Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 231
Delphi Complete Works of Pausanias Page 231

by Pausanias


  [24.5] Their ritual, then, is such as I have described. As you enter the temple that they name the Parthenon, all the sculptures you see on what is called the pediment refer to the birth of Athena, those on the rear pediment represent the contest for the land between Athena and Poseidon. The statue itself is made of ivory and gold. On the middle of her helmet is placed a likeness of the Sphinx – the tale of the Sphinx I will give when I come to my description of Boeotia – and on either side of the helmet are griffins in relief.

  [6] τούτους τοὺς γρῦπας ἐν τοῖς ἔπεσιν Ἀριστέας ὁ Προκοννήσιος μάχεσθαι περὶ τοῦ χρυσοῦ φησιν Ἀριμασποῖς τοῖς ὑπὲρ Ἰσσηδόνων: τὸν δὲ χρυσόν, ὃν φυλάσσουσιν οἱ γρῦπες, ἀνιέναι τὴν γῆν: εἶναι δὲ Ἀριμασποὺς μὲν ἄνδρας μονοφθάλμους πάντας ἐκ γενετῆς, γρῦπας δὲ θηρία λέουσιν

  εἰκασμένα, πτερὰ δὲ ἔχειν καὶ στόμα ἀετοῦ. καὶ γρυπῶν μὲν πέρι τοσαῦτα εἰρήσθω:

  [24.6] These griffins, Aristeas of Proconnesus says in his poem, fight for the gold with the Arimaspi beyond the Issedones. The gold which the griffins guard, he says, comes out of the earth; the Arimaspi are men all born with one eye; griffins are beasts like lions, but with the beak and wings of an eagle. I will say no more about the griffins.

  [7] τὸ δὲ ἄγαλμα τῆς Ἀθηνᾶς ὀρθόν ἐστιν ἐν χιτῶνι ποδήρει καί οἱ κατὰ τὸ στέρνον ἡ κεφαλὴ Μεδούσης ἐλέφαντός ἐστιν ἐμπεποιημένη: καὶ Νίκην τε ὅσον τεσσάρων πηχῶν, ἐν δὲ τῇ χειρί δόρυ ἔχει, καί οἱ πρὸς τοῖς ποσὶν ἀσπίς τε κεῖται καὶ πλησίον τοῦ δόρατος δράκων ἐστίν: εἴη δ᾽ ἂν Ἐριχθόνιος οὗτος ὁ δράκων. ἔστι δὲ τῷ βάθρῳ τοῦ ἀγάλματος ἐπειργασμένη Πανδώρας γένεσις. πεποίηται δὲ Ἡσιόδῳ τε καὶ ἄλλοις ὡς ἡ Πανδώρα γένοιτο αὕτη γυνὴ πρώτη: πρὶν δὲ ἢ γενέσθαι Πανδώραν οὐκ ἦν πω γυναικῶν γένος. ἐνταῦθα εἰκόνα ἰδὼν οἶδα Ἀδριανοῦ βασιλέως μόνου, καὶ κατὰ τὴν ἔσοδον Ἰφικράτους ἀποδειξαμένου πολλά τε καὶ θαυμαστὰ ἔργα.

  [24.7] The statue of Athena is upright, with a tunic reaching to the feet, and on her breast the head of Medusa is worked in ivory. She holds a statue of Victory about four cubits high, and in the other hand a spear; at her feet lies a shield and near the spear is a serpent. This serpent would be Erichthonius. On the pedestal is the birth of Pandora in relief. Hesiod and others have sung how this Pandora was the first woman; before Pandora was born there was as yet no womankind. The only portrait statue I remember seeing here is one of the emperor Hadrian, and at the entrance one of Iphicrates, who accomplished many remarkable achievements.

  [8] τοῦ ναοῦ δέ ἐστι πέραν Ἀπόλλων χαλκοῦς, καὶ τὸ ἄγαλμα λέγουσι Φειδίαν ποιῆσαι: Παρνόπιον δὲ καλοῦσιν, ὅτι σφίσι παρνόπων βλαπτόντων τὴν γῆν ἀποτρέψειν ὁ θεὸς εἶπεν ἐκ τῆς χώρας. καὶ ὅτι μὲν ἀπέτρεψεν ἴσασι, τρόπῳ δὲ οὐ λέγουσι ποίῳ. τρὶς δὲ αὐτὸς ἤδη πάρνοπας ἐκ Σιπύλου τοῦ ὄρους οὐ κατὰ ταὐτὰ οἶδα φθαρέντας, ἀλλὰ τοὺς μὲν ἐξέωσε βίαιος ἐμπεσὼν ἄνεμος, τοὺς δὲ ὕσαντος τοῦ θεοῦ καῦμα ἰσχυρὸν καθεῖλεν ἐπιλαβόν, οἱ δὲ αἰφνιδίῳ ῥίγει καταληφθέντες ἀπώλοντο.

  [24.8] Opposite the temple is a bronze Apollo, said to be the work of Pheidias. They call it the Locust God, because once when locusts were devastating the land the god said that he would drive them from Attica. That he did drive them away they know, but they do not say how. I myself know that locusts have been destroyed three times in the past on Mount Sipylus, and not in the same way. Once a gale arose and swept them away; on another occasion violent heat came on after rain and destroyed them; the third time sudden cold caught them and they died.

  25. τοιαῦτα μὲν αὐτοῖς συμβαίνοντα εἶδον: ἔστι δὲ ἐν τῇ Ἀθηναίων ἀκροπόλει καὶ Περικλῆς ὁ Ξανθίππου καὶ αὐτὸς Ξάνθιππος, ὃς ἐναυμάχησεν ἐπὶ Μυκάλῃ Μήδοις. ἀλλ᾽ ὁ μὲν Περικλέους ἀνδριὰς ἑτέρωθι ἀνάκειται, τοῦ δὲ Ξανθίππου πλησίον ἕστηκεν Ἀνακρέων ὁ Τήιος, πρῶτος μετὰ Σαπφὼ τὴν Λεσβίαν τὰ πολλὰ ὧν ἔγραψεν ἐρωτικὰ ποιήσας: καί οἱ τὸ σχῆμά ἐστιν οἷον ᾁδοντος ἂν ἐν μέθῃ γένοιτο ἀνθρώπου. γυναῖκας δὲ πλησίον Δεινομένης Ἰὼ τὴν Ἰνάχου καὶ Καλλιστὼ τὴν Λυκάονος πεποίηκεν, αἷς ἀμφοτέραις ἐστὶν ἐς ἅπαν ὅμοια διηγήματα ἔρως Διὸς καὶ Ἥρας ὀργὴ καὶ ἀλλαγὴ τῇ μὲν ἐς βοῦν, Καλλιστοῖ δὲ ἐς ἄρκτον.

  [25.1] XXV. Such were the fates I saw befall the locusts. On the Athenian Acropolis is a statue of Pericles, the son of Xanthippus, and one of Xanthippus him self, who fought against the Persians at the naval battle of Mycale. But that of Pericles stands apart, while near Xanthippus stands Anacreon of Teos, the first poet after Sappho of Lesbos to devote himself to love songs, and his posture is as it were that of a man singing when he is drunk. Deinomenes made the two female figures which stand near, Io, the daughter of Inachus, and Callisto, the daughter of Lycaon, of both of whom exactly the same story is told, to wit, love of Zeus, wrath of Hera, and metamorphosis, Io becoming a cow and Callisto a bear.

  [2] πρὸς δὲ τῷ τείχει τῷ Νοτίῳ γιγάντων, οἳ περὶ Θρᾴκην ποτὲ καὶ τὸν ἰσθμὸν τῆς Παλλήνης ᾤκησαν, τούτων τὸν λεγόμενον πόλεμον καὶ μάχην πρὸς Ἀμαζόνας Ἀθηναίων καὶ τὸ Μαραθῶνι πρὸς Μήδους ἔργον καὶ Γαλατῶν τὴν ἐν Μυσίᾳ φθορὰν ἀνέθηκεν Ἄτταλος, ὅσον τε δύο πηχῶν ἕκαστον. ἕστηκε δὲ καὶ Ὀλυμπιόδωρος, μεγέθει τε ὧν ἔπραξε λαβὼν δόξαν καὶ οὐχ ἥκιστα τῷ καιρῷ, φρόνημα ἐν ἀνθρώποις παρασχόμενος συνεχῶς ἐπταικόσι καὶ δι᾽ αὐτὸ οὐδὲ ἓν χρηστὸν οὐδὲ ἐς τὰ μέλλοντα ἐλπίζουσι.

  [25.2] By the south wall are represented the legendary war with the giants, who once dwelt about Thrace and on the isthmus of Pallene, the battle between the Athenians and the Amazons, the engagement with the Persians at Marathon and the destruction of the Gauls in Mysia. Each is about two cubits, and all were dedicated by Attalus. There stands too Olympiodorus, who won fame for the greatness of his achievements, especially in the crisis when he displayed a brave confidence among men who had met with continuous reverses, and were therefore in despair of winning a single success in the days to come.

  OLYMPIODORUS OF ATHENS, HISTORY

  [3] τὸ γὰρ ἀτύχημα τὸ ἐν Χαιρωνείᾳ ἅπασι τοῖς Ἕλλησιν ἦρξε κακοῦ καὶ οὐχ ἥκιστα δούλους ἐποίησε τοὺς ὑπεριδόντας καὶ ὅσοι μετὰ Μακεδόνων ἐτάχθησαν. τὰς μὲν δὴ πολλὰς Φίλιππος τῶν πόλεων εἷλεν, Ἀθηναίοις δὲ λόγῳ συνθέμενος ἔργῳ σφ
ᾶς μάλιστα ἐκάκωσε, νήσους τε ἀφελόμενος καὶ τῆς ἐς τὰ ναυτικὰ παύσας ἀρχῆς. καὶ χρόνον μέν τινα ἡσύχασαν Ἀθηναῖοι Φιλίππου βασιλεύοντος καὶ ὕστερον Ἀλεξάνδρου: τελευτήσαντος δὲ Ἀλεξάνδρου Μακεδόνες μὲν βασιλεύειν εἵλοντο Ἀριδαῖον, Ἀντιπάτρῳ δὲ

  ἐπετέτραπτο ἡ πᾶσα ἀρχή, καὶ Ἀθηναίοις οὐκέτι ἀνεκτὰ ἐφαίνετο εἰ τὸν πάντα χρόνον ἔσται ἐπὶ Μακεδόσι τὸ Ἑλληνικόν, ἀλλ᾽ αὐτοί τε πολεμεῖν ὥρμηντο καὶ ἄλλους ἐς τὸ ἔργον ἤγειρον.

  [25.3] For the disaster at Chaeronea was the beginning of misfortune for all the Greeks, and especially did it enslave those who had been blind to the danger and such as had sided with Macedon. Most of their cities Philip captured; with Athens he nominally came to terms, but really imposed the severest penalties upon her, taking away the islands and putting an end to her maritime empire. For a time the Athenians remained passive, during the reign of Philip and subsequently of Alexander. But when on the death of Alexander the Macedonians chose Aridaeus to be their king, though the whole empire had been entrusted to Antipater, the Athenians now thought it intolerable if Greece should be for ever under the Macedonians, and themselves embarked on war besides inciting others to join them.

  [4] ἐγένοντο δὲ αἱ μετασχοῦσαι πόλεις Πελοποννησίων μὲν Ἄργος Ἐπίδαυρος Σικυὼν Τροιζὴν Ἠλεῖοι Φλιάσιοι Μεσσήνη, οἱ δὲ ἔξω τοῦ Κορινθίων ἰσθμοῦ Λοκροὶ Φωκεῖς Θεσσαλοὶ Κάρυστος Ἀκαρνᾶνες ἐς τὸ Αἰτωλικὸν συντελοῦντες: Βοιωτοὶ δὲ Θηβαίων ἠρημωμένην τὴν γῆν τὴν Θηβαΐδα νεμόμενοι δέει μὴ Θήβας αὖθις Ἀθηναῖοί σφισιν ἐποικίζωσιν οὔτε ἐς τὴν συμμαχίαν ἐτάσσοντο καὶ ἐς ὅσον ἧκον δυνάμεως τὰ Μακεδόνων ηὖξον.

  [25.4] The cities that took part were, of the Peloponnesians, Argos, Epidaurus, Sicyon, Troezen, the Eleans, the Phliasians, Messene; on the other side of the Corinthian isthmus the Locrians, the Phocians, the Thessalians, Carystus, the Acarnanians belonging to the Aetolian League. The Boeotians, who occupied the Thebaid territory now that there were no Thebans left to dwell there, in fear lest the Athenians should injure them by founding a settlement on the site of Thebes, refused to join the alliance and lent all their forces to furthering the Macedonian cause.

  [5] τοὺς δὲ ἐς τὸ συμμαχικὸν ταχθέντας κατὰ πόλεις τε ἑκάστους ἦγον στρατηγοὶ καὶ τοῦ παντὸς ἄρχειν ᾕρητο Ἀθηναῖος Λεωσθένης πόλεώς τε ἀξιώματι καὶ αὐτὸς εἶναι δοκῶν πολέμων ἔμπειρος. ὑπῆρχε δέ οἱ καὶ πρὸς πάντας εὐεργεσία τοὺς Ἕλληνας: ὁπόσοι γὰρ μισθοῦ παρὰ Δαρείῳ καὶ σατράπαις ἐστρατεύοντο Ἕλληνες, ἀνοικίσαι σφᾶς ἐς τὴν Περσίδα θελήσαντος Ἀλεξάνδρου Λεωσθένης ἔφθη κομίσας ναυσὶν ἐς τὴν Εὐρώπην. καὶ δὴ καὶ τότε ὧν ἐς αὐτὸν ἤλπισαν τὰ ἔργα λαμπρότερα ἐπιδειξάμενος παρέσχεν ἀποθανὼν ἀθυμῆσαι πᾶσι καὶ δι᾽ αὐτὸ οὐχ ἥκιστα σφαλῆναι: φρουρά τε Μακεδόνων ἐσῆλθεν Ἀθηναίοις, οἳ Μουνυχίαν, ὕστερον δὲ καὶ Πειραιᾶ καὶ τείχη μακρὰ ἔσχον.

  [25.5] Each city ranged under the alliance had its own general, but as commander-in-chief was chosen the Athenian Leosthenes, both because of the fame of his city and also because he had the reputation of being an experienced soldier. He had already proved himself a general benefactor of Greece. All the Greeks that were serving as mercenaries in the armies of Darius and his satraps Alexander had wished to deport to Persia, but Leosthenes was too quick for him, and brought them by sea to Europe. On this occasion too his brilliant actions surpassed expectation, and his death produced a general despair which was chiefly responsible for the defeat. A Macedonian garrison was set over the Athenians, and occupied first Munychia and afterwards Peiraeus also and the Long Walls.

  [6] Ἀντιπάτρου δὲ ἀποθανόντος Ὀλυμπιὰς διαβᾶσα ἐξ Ἠπείρου χρόνον μέν τινα ἦρξεν ἀποκτείνασα Ἀριδαῖον, οὐ πολλῷ δὲ ὕστερον ἐκπολιορκηθεῖσα ὑπὸ Κασσάνδρου παρεδόθη τῷ πλήθει.

  Κάσσανδρος δὲ βασιλεύσας — τὰ δὲ ἐς Ἀθηναίους ἐπέξεισί μοι μόνα ὁ λόγος — Πάνακτον τεῖχος ἐν τῇ Ἀττικῇ καὶ Σαλαμῖνα εἷλε τύραννόν τε Ἀθηναίοις ἔπραξε γενέσθαι Δημήτριον τὸν Φανοστράτου, τὰ πρὸς δόξαν εἰληφότα ἐπὶ σοφίᾳ. τοῦτον μὲν δὴ τυραννίδος ἔπαυσε Δημήτριος ὁ Ἀντιγόνου, νέος τε ὢν καὶ φιλοτίμως πρὸς τὸ Ἑλληνικὸν διακείμενος:

  [25.6] On the death of Antipater Olympias came over from Epeirus, killed Aridaeus, and for a time occupied the throne; but shortly afterwards she was besieged by Cassander, taken and delivered up to the people. Of the acts of Cassander when he came to the throne my narrative will deal only with such as concern the Athenians. He seized the fort of Panactum in Attica and also Salamis, and established as tyrant in Athens Demetrius the son of Phanostratus, a man who had won a reputation for wisdom. This tyrant was put down by Demetrius the son of Antigonus, a young man of strong Greek sympathies.

  [7] Κάσσανδρος δὲ — δεινὸν γάρ τι ὑπῆν οἱ μῖσος ἐς τοὺς Ἀθηναίους — , ὁ δὲ αὖθις Λαχάρην προεστηκότα ἐς ἐκεῖνο τοῦ δήμου, τοῦτον τὸν ἄνδρα οἰκειωσάμενος τυραννίδα ἔπεισε βουλεῦσαι, τυράννων ὧν ἴσμεν τά τε ἐς ἀνθρώπους μάλιστα ἀνήμερον καὶ ἐς τὸ θεῖον ἀφειδέστατον. Δημητρίῳ δὲ τῷ Ἀντιγόνου διαφορὰ μὲν ἦν ἐς τὸν δῆμον ἤδη τῶν Ἀθηναίων, καθεῖλε δὲ ὅμως καὶ τὴν Λαχάρους τυραννίδα: ἁλισκομένου δὲ τοῦ τείχους ἐκδιδράσκει Λαχάρης ἐς Βοιωτούς, ἅτε δὲ ἀσπίδας ἐξ ἀκροπόλεως καθελὼν χρυσᾶς καὶ αὐτὸ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα τὸν περιαιρετὸν ἀποδύσας κόσμον ὑπωπτεύετο εὐπορεῖν μεγάλως χρημάτων.

  [25.7] But Cassander, inspired by a deep hatred of the Athenians, made a friend of Lachares, who up to now had been the popular champion, and induced him also to arrange a tyranny. We know no tyrant who proved so cruel to man and so impious to the gods. Although Demetrius the son of Antigonus was now at variance with the Athenian people, he notwithstanding deposed Lachares too from his tyranny, who, on the capture of the fortifications, escaped to Boeotia. Lachares took golden shields from the Acropolis, and stripped even the statue of Athena of its removable ornament; he was accordingly suspected of being a very wealthy man,

  [8] Λαχάρην μὲν οὖν τούτων ἕνεκα κτείνουσιν ἄνδρες Κορωναῖοι: Δημήτριος δὲ ὁ Ἀντιγόνου τυράννων ἐλευθερώσας Ἀθηναίους τό τε παραυτίκα μετὰ τὴν Λαχάρους φυγὴν οὐκ ἀπέδωκέ σφισι τὸν Πειραιᾶ καὶ ὕστερον πολέμῳ κρατήσ�
�ς ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν τὸ ἄστυ, τὸ Μουσεῖον καλούμενον τειχίσας. ἔστι δὲ ἐντὸς τοῦ περιβόλου τοῦ ἀρχαίου τὸ Μουσεῖον ἀπαντικρὺ τῆς ἀκροπόλεως λόφος, ἔνθα Μουσαῖον ᾁδειν καὶ ἀποθανόντα γήρᾳ ταφῆναι λέγουσιν: ὕστερον δὲ καὶ μνῆμα αὐτόθι ἀνδρὶ ᾠκοδομήθη Σύρῳ. τότε δὲ Δημήτριος τειχίσας εἶχε:

  [25.8] and was murdered by some men of Coronea for the sake of this wealth. After freeing the Athenians from tyrants Demetrius the son of Antigonus did not restore the Peiraeus to them immediately after the flight of Lachares, but subsequently overcame them and brought a garrison even into the upper city, fortifying the place called the Museum. This is a hill right opposite the Acropolis within the old city boundaries, where legend says Musaeus used to sing, and, dying of old age, was buried. Afterwards a monument also was erected here to a Syrian. At the time to which I refer Demetrius fortified and held it.

  26. χρόνῳ δὲ ὕστερον ἄνδρας ἐσῆλθεν οὐ πολλοὺς καὶ μνήμη τε προγόνων καὶ ἐς οἵαν μεταβολὴν τὸ ἀξίωμα ἥκοι τῶν Ἀθηναίων, αὐτίκα τε ὡς εἶχον αἱροῦνται στρατηγὸν Ὀλυμπιόδωρον. ὁ δὲ σφᾶς ἐπὶ τοὺς Μακεδόνας ἦγε καὶ γέροντας καὶ μειράκια ὁμοίως, προθυμίᾳ πλέον ἢ ῥώμῃ κατορθοῦσθαι τὰ ἐς πόλεμον ἐλπίζων: ἐπεξελθόντας δὲ τοὺς Μακεδόνας μάχῃ τε ἐκράτησε καὶ φυγόντων ἐς τὸ Μουσεῖον τὸ χωρίον εἷλεν.

 

‹ Prev