by Pausanias
PRASIAE & POTAMI
[2] ἐν δὲ Πρασιεῦσιν Ἀπόλλωνός ἐστι ναός: ἐνταῦθα τὰς Ὑπερβορέων ἀπαρχὰς ἰέναι λέγεται, παραδιδόναι δὲ αὐτὰς Ὑπερβορέους μὲν Ἀριμασποῖς, Ἀριμασποὺς δ᾽ Ἰσσηδόσι, παρὰ δὲ τούτων Σκύθας ἐς Σινώπην κομίζειν, ἐντεῦθεν δὲ φέρεσθαι διὰ Ἑλλήνων ἐς Πρασιάς, Ἀθηναίους δὲ εἶναι τοὺς ἐς Δῆλον ἄγοντας: τὰς δὲ ἀπαρχὰς κεκρύφθαι μὲν ἐν καλάμῃ πυρῶν, γινώσκεσθαι δὲ ὑπ᾽ οὐδένων. ἔστι δὲ μνῆμα ἐπὶ Πρασιαῖς Ἐρυσίχθονος, ὡς ἐκομίζετο ὀπίσω μετὰ τὴν θεωρίαν ἐκ Δήλου, γενομένης οἱ κατὰ τὸν πλοῦν τῆς τελευτῆς.
[31.2] At Prasiae is a temple of Apollo. Hither they say are sent the first-fruits of the Hyperboreans, and the Hyperboreans are said to hand them over to the Arimaspi, the Arimaspi to the Issedones, from these the Scythians bring them to Sinope, thence they are carried by Greeks to Prasiae, and the Athenians take them to Delos. The first-fruits are hidden in wheat straw, and they are known of none. There is at Prasiae a monument to Erysichthon, who died on the voyage home from Delos, after the sacred mission thither.
[3] Κραναὸν δὲ τὸν βασιλεύσαντα Ἀθηναίων ὅτι μὲν ἐξέβαλεν Ἀμφικτύων κηδεστὴν ὄντα, ἔτι πρότερον εἴρηταί μοι: φυγόντα δὲ αὐτὸν σὺν τοῖς στασιώταις ἐς τὸν δῆμον τὸν Λαμπτρέα ἀποθανεῖν τε αὐτοῦ καὶ ταφῆναί φασι, καὶ ἔστι καὶ ἐς ἐμὲ καὶ ἐν τοῖς Λαμπτρεῦσι Κραναοῦ μνῆμα. Ἴωνος δὲ τοῦ Ξούθου — καὶ γὰρ οὗτος ᾤκησε παρὰ Ἀθηναίοις καὶ Ἀθηναίων ἐπὶ τοῦ πολέμου τοῦ πρὸς Ἐλευσινίους ἐπολεμάρχησε — τάφος ἐν Ποταμοῖς ἐστι τῆς χώρας.
[31.3] How Amphictyon banished Cranaus, his kinsman by marriage and king of Athens, I have already related. They say that fleeing with his supporters to the parish of Lamptrae he died and was buried there, and at the present day there is a monument to Cranaus at Lamptrae. At Potami in Attica is also the grave of Ion the son of Xuthus – for he too dwelt among the Athenians and was their commander-in-chief in the war with Eleusis.
PHYLA & MYRRHINUS
[4] ταῦτα μὲν δὴ οὕτω λέγεται, Φλυεῦσι δέ εἰσι καὶ Μυρρινουσίοις τοῖς μὲν Ἀπόλλωνος Διονυσοδότου καὶ Ἀρτέμιδος Σελασφόρου βωμοὶ Διονύσου τε Ἀνθίου καὶ νυμφῶν Ἰσμηνίδων καὶ Γῆς, ἣν Μεγάλην θεὸν ὀνομάζουσι: ναὸς δὲ ἕτερος ἔχει βωμοὺς Δήμητρος Ἀνησιδώρας καὶ Διὸς Κτησίου καὶ Τιθρωνῆς Ἀθηνᾶς καὶ Κόρης Πρωτογόνης καὶ Σεμνῶν ὀνομαζομένων θεῶν: τὸ δὲ ἐν Μυρρινοῦντι ξόανόν ἐστι Κολαινίδος. Ἀθμονεῖς δὲ τιμῶσιν Ἀμαρυσίαν Ἄρτεμιν:
[31.4] Such is the legend. Phlya and Myrrhinus have altars of Apollo Dionysodotus, Artemis Light-bearer, Dionysus Flower-god, the Ismenian nymphs and Earth, whom they name the Great goddess; a second temple contains altars of Demeter Anesidora (Sender-up of Gifts), Zeus Ctesius (God of Gain), Tithrone Athena, the Maid First-born and the goddesses styled August. The wooden image at Myrrhinus is of Colaenis.
ATHMONIA & ACHARNAE
[5] πυνθανόμενος δὲ σαφὲς οὐδὲν ἐς αὐτὰς ἐπισταμένους τοὺς ἐξηγητὰς εὗρον, αὐτὸς δὲ συμβάλλομαι τῇδε. ἔστιν Ἀμάρυνθος ἐν Εὐβοίᾳ: καὶ γὰρ οἱ ταύτῃ τιμῶσιν Ἀμαρυσίαν, ἑορτὴν δὲ καὶ Ἀθηναῖοι τῆς Ἀμαρυσίας ἄγουσιν οὐδέν τι Εὐβοέων ἀφανέστερον: ταύτῃ μὲν γενέσθαι τὸ ὄνομα ἐπὶ τούτῳ παρὰ Ἀθμονεῦσιν ἡγοῦμαι, τὴν δὲ ἐν Μυρρινοῦντι Κολαινίδα ἀπὸ Κολαίνου καλεῖσθαι. γέγραπται δ᾽ ἤδη μοι τῶν ἐν τοῖς δήμοις φάναι πολλοὺς ὡς καὶ πρὸ τῆς ἀρχῆς ἐβασιλεύοντο τῆς Κέκροπος: ἔστι δὲ ὁ Κόλαινος ἀνδρὸς ὄνομα πρότερον ἢ Κέκροψ ἐβασίλευσεν — ὡς οἱ Μυρρινούσιοι λέγουσιν — ἄρξαντος.
[31.5] Athmonia worships Artemis Amarysia. On inquiry I discovered that the guides knew nothing about these deities, so I give my own conjecture. Amarynthus is a town in Euboea, the inhabitants of which worship Amarysia, while the festival of Amarysia which the Athenians celebrate is no less splendid than the Euboean. The name of the goddess, I think, came to Athmonia in this fashion and the Colaenis in Myrrhinus is called after Colaenus. I have already written that many of the inhabitants of the parishes say that they were ruled by kings even before the reign of Cecrops. Now Colaenus, say the Myrrhinusians, is the name of a man who ruled before Cecrops became king.
[6] ἔστι δὲ Ἀχαρναὶ δῆμος: οὗτοι θεῶν Ἀπόλλωνα τιμῶσιν Ἀγυιέα καὶ Ἡρακλέα. καὶ Ἀθηνᾶς βωμός ἐστιν Ὑγείας: τὴν δ᾽ Ἱππίαν Ἀθηνᾶν ὀνομάζουσι καὶ Διόνυσον Μελπόμενον καὶ Κισσὸν τὸν αὐτὸν θεόν, τὸν κισσὸν τὸ φυτὸν ἐνταῦθα πρῶτον φανῆναι λέγοντες.
[31.6] There is a parish called Acharnae, where they worship Apollo Agyieus (God of Streets) and Heracles, and there is an altar of Athena Health. And they call upon the name of Athena Horse-goddess and Dionysus Singer and Dionysus Ivy, saying that the plant ivy first appeared there.
MT PENTELICUS, MT PARNES & MT HYMETTUS
32. ὄρη δὲ Ἀθηναίοις ἐστὶ Πεντελικὸν ἔνθα λιθοτομίαι, καὶ Πάρνης παρεχομένη θήραν συῶν ἀγρίων καὶ ἄρκτων, καὶ Ὑμηττὸς ὃς φύει νομὰς μελίσσαις
ἐπιτηδειοτάτας πλὴν τῆς Ἀλαζώνων. Ἀλαζῶσι γὰρ συνήθεις ὁμοῦ τοῖς ἄλλοις ἐς νομὰς ἰοῦσιν εἰσὶν ἄφετοι καὶ μέλισσαι, οὐδὲ σφᾶς ἐς σίμβλους καθείρξαντες ἔχουσιν: αἱ δὲ ἐργάζονταί τε ὡς ἔτυχον τῆς χώρας καὶ συμφυὲς τὸ ἔργον αὐταῖς ἐστιν, ἰδίᾳ δὲ οὔτε κηρὸν οὔτε μέλι ἀπ᾽ αὐτοῦ ποιήσεις. τοῦτο μὲν τοιοῦτόν ἐστιν, Ἀθηναίοις δὲ τὰ ὄρη καὶ θεῶν ἀγάλματα ἔχει:
[32.1] XXXII. The Attic mountains are Pentelicus, where there are quarries, Parnes, where there is hunting of wild boars and of bears, and Hymettus, which grows the most suitable pasture for bees, except that of the Alazones. For these people have actually bees ranging free, tamely following the other creatures when they go to pasture. These bees are not kept shut up in hives, and they work in any part of the land they happen to visit. They produce a solid mass from which you cannot separate either wax or honey. Such then is its nature.
[2] Πεντελῆσι μὲν Ἀθηνᾶς, ἐν Ὑμηττῷ δὲ ἄγαλμά ἐστιν Ὑμηττίου Διός, βωμοὶ δὲ καὶ Ὀμβρίου Διὸς καὶ Ἀπόλλωνός εἰσι Προοψίου. καὶ ἐν Πάρνηθι Παρνήθιος Ζεὺς χαλκοῦς ἐστι καὶ βωμὸς Σημαλέου Διός: ἔστι δὲ ἐν τῇ Πάρνηθι καὶ ἄλλος βωμός, θύουσι δὲ ἐπ᾽ αὐτοῦ τοτὲ μὲν Ὄμ
βριον τοτὲ δὲ Ἀπήμιον καλοῦντες Δία. καὶ Ἀγχεσμὸς ὄρος ἐστὶν οὐ μέγα καὶ Διὸς ἄγαλμα Ἀγχεσμίου.
[32.2] The Athenians have also statues of gods on their mountains. On Pentelicus is a statue of Athena, on Hymettus one of Zeus Hymettius. There are altars both of Zeus Rain-god and of Apollo Foreseer. On Parnes is a bronze Zeus Parnethius, and an altar to Zeus Semaleus (Sign-giving). There is on Parnes another altar, and on it they make sacrifice, calling Zeus sometimes Rain-god, sometimes Averter of Ills. Anchesmus is a mountain of no great size, with an image of Zeus Anchesmius.
MARATHON
[3] πρὶν δὲ ἢ τῶν νήσων ἐς ἀφήγησιν τραπέσθαι, τὰ ἐς τοὺς δήμους ἔχοντα αὖθις ἐπέξειμι. δῆμός ἐστι Μαραθὼν ἴσον τῆς πόλεως τῶν Ἀθηναίων ἀπέχων καὶ Καρύστου τῆς ἐν Εὐβοίᾳ: ταύτῃ τῆς Ἀττικῆς ἔσχον οἱ βάρβαροι καὶ μάχῃ τε ἐκρατήθησαν καί τινας ὡς ἀνήγοντο ἀπώλεσαν τῶν νεῶν. τάφος δὲ ἐν τῷ πεδίῳ Ἀθηναίων ἐστίν, ἐπὶ δὲ αὐτῷ στῆλαι τὰ ὀνόματα τῶν ἀποθανόντων κατὰ φυλὰς ἑκάστων ἔχουσαι, καὶ ἕτερος Πλαταιεῦσι Βοιωτῶν καὶ δούλοις: ἐμαχέσαντο γὰρ καὶ δοῦλοι τότε πρῶτον.
[32.3] Before turning to a description of the islands, I must again proceed with my account of the parishes. There is a parish called Marathon, equally distant from Athens and Carystus in Euboea. It was at this point in Attica that the foreigners landed, were defeated in battle, and lost some of their vessels as they were putting off from the land. On the plain is the grave of the Athenians, and upon it are slabs giving the names of the killed according to their tribes; and there is another grave for the Boeotian Plataeans and for the slaves, for slaves fought then for the first time by the side of their masters.
[4] καὶ ἀνδρός ἐστιν ἰδίᾳ μνῆμα Μιλτιάδου τοῦ Κίμωνος, συμβάσης ὕστερόν οἱ τῆς τελευτῆς Πάρου τε ἁμαρτόντι καὶ δι᾽ αὐτὸ ἐς κρίσιν Ἀθηναίοις καταστάντι. ἐνταῦθα ἀνὰ πᾶσαν νύκτα καὶ ἵππων χρεμετιζόντων καὶ ἀνδρῶν μαχομένων ἔστιν αἰσθέσθαι: καταστῆναι δὲ ἐς ἐναργῆ θέαν ἐπίτηδες μὲν οὐκ ἔστιν ὅτῳ συνήνεγκεν, ἀνηκόῳ δὲ ὄντι καὶ ἄλλως συμβὰν οὐκ ἔστιν ἐκ τῶν δαιμόνων ὀργή. σέβονται δὲ οἱ Μαραθώνιοι τούτους τε οἳ παρὰ τὴν μάχην ἀπέθανον ἥρωας ὀνομάζοντες καὶ Μαραθῶνα ἀφ᾽ οὗ τῷ δήμῳ τὸ ὄνομά ἐστι καὶ Ἡρακλέα, φάμενοι πρώτοις Ἑλλήνων σφίσιν Ἡρακλέα θεὸν νομισθῆναι.
[32.4] here is also a separate monument to one man, Miltiades, the son of Cimon, although his end came later, after he had failed to take Paros and for this reason had been brought to trial by the Athenians. At Marathon every night you can hear horses neighing and men fighting. No one who has expressly set himself to behold this vision has ever got any good from it, but the spirits are not wroth with such as in ignorance chance to be spectators. The Marathonians worship both those who died in the fighting, calling them heroes, and secondly Marathon, from whom the parish derives its name, and then Heracles, saying that they were the first among the Greeks to acknowledge him as a god.
[5] συνέβη δὲ ὡς λέγουσιν ἄνδρα ἐν τῇ μάχῃ παρεῖναι τὸ εἶδος καὶ τὴν σκευὴν ἄγροικον: οὗτος τῶν βαρβάρων πολλοὺς καταφονεύσας ἀρότρῳ μετὰ τὸ ἔργον ἦν ἀφανής: ἐρομένοις δὲ Ἀθηναίοις ἄλλο μὲν ὁ θεὸς ἐς αὐτὸν ἔχρησεν οὐδέν, τιμᾶν δὲ Ἐχετλαῖον ἐκέλευσεν ἥρωα. πεποίηται δὲ καὶ τρόπαιον λίθου λευκοῦ. τοὺς δὲ Μήδους Ἀθηναῖοι μὲν θάψαι λέγουσιν ὡς πάντως ὅσιον ἀνθρώπου νεκρὸν γῇ κρύψαι, τάφον δὲ οὐδένα εὑρεῖν ἐδυνάμην: οὔτε γὰρ χῶμα οὔτε ἄλλο σημεῖον ἦν ἰδεῖν, ἐς ὄρυγμα δὲ φέροντες σφᾶς ὡς τύχοιεν ἐσέβαλον.
[32.5] They say too that there chanced to be present in the battle a man of rustic appearance and dress. Having slaughtered many of the foreigners with a plough he was seen no more after the engagement. When the Athenians made enquiries at the oracle the god merely ordered them to honor Echetlaeus (He of the Plough-tail) as a hero. A trophy too of white marble has been erected. Although the Athenians assert that they buried the Persians, because in every case the divine law applies that a corpse should be laid under the earth, yet I could find no grave. There was neither mound nor other trace to be seen, as the dead were carried to a trench and thrown in anyhow.
[6] ἔστι δὲ ἐν τῷ Μαραθῶνι πηγὴ καλουμένη Μακαρία, καὶ τοιάδε ἐς αὐτὴν λέγουσιν. Ἡρακλῆς ὡς ἐκ Τίρυνθος ἔφευγεν Εὐρυσθέα, παρὰ Κήυκα φίλον ὄντα μετοικίζεται βασιλεύοντα Τραχῖνος. ἐπεὶ δὲ ἀπελθόντος ἐξ ἀνθρώπων Ἡρακλέους ἐξῄτει τοὺς παῖδας Εὐρυσθεύς, ἐς Ἀθήνας πέμπει σφᾶς ὁ Τραχίνιος ἀσθένειάν τε λέγων τὴν αὑτοῦ καὶ Θησέα οὐκ ἀδύνατον εἶναι τιμωρεῖν: ἀφικόμενοι δὲ οἱ παῖδες ἱκέται πρῶτον τότε Πελοποννησίοις ποιοῦσι πόλεμον πρὸς Ἀθηναίους, Θησέως σφᾶς οὐκ ἐκδόντος αἰτοῦντι Εὐρυσθεῖ. λέγουσι δὲ Ἀθηναίοις γενέσθαι χρησμὸν τῶν παίδων ἀποθανεῖν χρῆναι τῶν Ἡρακλέους τινὰ ἐθελοντήν, ἐπεὶ ἄλλως γε οὐκ εἶναι νίκην σφίσιν: ἐνταῦθα Μακαρία Δηιανείρας καὶ Ἡρακλέους θυγάτηρ ἀποσφάξασα ἑαυτὴν ἔδωκεν Ἀθηναίοις τε κρατῆσαι τῷ πολέμῳ καὶ τῇ πηγῇ τὸ ὄνομα ἀφ᾽ αὑτῆς.
[32.6] In Marathon is a spring called Macaria with the following legend. When Heracles left Tiryns, fleeing from Eurystheus, he went to live with his friend Ceyx, who was king of Trachis. But when Heracles departed this life Eurystheus demanded his children; whereupon the king of Trachis sent them to Athens, saying that he was weak but Theseus had power enough to succor them. The arrival of the children as suppliants caused for the first time war between Peloponnesians and Athenians, Theseus refusing to give up the refugees at the demand of Eurystheus. The story says that an oracle was given the Athenians that one of the children of Heracles must die a voluntary death, or else victory could not be theirs. Thereupon Macaria, daughter of Deianeira and Heracles, slew herself and gave to the Athenians victory in the war and to the spring her own name.
[7] ἔστι δὲ ἐν τῷ Μαραθῶνι λίμνη τὰ πολλὰ ἑλώδης: ἐς ταύτην ἀπειρίᾳ τῶν ὁδῶν φεύγοντες ἐσπίπτουσιν οἱ βάρβαροι, καί σφισι τὸν φόνον τὸν πολὺν ἐπὶ τούτῳ συμβῆναι λέγουσιν: ὑπὲρ δὲ τὴν λίμνην φάτναι εἰσὶ λίθου τῶν ἵππων τῶν Ἀρταφέρνους καὶ σημεῖα ἐν πέτραις σκηνῆς. ῥεῖ δὲ καὶ ποταμὸς ἐκ τῆς λίμνης, τὰ μὲν πρὸς αὐτῇ τῇ λίμνῃ βοσκήμασιν ὕδωρ ἐπιτήδειον παρεχόμενος, κατὰ δὲ τὴν ἐκβολὴν τὴν ἐς τὸ πέ
λαγος ἁλμυρὸς ἤδη γίνεται καὶ ἰχθύων τῶν θαλασσίων πλήρης. ὀλίγον δὲ ἀπωτέρω τοῦ πεδίου Πανός ἐστιν ὄρος καὶ σπήλαιον θέας ἄξιον: ἔσοδος μὲν ἐς αὐτὸ στενή, παρελθοῦσι δέ εἰσιν οἶκοι καὶ λουτρὰ καὶ καλούμενον Πανὸς αἰπόλιον, πέτραι τὰ πολλὰ αἰξὶν εἰκασμέναι.
[32.7] There is at Marathon a lake which for the most part is marshy. Into this ignorance of the roads made the foreigners fall in their flight, and it is said that this accident was the cause of their great losses. Above the lake are the stone stables of Artaphernes’ horses, and marks of his tent on the rocks. Out of the lake flows a river, affording near the lake itself water suitable for cattle, but near its mouth it becomes salt and full of sea fish. A little beyond the plain is the Hill of Pan and a remarkable Cave of Pan. The entrance to it is narrow, but farther in are chambers and baths and the so-called “Pan’s herd of goats,” which are rocks shaped in most respects like to goats.
BRAURON
33. Μαραθῶνος δὲ ἀπέχει τῇ μὲν Βραυρών, ἔνθα Ἰφιγένειαν τὴν Ἀγαμέμνονος ἐκ Ταύρων φεύγουσαν τὸ ἄγαλμα ἀγομένην τὸ Ἀρτέμιδος ἀποβῆναι λέγουσι, καταλιποῦσαν δὲ τὸ ἄγαλμα ταύτῃ καὶ ἐς Ἀθήνας καὶ ὕστερον ἐς Ἄργος ἀφικέσθαι: ξόανον μὲν δὴ καὶ αὐτόθι ἐστὶν Ἀρτέμιδος ἀρχαῖον, τὸ δὲ ἐκ τῶν βαρβάρων οἵτινες κατὰ γνώμην ἔχουσι τὴν ἐμήν, ἐν ἑτέρῳ λόγῳ δηλώσω: