by Pausanias
[6] ἀρχαῖα: καί σφισιν ἀπετάκη μὲν οὐδέν, μελάντερα δὲ καὶ πληγὴν ἐνεγκεῖν ἐστιν ἀσθενέστερα: ἐπέλαβε γὰρ καὶ ταῦτα ἡ φλόξ, ὅτε ἐσβεβηκότων ἐς τὰς ναῦς Ἀθηναίων βασιλεὺς εἷλεν ἔρημον τῶν ἐν ἡλικίᾳ τὴν πόλιν. ἔστι δὲ συός τε θήρα, περὶ οὗ σαφὲς οὐδὲν οἶδα εἰ τοῦ Καλυδωνίου, καὶ Κύκνος Ἡρακλεῖ μαχόμενος: τοῦτον τὸν Κύκνον φασὶν ἄλλους τε φονεῦσαι καὶ Λύκον Θρᾷκα προτεθέντων σφίσι μονομαχίας ἄθλων, περὶ δὲ τὸν ποταμὸν τὸν Πηνειὸν ἀπέθανεν ὑφ᾽ Ἡρακλέους.
[27.6] There are also old figures of Athena, no limbs of which indeed are missing, but they are rather black and too fragile to bear a blow. For they too were caught by the flames when the Athenians had gone on board their ships and the King captured the city emptied of its able-bodied inhabitants. There is also a boar-hunt (I do not know for certain whether it is the Calydonian boar) and Cycnus fighting with Heracles. This Cycnus is said to have killed, among others, Lycus a Thracian, a prize having been proposed for the winner of the duel, but near the river Peneius he was himself killed by Heracles.
[7] τῶν δὲ ἐν Τροιζῆνι λόγων, οὓς ἐς Θησέα λέγουσιν, ἐστὶν ὡς Ἡρακλῆς ἐς Τροιζῆνα ἐλθὼν παρὰ Πιτθέα καταθεῖτο ἐπὶ τῷ δείπνῳ τοῦ λέοντος τὸ δέρμα, ἐσέλθοιεν δὲ παρ᾽ αὐτὸν ἄλλοι τε Τροιζηνίων παῖδες καὶ Θησεὺς ἕβδομον μάλιστα γεγονὼς ἔτος: τοὺς μὲν δὴ λοιποὺς παῖδας, ὡς τὸ δέρμα εἶδον, φεύγοντάς φασιν οἴχεσθαι, Θησέα δὲ ὑπεξελθόντα οὐκ ἄγαν σὺν φόβῳ παρὰ τῶν διακόνων ἁρπάσαι πέλεκυν καὶ αὐτίκα ἐπιέναι σπουδῇ, λέοντα εἶναι τὸ δέρμα ἡγούμενον.
[27.7] One of the Troezenian legends about Theseus is the following. When Heracles visited Pittheus at Troezen, he laid aside his lion’s skin to eat his dinner, and there came in to see him some Troezenian children with Theseus, then about seven years of age. The story goes that when they saw the skin the other children ran away, but Theseus slipped out not much afraid, seized an axe from the servants and straightway attacked the skin in earnest, thinking it to be a lion.
[8] ὅδε μὲν τῶν λόγων πρῶτος ἐς αὐτόν ἐστι Τροιζηνίοις: ὁ δὲ ἐπὶ τούτῳ, κρηπῖδας Αἰγέα ὑπὸ πέτρᾳ καὶ ξίφος θεῖναι γνωρίσματα εἶναι τῷ. παιδὶ καὶ τὸν μὲν ἐς Ἀθήνας ἀποπλεῖν, Θησέα δέ, ὡς ἕκτον καὶ δέκατον ἔτος ἐγεγόνει, τὴν πέτραν ἀνώσαντα οἴχεσθαι καὶ τὴν παρακαταθήκην τὴν Αἰγέως φέροντα. τούτου δὲ εἰκὼν ἐν ἀκροπόλει πεποίηται τοῦ λόγου, χαλκοῦ πάντα ὁμοίως πλὴν τῆς πέτρας:
[27.8] This is the first Troezenian legend about Theseus. The next is that Aegeus placed boots and a sword under a rock as tokens for the child, and then sailed away to Athens; Theseus, when sixteen years old, pushed the rock away and departed, taking what Aegeus had deposited. There is a representation of this legend on the Acropolis, everything in bronze except the rock.
