by Pausanias
[15.2] These are said to be sons of Hippocoon. The fountain near the hero-shrine of Dorceus they call Dorcean after him; the place Sebrium is named after Sebrus. On the right of Sebrium is the tomb of Alcman, the lyric poet, the charm of whose works was not in the least spoilt by the Laconian dialect, which is the least musical of them all.
[3] Ἑλένης δὲ ἱερὰ καὶ Ἡρακλέους, τῆς μὲν πλησίον τοῦ τάφου τοῦ Ἀλκμᾶνος, τῷ δὲ ἐγγυτάτω τοῦ τείχους, ἐν αὐτῷ δὲ ἄγαλμα Ἡρακλέους ἐστὶν ὡπλισμένον: τὸ δὲ σχῆμα τοῦ ἀγάλματος διὰ τὴν πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας μάχην γενέσθαι λέγουσι. τὸ δὲ ἔχθος Ἡρακλεῖ φασιν ἐς οἶκον ὑπάρξαι τὸν Ἱπποκόωντος, ὅτι μετὰ τὸν Ἰφίτου θάνατον καθαρσίων ἕνεκα ἐλθόντα αὐτὸν ἐν Σπάρτῃ ἀπηξίωσαν καθῆραι:
[15.3] There are sanctuaries of Helen and of Heracles; the former is near the grave of Alcman, the latter is quite close to the wall and contains an armed image of Heracles. The attitude of the image is due, they say, to the fight with Hippocoon and his sons. The enmity of Heracles towards the family of Hippocoon is said to have sprung out of their refusing to cleanse him when he came to Sparta for cleansing after the death of Iphitus.
[4] προσεγένετο δὲ ἐς τοῦ πολέμου τὴν ἀρχὴν καὶ ἄλλο τοιόνδε. Οἰωνὸς ἡλικίαν μὲν μειράκιον, ἀνεψιὸς δὲ Ἡρακλεῖ — Λικυμνίου γὰρ παῖς ἦν τοῦ ἀδελφοῦ τοῦ Ἀλκμήνης — ἀφίκετο ἐς Σπάρτην ἅμα Ἡρακλεῖ: περιιόντι δὲ καὶ θεωμένῳ τὴν πόλιν, ὡς ἐγίνετο κατὰ τοῦ Ἱπποκόωντος τὴν οἰκίαν, ἐνταῦθά οἱ κύων ἐπεφέρετο οἰκουρός. ὁ δὲ τυγχάνει τε ἀφεὶς λίθον ὁ Οἰωνὸς καὶ καταβάλλει τὴν κύνα: ἐπεκθέουσιν οὖν τοῦ Ἱπποκόωντος οἱ παῖδες καὶ ῥοπάλοις τύπτοντες κατεργάζονται τὸν Οἰωνόν.
[15.4] The following incident, too, helped to begin the feud. Oeonus, a stripling cousin of Heracles – he was the son of Licymnius the brother of Alcmene – came to Sparta along with Heracles, and went round to view the city. When he came to the house of Hippocoon, a house-dog attacked him. Oeonus happened to throw a stone which knocked over the dog. So the sons of Hippocoon ran out, and dispatched Oeonus with their clubs.
[5] τοῦτο Ἡρακλέα μάλιστα ἐξηγρίωσεν ἐς Ἱπποκόωντα καὶ τοὺς παῖδας: αὐτίκα δὲ ὡς ὀργῆς εἶχε χωρεῖ σφισιν ἐς μάχην. τότε μὲν δὴ τιτρώσκεται καὶ λαθὼν ἀπεχώρησεν: ὕστερον δὲ ