by Pausanias
PTOLEMY PHILOMETOR OF EGYPT, HISTORY
9. ὁ δὲ Φιλομήτωρ καλούμενος ὄγδοος μέν ἐστιν ἀπόγονος Πτολεμαίου τοῦ Λάγου, τὴν δὲ ἐπίκλησιν ἔσχεν ἐπὶ χλευασμῷ. οὐ γάρ τινα τῶν βασιλέων μισηθέντα ἴσμεν ἐς τοσόνδε ὑπὸ μητρός, ὃν πρεσβύτατον ὄντα τῶν παίδων ἡ μήτηρ οὐκ εἴα καλεῖν ἐπὶ τὴν ἀρχήν, πρότερον δὲ ἐς Κύπρον ὑπὸ τοῦ πατρὸς πεμφθῆναι πράξασα: τῆς δὲ ἐς τὸν παῖδα τῇ Κλεοπάτρᾳ δυσνοίας λέγουσιν ἄλλας τε αἰτίας καὶ ὅτι Ἀλέξανδρον τὸν νεώτερον τῶν παίδων κατήκοον ἔσεσθαι μᾶλλον ἤλπιζε. καὶ διὰ τοῦτο ἑλέσθαι βασιλέα Ἀλέξανδρον ἔπειθεν Αἰγυπτίους:
[9.1] IX. The one called Philometor is eighth in descent from Ptolemy son of Lagus, and his surname was given him in sarcastic mockery, for we know of none of the kings who was so hated by his mother. Although he was the eldest of her children she would not allow him to be called to the throne, but prevailed on his father before the call came to send him to Cyprus. Among the reasons assigned for Cleopatra’s enmity towards her son is her expectation that Alexander the younger of her sons would prove more subservient, and this consideration induced her to urge the Egyptians to choose Alexander as king.
[2] ἐναντιουμένου δέ οἱ τοῦ πλήθους, δεύτερα ἐς τὴν Κύπρον ἔστειλεν Ἀλέξανδρον, στρατηγὸν μὲν τῷ λόγῳ, τῷ δὲ ἔργῳ δι᾽ αὐτοῦ Πτολεμαίῳ θέλουσα εἶναι φοβερωτέρα, τέλος δὲ κατατρώσασα οὓς μάλιστα τῶν εὐνούχων ἐνόμιζεν εὔνους, ἐπήγετο σφᾶς ἐς τὸ πλῆθος ὡς αὐτή τε ἐπιβουλευθεῖσα ὑπὸ Πτολεμαίου καὶ τοὺς εὐνούχους τοιαῦτα ὑπ᾽ ἐκείνου παθόντας. οἱ δὲ Ἀλεξανδρεῖς ὥρμησαν μὲν ὡς ἀποκτενοῦντες τὸν Πτολεμαῖον, ὡς δὲ σφᾶς ἔφθασεν ἐπιβὰς νεώς, Ἀλέξανδρον ἥκοντα ἐκ Κύπρου ποιοῦνται βασιλέα.
[9.2] When the people offered opposition, she dispatched Alexander for the second time to Cyprus, ostensibly as general, but really because she wished by his means to make Ptolemy more afraid of her. Finally she covered with wounds those eunuchs she thought best disposed, and presented them to the people, making out that she was the victim of Ptolemy’s machinations, and that he had treated the eunuchs in such a fashion. The people of Alexandria rushed to kill Ptolemy, and when he escaped on board a ship, made Alexander, who returned from Cyprus, their king.
[3] Κλεοπάτραν δὲ περιῆλθεν ἡ δίκη τῆς Πτολεμαίου φυγῆς ἀποθανοῦσαν ὑπὸ Ἀλεξάνδρου, ὃν αὐτὴ βασιλεύειν ἔπραξεν Αἰγυπτίων. τοῦ δὲ ἔργου φωραθέντος καὶ Ἀλεξάνδρου φόβῳ τῶν πολιτῶν φεύγοντος, οὕτω Πτολεμαῖος κατῆλθε καὶ τὸ δεύτερον ἔσχεν Αἴγυπτον: καὶ Θηβαίοις ἐπολέμησεν ἀποστᾶσι, παραστησάμενος δὲ ἔτει τρίτῳ μετὰ τὴν ἀπόστασιν ἐκάκωσεν, ὡς μηδὲ ὑπόμνημα λειφθῆναι Θηβαίοις τῆς ποτε εὐδαιμονίας προελθούσης ἐς τοσοῦτον ὡς ὑπερβαλέσθαι πλούτῳ τοὺς Ἑλλήνων πολυχρημάτους, τό τε ἱερὸν τὸ ἐν Δελφοῖς καὶ Ὀρχομενίους. Πτολεμαῖον μὲν οὖν ὀλίγῳ τούτων ὕστερον ἐπέλαβε μοῖρα ἡ καθήκουσα: Ἀθηναῖοι δὲ ὑπ᾽ αὐτοῦ παθόντες εὖ πολλά τε καὶ οὐκ ἄξια ἐξηγήσεως χαλκοῦν καὶ αὐτὸν καὶ Βερενίκην ἀνέθηκαν, ἣ μόνη γνησία οἱ τῶν παίδων ἦν.
[9.3] Retribution for the exile of Ptolemy came upon Cleopatra, for she was put to death by Alexander, whom she herself had made to be king of the Egyptians. When the deed was discovered, and Alexander fled in fear of the citizens, Ptolemy returned and for the second time assumed control of Egypt. He made war against the Thebans, who had revolted, reduced them two years after the revolt, and treated them so cruelly that they were left not even a memorial of their former prosperity, which had so grown that they surpassed in wealth the richest of the Greeks, the sanctuary of Delphi and the Orchomenians. Shortly after this Ptolemy met with his appointed fate, and the Athenians, who had been benefited by him in many ways which I need not stop to relate, set up a bronze likeness of him and of Berenice, his only legitimate child.
LYSIMACHUS OF MACEDONIA, HISTORY
[4] μετὰ δὲ τοὺς Αἰγυπτίους Φίλιππός τε καὶ Ἀλέξανδρος ὁ Φιλίππου κεῖνται: τούτοις μείζονα ὑπῆρχέ πως ἢ ἄλλου πάρεργα εἶναι λόγου. τοῖς μὲν οὖν ἀπ᾽ Αἰγύπτου τιμῇ τε ἀληθεῖ καὶ εὐεργέταις οὖσι γεγόνασιν αἱ δωρεαί, Φιλίππῳ δὲ καὶ Ἀλεξάνδρῳ κολακείᾳ μᾶλλον ἐς αὐτοὺς τοῦ πλήθους, ἐπεὶ καὶ Λυσίμαχον οὐκ εὐνοίᾳ τοσοῦτον ὡς ἐς τὰ παρόντα χρήσιμον νομίζοντες ἀνέθηκαν.
[9.4] After the Egyptians come statues of Philip and of his son Alexander. The events of their lives were too important to form a mere digression in another story. Now the Egyptians had their honors bestowed upon them out of genuine respect and because they were benefactors, but it was rather the sycophancy of the people that gave them to Philip and Alexander, since they set up a statue to Lysimachus also not so much out of goodwill as because they thought to serve their immediate ends.
[5] ὁ δὲ Λυσίμαχος οὗτος γένος τε ἦν Μακεδὼν καὶ Ἀλεξάνδρου δορυφόρος, ὃν Ἀλέξανδρός ποτε ὑπ᾽ ὀργῆς λέοντι ὁμοῦ καθείρξας ἐς οἴκημα κεκρατηκότα εὗρε τοῦ θηρίου: τά τε οὖν ἄλλα ἤδη διετέλει θαυμάζων καὶ Μακεδόνων ὁμοίως τοῖς ἀρίστοις ἦγεν ἐν τιμῇ. τελευτήσαντος δὲ Ἀλεξάνδρου Θρᾳκῶν ἐβασίλευεν ὁ Λυσίμαχος τῶν προσοίκων Μακεδόσιν, ὅσων ἦρχεν Ἀλέξανδρος καὶ ἔτι πρότερον Φίλιππος: εἶεν δ᾽ ἂν οὗτοι τοῦ Θρᾳκίου μοῖρα οὐ μεγάλη. Θρᾳκῶν δὲ τῶν πάντων οὐδένες πλείους εἰσὶ τῶν ἀνθρώπων ὅτι μὴ Κελτοὶ πρὸς ἄλλο ἔθνος ἓν ἀντεξετάζοντι, καὶ διὰ τοῦτο οὐδείς πω πρότερος Θρᾷκας Ῥωμαίων κατεστρέψατο ἀθρόους: Ῥωμαίοις δὲ Θρᾴκη τε πᾶσά ἐστιν ὑποχείριος, καὶ Κελτῶν ὅσον μὲν ἀχρεῖον νομίζουσι διά τε ὑπερβάλλον ψῦχος καὶ γῆς φαυλότητα, ἑκουσίως παρῶπταί σφισι, τὰ δὲ ἀξιόκτητα ἔχουσι καὶ τούτων.
[9.5] This Lysimachus was a Macedonian by birth and one of Alexander’s body-guards, whom Alexander once in anger shut up in a chamber with a lion, and afterwards found that he had overpowered the brute. Henceforth he always treated him with respect, and honored him as much as the noblest Macedonians. After the death of Alexander, Lysimachus ruled such of the Thracians, who are neighbors of the Macedonians, as had been under the sway of Alexander and before him of Philip. These would comprise but a small part of Thrace. If race be compared with race no nation of men except the Celts are more numerous than the Thracians take
n all together, and for this reason no one before the Romans reduced the whole Thracian population. But the Romans have subdued all Thrace, and they also hold such Celtic territory as is worth possessing, but they have intentionally overlooked the parts that they consider useless through excessive cold or barrenness.
[6] τότε δὲ ὁ Λυσίμαχος πρώτοις τῶν περιοίκων ἐπολέμησεν Ὀδρύσαις, δεύτερα δὲ ἐπὶ Δρομιχαίτην καὶ Γέτας ἐστράτευσεν: οἷα δὲ ἀνδράσι συμβαλὼν οὐκ ἀπείροις πολέμων, ἀριθμῷ δὲ καὶ πολὺ ὑπερβεβληκόσιν, αὐτὸς μὲν ἐς τὸ ἔσχατον ἐλθὼν κινδύνου διέφυγεν, ὁ δέ οἱ παῖς Ἀγαθοκλῆς συστρατευόμενος τότε πρῶτον ὑπὸ τῶν Γετῶν ἑάλω. Λυσίμαχος δὲ καὶ ὕστερον προσπταίσας μάχαις καὶ τὴν ἅλωσιν τοῦ παιδὸς οὐκ ἐν παρέργῳ ποιούμενος συνέθετο πρὸς Δρομιχαίτην εἰρήνην, τῆς τε ἀρχῆς τῆς αὑτοῦ τὰ πέραν Ἴστρου παρεὶς τῷ Γέτῃ καὶ θυγατέρα συνοικίσας ἀνάγκῃ τὸ πλέον: οἱ δὲ οὐκ Ἀγαθοκλέα, Λυσίμαχον δὲ αὐτὸν ἁλῶναι λέγουσιν, ἀνασωθῆναι δὲ Ἀγαθοκλέους τὰ πρὸς τὸν Γέτην ὑπὲρ αὐτοῦ πράξαντος. ὡς δὲ ἐπανῆλθεν, Ἀγαθοκλεῖ Λυσάνδραν γυναῖκα ἠγάγετο, Πτολεμαίου τε τοῦ Λάγου καὶ Εὐρυδίκης οὖσαν.
[9.6] Then Lysimachus made war against his neighbours, first the Odrysae, secondly the Getae and Dromichaetes. Engaging with men not unversed in warfare and far his superiors in number, he himself escaped from a position of extreme danger, but his son Agathocles, who was serving with him then for the first time, was taken prisoner by the Getae. Lysimachus met with other reverses afterwards, and attaching great importance to the capture of his son made peace with Dromicliaetes, yielding to the Getic king the parts of his empire beyond the Ister, and, chiefly under compulsion, giving him his daughter in marriage. Others say that not Agathocles but Lysimachus himself was taken prisoner, regaining his liberty when Agathocles treated with the Getic king on his behalf. On his return he married to Agathocles Lysandra, the daughter of Ptolemy, son of Lagus, and of Eurydice.
[7] διέβη δὲ καὶ ναυσὶν ἐπὶ τὴν Ἀσίαν καὶ τὴν ἀρχὴν τὴν Ἀντιγόνου συγκαθεῖλε. συνῴκισε δὲ καὶ Ἐφεσίων ἄχρι θαλάσσης τὴν νῦν πόλιν, ἐπαγαγόμενος ἐς αὐτὴν Λεβεδίους τε οἰκήτορας καὶ Κολοφωνίους, τὰς δὲ ἐκείνων ἀνελὼν πόλεις, ὡς Φοίνικα ἰάμβων ποιητὴν Κολοφωνίων θρηνῆσαι τὴν ἅλωσιν. Ἑρμησιάναξ δὲ ὁ τὰ ἐλεγεῖα γράψας οὐκέτι ἐμοὶ δοκεῖν περιῆν: πάντως γάρ που καὶ αὐτὸς ἂν ἐπὶ ἁλούσῃ Κολοφῶνι ὠδύρατο. Λυσίμαχος δὲ καὶ ἐς πόλεμον πρὸς Πύρρον κατέστη τὸν Αἰακίδου: φυλάξας δὲ ἐξ Ἠπείρου ἀπιόντα, οἷα δὴ τὰ πολλὰ ἐκεῖνος ἐπλανᾶτο, τήν τε ἄλλην ἐλεηλάτησεν Ἤπειρον καὶ ἐπὶ τὰς θήκας ἦλθε τῶν βασιλέων.
[9.7] He also crossed with a fleet to Asia and helped to overthrow the empire of Antigonus. He founded also the modern city of Ephesus as far as the coast, bringing to it as settlers people of Lebedos and Colophon, after destroying their cities, so that the iambic poet Phoenix com posed a lament for the capture of Colophon. Mermesianax, the elegiac writer, was, I think, no longer living, otherwise he too would certainly have been moved by the taking of Colophon to write a dirge. Lysimachus also went to war with Pyrrhus, son of Aeacides. Waiting for his departure from Epeirus (Pyrrhus was of a very roving disposition) he ravaged Epeirus until he reached the royal tombs.
[8] τὰ δὲ ἐντεῦθεν ἐμοί ἐστιν οὐ πιστά, Ἱερώνυμος δὲ ἔγραψε Καρδιανὸς Λυσίμαχον τὰς θήκας τῶν νεκρῶν ἀνελόντα τὰ ὀστᾶ ἐκρῖψαι. ὁ δὲ Ἱερώνυμος οὗτος ἔχει μὲν καὶ ἄλλως δόξαν πρὸς ἀπέχθειαν γράψαι τῶν βασιλέων πλὴν Ἀντιγόνου, τούτῳ δὲ οὐ δικαίως χαρίζεσθαι: τὰ δὲ ἐπὶ τοῖς τάφοις τῶν Ἠπειρωτῶν παντάπασίν ἐστι φανερὸς ἐπηρείᾳ
συνθείς, ἄνδρα Μακεδόνα θήκας νεκρῶν ἀνελεῖν. χωρὶς δὲ ἠπίστατο δή που καὶ Λυσίμαχος οὐ Πύρρου σφᾶς προγόνους μόνον ἀλλὰ καὶ Ἀλεξάνδρου τοὺς αὐτοὺς τούτους ὄντας: καὶ γὰρ Ἀλέξανδρος Ἠπειρώτης τε ἦν καὶ τῶν Αἰακιδῶν τὰ πρὸς μητρός, ἥ τε ὕστερον Πύρρου πρὸς Λυσίμαχον συμμαχία δηλοῖ καὶ πολεμήσασιν ἀδιάλλακτόν γε οὐδὲν πρὸς ἀλλήλους γενέσθαι σφίσι. τῷ δὲ Ἱερωνύμῳ τάχα μέν που καὶ ἄλλα ἦν ἐς Λυσίμαχον ἐγκλήματα, μέγιστον δὲ ὅτι τὴν Καρδιανῶν πόλιν ἀνελὼν Λυσιμάχειαν ἀντ᾽ αὐτῆς ᾤκισεν ἐπὶ τῷ ἰσθμῷ τῆς Θρᾳκίας χερρονήσου.
[9.8] The next part of the story is incredible to me, but Hieronymus the Cardian relates that he destroyed the tombs and cast out the bones of the dead. But this Hieronymus has a reputation generally of being biased against all the kings except Antigonus, and of being unfairly partial towards him. As to the treatment of the Epeirot graves, it is perfectly plain that it was malice that made him record that a Macedonian desecrated the tombs of the dead. Besides, Lysimachus was surely aware that they were the ancestors not of Pyrrhus only but also of Alexander. In fact Alexander was an Epeirot and an Aeacid on his mother’s side, and the subsequent alliance between Pyrrhus and Lysimachus proves that even as enemies they were not irreconcilable. Possibly Hieronymus had grievances against Lysimachus, especially his destroying the city of the Cardians and founding Lysimachea in its stead on the isthmus of the Thracian Chersonesus.
10. Λυσιμάχῳ δὲ ἐπὶ μὲν Ἀριδαίου βασιλεύοντος καὶ ὕστερον Κασσάνδρου καὶ τῶν παίδων φιλία διέμεινε πρὸς Μακεδόνας: περιελθούσης δὲ ἐς Δημήτριον τὸν Ἀντιγόνου τῆς ἀρχῆς, ἐνταῦθα ἤδη Λυσίμαχος πολεμήσεσθαι ἤλπιζεν ὑπὸ Δημητρίου καὶ αὐτὸς ἄρχειν ἠξίου πολέμου, πατρῷον ἐπιστάμενος ὂν Δημητρίῳ προσπεριβάλλεσθαί τι ἐθέλειν καὶ ἅμα ὁρῶν αὐτὸν παρελθόντα ἐς Μακεδονίαν μετάπεμπτον ὑπὸ Ἀλεξάνδρου τοῦ Κασσάνδρου, ὡς δὲ ἀφίκετο, αὐτόν τε Ἀλέξανδρον φονεύσαντα καὶ ἔχοντα ἀντ᾽ ἐκείνου τὴν Μακεδόνων ἀρχήν.
[10.1] X. As long as Aridaeus reigned, and after him Cassander and his sons, friendly relations continued between Lysimachus and Macedon. But when the kingdom devolved upon Demetrius, son of Antigonus, Lysimachus, henceforth expecting that war would be declared upon him by Demetrius, resolved to take aggressive action. He was aware that Demetrius inherited a tendency to aggrandise, and he also knew that he visited Macedonia at the summons of Alexander and Cassander, and on his arrival murdered Alexander himself and ruled the Macedonians in his stead.
[2] τούτων ἕνεκα Δημητρίῳ συμβαλὼν πρὸς Ἀμφιπόλει παρ᾽ ὀλίγον μὲν ἦλθεν ἐκ
πεσεῖν Θρᾴκης, ἀμύναντος δέ οἱ Πύρρου τήν τε Θρᾴκην κατέσχε καὶ ὕστερον ἐπῆρξε Νεστίων καὶ Μακεδόνων: τὸ δὲ πολὺ Μακεδονίας αὐτὸς Πύρρος κατεῖχε, δυνάμει τε ἥκων ἐξ Ἠπείρου καὶ πρὸς Λυσίμαχον ἐν τῷ παρόντι ἔχων ἐπιτηδείως. Δημητρίου δὲ διαβάντος ἐς τὴν Ἀσίαν καὶ Σελεύκῳ πολεμοῦντος, ὅσον μὲν χρόνον ἀντεῖχε τὰ Δημητρίου, διέμεινεν ἡ Πύρρου καὶ Λυσιμάχου συμμαχία: γενομένου δὲ ἐπὶ Σελεύκῳ Δημητρίου Λυσιμάχῳ καὶ Πύρρῳ διελύθη ἡ φιλία, καὶ καταστάντων ἐς πόλεμον Λυσίμαχος Ἀντιγόνῳ τε τῷ Δημητρίου καὶ αὐτῷ Πύρρῳ πολεμήσας ἐκράτησε παρὰ πολὺ καὶ Μακεδονίαν ἔσχεν, ἀναχωρῆσαι Πύρρον βιασάμενος ἐς τὴν Ἤπειρον.
[10.2] Therefore encountering Demetrius at Amphipolis he came near to being expelled from Thrace, but on Pyrrhus’ coming to his aid he mastered Thrace and afterwards extended his empire at the expense of the Nestians and Macedonians. The greater part of Macedonia was under the control of Pyrrhus himself, who came from Epeirus with an army and was at that time on friendly terms with Lysimachus. When however Demetrius crossed over into Asia and made war on Seleucus, the alliance between Pyrrhus and Lysimachus lasted only as long as Demetrius continued hostilities; when Demetrius submitted to Seleucus, the friendship between Lysimachus and Pyrrhus was broken, and when war broke out Lysimachus fought against Antigonus son of Demetrius and against Pyrrhus himself, had much the better of the struggle, conquered Macedonia and forced Pyrrhus to retreat to Epeirus.