[9] ἀνέθεσαν δὲ καὶ ἄλλο Θησέως ἔργον, καὶ ὁ λόγος οὕτως ἐς αὐτὸ ἔχει. Κρησὶ τήν τε ἄλλην γῆν καὶ τὴν ἐπὶ ποταμῷ Τεθρίνι ταῦρος ἐλυμαίνετο. πάλαι δὲ ἄρα τὰ θηρία φοβερώτερα ἦν τοῖς ἀνθρώποις ὡς ὅ τ᾽ ἐν Νεμέᾳ λέων καὶ ὁ Παρνάσσιος καὶ δράκοντες τῆς Ἑλλάδος πολλαχοῦ καὶ ὗς περί τε Καλυδῶνα καὶ Ἐρύμανθον καὶ τῆς Κορινθίας ἐν Κρομμυῶνι, ὥστε καὶ ἐλέγετο τὰ μὲν ἀνιέναι τὴν γῆν, τὰ δὲ ὡς ἱερὰ εἴη θεῶν, τὰ δὲ καὶ ἐς τιμωρίαν ἀνθρώπων ἀφεῖσθαι. καὶ τοῦτον οἱ Κρῆτες τὸν ταῦρον ἐς τὴν γῆν πέμψαι σφίσι Ποσειδῶνά φασιν, ὅτι θαλάσσης ἄρχων Μίνως τῆς Ἑλληνικῆς οὐδενὸς Ποσειδῶνα ἦγεν ἄλλου θεοῦ μᾶλλον ἐν τιμῇ.
[27.9] Another deed of Theseus they have represented in an offering, and the story about it is as follows:– The land of the Cretans and especially that by the river Tethris was ravaged by a bull. It would seem that in the days of old the beasts were much more formidable to men, for example the Nemean lion, the lion of Parnassus, the serpents in many parts of Greece, and the boars of Calydon, Eryrmanthus and Crommyon in the land of Corinth, so that it was said that some were sent up by the earth, that others were sacred to the gods, while others had been let loose to punish mankind. And so the Cretans say that this bull was sent by Poseidon to their land because, although Minos was lord of the Greek Sea, he did not worship Poseidon more than any other god.
[10] κομισθῆναι μὲν δὴ τὸν ταῦρον τοῦτόν φασιν ἐς Πελοπόννησον ἐκ Κρήτης καὶ Ἡρακλεῖ τῶν δώδεκα καλουμένων ἕνα καὶ τοῦτον γενέσθαι τὸν ἆθλον: ὡς δὲ ἐς τὸ πεδίον ἀφείθη τὸ Ἀργείων, φεύγει διὰ τοῦ Κορινθίου ἰσθμοῦ, φεύγει δὲ ἐς γῆν τὴν Ἀττικὴν καὶ τῆς Ἀττικῆς ἐς δῆμον τὸν Μαραθωνίων, καὶ ἄλλους τε ὁπόσοις ἐπέτυχε καὶ Μίνω παῖδα Ἀνδρόγεων ἀπέκτεινε. Μίνως δὲ ναυσὶν ἐπ᾽ Ἀθήνας πλεύσας — οὐ γὰρ ἐπείθετο ἀναιτίους εἶναι σφᾶς τῆς Ἀνδρόγεω τελευτῆς — ἐς τοσοῦτον ἐκάκωσεν, ἐς ὃ συνεχωρήθη οἱ παρθένους ἐς Κρήτην ἑπτὰ καὶ παῖδας ἴσους ἄγειν τῷ λεγομένῳ Μίνω ταύρῳ τὸν ἐν Κνωσσῷ Λαβύρινθον οἰκῆσαι: τὸν δὲ ἐν τῷ Μαραθῶνι ταῦρον ὕστερον Θησεὺς ἐς τὴν ἀκρόπολιν ἐλάσαι καὶ θῦσαι λέγεται τῇ θεῷ, καὶ τὸ ἀνάθημά ἐστι τοῦ δήμου τοῦ Μαραθωνίων.
[27.10] They say that this bull crossed from Crete to the Peloponnesus, and came to be one of what are called the Twelve Labours of Heracles. When he was let loose on the Argive plain he fled through the isthmus of Corinth, into the land of Attica as far as the Attic parish of Marathon, killing all he met, including Androgeos, son of Minos. Minos sailed against Athens with a fleet, not believing that the Athenians were innocent of the death of Androgeos, and sorely harassed them until it was agreed that he should take seven maidens and seven boys for the Minotaur that was said to dwell in the Labyrinth at Cnossus. But the bull at Marathon Theseus is said to have driven afterwards to the Acropolis and to have sacrificed to the goddess; the offering commemorating this deed was dedicated by the parish of Marathon.
28. Κύλωνα δὲ οὐδὲν ἔχω σαφὲς εἰπεῖν ἐφ᾽ ὅτῳ χαλκοῦν ἀνέθεσαν τυραννίδα ὅμως βουλεύσαντα: τεκμαίρομαι δὲ τῶνδε ἕνεκα, ὅτι εἶδος κάλλιστος καὶ τὰ ἐς δόξαν ἐγένετο οὐκ ἀφανὴς ἀνελόμενος διαύλου νίκην Ὀλυμπικὴν καί οἱ θυγατέρα ὑπῆρξε γῆμαι Θεαγένους, ὃς Μεγάρων ἐτυράννησε.
[28.1] XXVIII. Why they set up a bronze statue of Cylon in spite of his plotting a tyranny, I
cannot say for certain; but I infer that it was because he was very beautiful to look upon, and of no undistinguished fame, having won an Olympian victory in the double foot-race, while he had married the daughter of Theagenes, tyrant of Megara.
[2] χωρὶς δὲ ἢ ὅσα κατέλεξα δύο μὲν Ἀθηναίοις εἰσὶ δεκάται πολεμήσασιν, ἄγαλμα Ἀθηνᾶς χαλκοῦν ἀπὸ Μήδων τῶν ἐς Μαραθῶνα
ἀποβάντων τέχνη Φειδίου — καί οἱ τὴν ἐπὶ τῆς ἀσπίδος μάχην Λαπιθῶν πρὸς Κενταύρους καὶ ὅσα ἄλλα ἐστὶν ἐπειργασμένα λέγουσι τορεῦσαι Μῦν, τῷ δὲ Μυῒ ταῦτά τε καὶ τὰ λοιπὰ τῶν ἔργων Παρράσιον καταγράψαι τὸν Εὐήνορος: ταύτης τῆς Ἀθηνᾶς ἡ τοῦ δόρατος αἰχμὴ καὶ ὁ λόφος τοῦ κράνους ἀπὸ Σουνίου προσπλέουσίν ἐστιν ἤδη σύνοπτα — , καὶ ἅρμα κεῖται χαλκοῦν ἀπὸ Βοιωτῶν δεκάτη καὶ Χαλκιδέων τῶν ἐν Εὐβοίᾳ. δύο δὲ ἄλλα ἐστὶν ἀναθήματα, Περικλῆς ὁ Ξανθίππου καὶ τῶν ἔργων τῶν Φειδίου θέας μάλιστα ἄξιον Ἀθηνᾶς ἄγαλμα ἀπὸ τῶν ἀναθέντων καλουμένης Λημνίας.
[28.2] In addition to the works I have mentioned, there are two tithes dedicated by the Athenians after wars. There is first a bronze Athena, tithe from the Persians who landed at Marathon. It is the work of Pheidias, but the reliefs upon the shield, including the fight between Centaurs and Lapithae, are said to be from the chisel of Mys, for whom they say Parrhasius the son of Evenor, designed this and the rest of his works. The point of the spear of this Athena and the crest of her helmet are visible to those sailing to Athens, as soon as Sunium is passed. Then there is a bronze chariot, tithe from the Boeotians and the Chalcidians in Euboea. There are two other offerings, a statue of Pericles, the son of Xanthippus, and the best worth seeing of the works of Pheidias, the statue of Athena called Lemnian after those who dedicated it.
[3] τῇ δὲ ἀκροπόλει, πλὴν ὅσον Κίμων ᾠκοδόμησεν αὐτῆς ὁ Μιλτιάδου, περιβαλεῖν τὸ λοιπὸν λέγεται τοῦ τείχους Πελασγοὺς οἰκήσαντάς ποτε ὑπὸ τὴν ἀκρόπολιν: φασὶ γὰρ Ἀγρόλαν καὶ Ὑπέρβιον τοὺς οἰκοδομήσαντας εἶναι. πυνθανόμενος δὲ οἵτινες ἦσαν οὐδὲν ἄλλο ἐδυνάμην μαθεῖν ἢ Σικελοὺς τὸ ἐξ ἀρχῆς ὄντας ἐς Ἀκαρνανίαν μετοικῆσαι.
[28.3] All the Acropolis is surrounded by a wall; a part was constructed by Cimon, son of Miltiades, but all the rest is said to have been built round it by the Pelasgians, who once lived under the Acropolis. The builders, they say, were Agrolas and Hyperbius. On inquiring who they were I could discover nothing except that they were Sicilians originally who emigrated to Acarnania.
ATHENS CONT.
[4] καταβᾶσι δὲ οὐκ ἐς τὴν κάτω πόλιν ἀλλ᾽ ὅσον ὑπὸ τὰ προπύλαια πηγή τε ὕδατός ἐστι καὶ πλησίον Ἀπόλλωνος ἱερὸν ἐν σπηλαίῳ: Κρεούσῃ δὲ θυγατρὶ Ἐρεχθέως Ἀπόλλωνα ἐνταῦθα συγγενέσθαι νομίζουσι. * * * ὡς πεμφθείη Φιλιππίδης ἐς Λακεδαίμονα ἄγγελος ἀποβεβηκότων Μήδων ἐς τὴν γῆν, ἐπανήκων δὲ Λακεδαιμονίους ὑπερβαλέσθαι φαίη τὴν ἔξοδον, εἶναι γὰρ δὴ νόμον αὐτοῖς μὴ πρότερον μαχουμένους ἐξιέναι πρὶν ἢ πλήρη τὸν κύκλον τῆς σελήνης γενέσθαι: τὸν δὲ Πᾶνα ὁ Φιλιππίδης ἔλεγε περὶ τὸ ὄρος ἐντυχόντα οἱ τὸ
Παρθένιον φάναι τε ὡς εὔνους Ἀθηναίοις εἴη καὶ ὅτι ἐς Μαραθῶνα ἥξει συμμαχήσων. οὗτος μὲν οὖν ὁ θεὸς ἐπὶ ταύτῃ τῇ ἀγγελίᾳ τετίμηται:
[28.4] On descending, not to the lower city, but to just beneath the Gateway, you see a fountain and near it a sanctuary of Apollo in a cave. It is here that Apollo is believed to have met Creusa, daughter of Erechtheus . . . when the Persians had landed in Attica Philippides was sent to carry the tidings to Lacedaemon. On his return he said that the Lacedacmonians had postponed their departure, because it was their custom not to go out to fight before the moon was full. Philippides went on to say that near Mount Parthenius he had been met by Pan, who told him that he was friendly to the Athenians and would come to Marathon to fight for them. This deity, then, has been honored for this announcement.
[5] καθὸ καὶ ὁ Ἄρειος πάγος. ἔστι δὲ Ἄρειος πάγος καλούμενος, ὅτι πρῶτος Ἄρης ἐνταῦθα ἐκρίθη, καί μοι καὶ ταῦτα δεδήλωκεν ὁ λόγος ὡς Ἁλιρρόθιον ἀνέλοι καὶ ἐφ᾽ ὅτῳ κτείνειε. κριθῆναι δὲ καὶ ὕστερον Ὀρέστην λέγουσιν ἐπὶ τῷ φόνῳ τῆς μητρός: καὶ βωμός ἐστιν Ἀθηνᾶς Ἀρείας, ὃν ἀνέθηκεν ἀποφυγὼν τὴν δίκην. τοὺς δὲ ἀργοὺς λίθους, ἐφ᾽ ὧν ἑστᾶσιν ὅσοι δίκας ὑπέχουσι καὶ οἱ διώκοντες, τὸν μὲν Ὕβρεως τὸν δὲ Ἀναιδείας αὐτῶν ὀνομάζουσι.
[28.5] There is also the Hill of Ares, so named because Ares was the first to be tried here; my narrative has already told that he killed Halirrhothius, and what were his grounds for this act. Afterwards, they say, Orestes was tried for killing his mother, and there is an altar to Athena Areia (Warlike), which he dedicated on being acquitted. The unhewn stones on which stand the defendants and the prosecutors, they call the stone of Outrage and the stone of Ruthlessness.
[6] πλησίον δὲ ἱερὸν θεῶν ἐστιν ἃς καλοῦσιν Ἀθηναῖοι Σεμνάς, Ἡσίοδος δὲ Ἐρινῦς ἐν Θεογονίᾳ. πρῶτος δέ σφισιν Αἰσχύλος δράκοντας ἐποίησεν ὁμοῦ ταῖς ἐν τῇ κεφαλῇ θριξὶν εἶναι: τοῖς δὲ ἀγάλμασιν οὔτε τούτοις ἔπεστιν οὐδὲν φοβερὸν οὔτε ὅσα ἄλλα κεῖται θεῶν τῶν ὑπογαίων. κεῖται δὲ καὶ Πλούτων καὶ Ἑρμῆς καὶ Γῆς ἄγαλμα: ἐνταῦθα θύουσι μὲν ὅσοις ἐν Ἀρείῳ πάγῳ τὴν αἰτίαν ἐξεγένετο ἀπολύσασθαι, θύουσι δὲ καὶ ἄλλως ξένοι τε ὁμοίως καὶ ἀστοί.
[28.6] Hard by is a sanctuary of the goddesses which the Athenians call the August, but Hesiod in the Theogony calls them Erinyes (Furies). It was Aeschylus who first represented them with snakes in their hair. But on the images neither of these nor of any of the under-world deities is there anything terrible. There are images of Pluto, Hermes, and Earth, by which sacrifice those who have received an acquittal on the Hill of Ares; sacrifices are also offered on other occasions by both citizens and aliens.
[7] ἔστι δὲ καὶ ἐντὸς τοῦ περιβόλου μνῆμα Οἰδίποδος, πολυπραγμονῶν δὲ εὕρισκον τὰ ὀστᾶ ἐκ Θηβῶν κομισθέντα: τὰ γὰρ ἐς τὸν θάνατον Σοφοκλεῖ πεποιημένα τὸν Οἰδίποδος Ὅμηρος οὐκ εἴα μοι δόξαι πιστά, ὃς ἔφη Μηκιστέα τελευτήσαντος Οἰδίποδος ἐπιτάφιον ἐλθόντα ἐς Θήβας ἀγωνίσασθαι.
[28.7] Within the precincts is a monument to Oedipus, whose bones, after diligent inquiry, I found were brought from Thebes. The account of the death of
Oedipus in the drama of Sophocles I am prevented from believing by Homer, who says that after the death of Oedipus Mecisteus came to Thebes and took part in the funeral games.
[8] ἔστι δὲ Ἀθηναίοις καὶ ἄλλα δικαστήρια οὐκ ἐς τοσοῦτο δόξης ἥκοντα. τὸ μὲν οὖν καλούμενον
παράβυστον καὶ τρίγωνον, τὸ μὲν ἐν ἀφανεῖ τῆς πόλεως ὂν καὶ ἐπ᾽ ἐλαχίστοις συνιόντων ἐς αὐτό, τὸ δὲ ἀπὸ τοῦ σχήματος ἔχει τὰ ὀνόματα: βατραχιοῦν δὲ καὶ φοινικιοῦν ἀπὸ χρωμάτων τὸ δὲ καὶ ἐς τόδε διαμεμένηκεν ὀνομάζεσθαι. τὸ δὲ μέγιστον καὶ ἐς ὃ πλεῖστοι συνίασιν, ἡλιαίαν καλοῦσιν. ὁπόσα δὲ ἐπὶ τοῖς φονεῦσιν, ἔστιν ἄλλα: καὶ ἐπὶ Παλλαδίῳ καλοῦσι καὶ τοῖς ἀποκτείνασιν ἀκουσίως κρίσις καθέστηκε. καὶ ὅτι μὲν Δημοφῶν πρῶτος ἐνταῦθα ὑπέσχε δίκας, ἀμφισβητοῦσιν οὐδένες:
[28.8] The Athenians have other law courts as well, which are not so famous. We have the Parabystum (Thrust aside) and the Triangle; the former is in an obscure part of the city, and in it the most trivial cases are tried; the latter is named from its shape. The names of Green Court and Red Court, due to their colors, have lasted down to the present day. The largest court, to which the greatest numbers come, is called Heliaea. One of the other courts that deal with bloodshed is called “At Palladium,” into which are brought cases of involuntary homicide. All are agreed that Demophon was the first to be tried there, but as to the nature of the charge accounts differ.