, ὀγδόης δὲ Ὀλυμπιάδος καὶ ἑκατοστῆς ἔτει πρώτῳ, ἣν Πολυκλῆς ἐνίκα στάδιον Κυρηναῖος. καὶ ἐς ἔδαφος ἁλοῦσαι κατεβλήθησαν τῶν Φωκέων αἱ πόλεις:
ἀριθμὸς δὲ ἦν αὐτῶν Λίλαια καὶ Ὑάμπολις καὶ Ἀντίκυρα καὶ Παραποτάμιοι καὶ Πανοπεύς τε καὶ Δαυλίς. τούτων μὲν δὴ ὄνομα ἦν ἐκ παλαιοῦ, καὶ οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου: [2] τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου: τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας ἐς τὸ Ἑλληνικὸν ἐποίησεν, Ἐρωχὸν καὶ Χαράδραν καὶ Ἀμφίκλειαν καὶ Νεῶνας καὶ Τεθρώνιον καὶ Δρυμαίαν. αἱ δὲ ἄλλαι πλήν γε δὴ Ἐλατείας τὰ πρότερα οὐκ ἐπιφανεῖς ἦσαν, Τραχίς τε ἡ Φωκικὴ καὶ Μεδεὼν ὁ Φωκικὸς καὶ Ἐχεδάμεια καὶ Ἄμβροσσος καὶ Λέδων καὶ Φλυγόνιον ἔτι καὶ Στῖρις. τότε δὲ κατεσκάφησάν τε αἱ κατειλεγμέναι καὶ ἐς κώμας πλὴν Ἄβας ᾠκίσθησαν αἱ ἄλλαι: Ἀβαίοις δὲ ἐκτὸς ἀσεβείας ὑπῆρχε καθεστηκέναι, καὶ οὔτε τοῦ ἱεροῦ τῆς καταλήψεως οὔτε τοῦ πολέμου μετεσχήκεσαν. [3] ἀφῃρέθησαν δὲ οἱ Φωκεῖς καὶ μετεῖναί σφισιν ἱεροῦ τοῦ ἐν Δελφοῖς καὶ συνόδου τῆς ἐς τὸ Ἑλληνικόν, καὶ τὰς ψήφους αὐτῶν Μακεδόσιν ἔδοσαν οἱ Ἀμφικτύονες. ἀνὰ χρόνον μέντοι τοῖς Φωκεῦσιν αἱ πόλεις ἀνῳκίσθησαν καὶ ἐς τὰς πατρίδας κατήχθησαν ἐκ τῶν κωμῶν, πλὴν εἰ μὴ ἀνοικισθῆναί τινας ἐκώλυσεν ἀσθένειά τε ἡ ἐξ ἀρχῆς καὶ ἡ τῶν χρημάτων ἐν τῷ τότε ἔνδεια: Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι σφᾶς ἦσαν οἱ κατάγοντες, πρὶν ἢ τὸ ἐν Χαιρωνείᾳ συμβῆναι πταῖσμα Ἕλλησι. [4] καὶ ἀγῶνος τοῦ ἐν Χαιρωνείᾳ μετέσχον οἱ Φωκεῖς, καὶ ὕστερον περὶ Λάμιαν καὶ ἐν Κραννῶνι ἐναντία Ἀντιπάτρου καὶ Μακεδόνων ἐμαχέσαντο: Γαλάτας δὲ καὶ τὴν Κελτικὴν στρατιὰν προθυμότατα ἠμύνοντο Ἑλλήνων, θεῷ τε τιμωροῦντες τῷ ἐν Δελφοῖς καὶ ἐς ἀπολογίαν ἅμα ἐμοὶ δοκεῖν τῶν ἀρχαίων ἐγκλημάτων.

 

‹ Prev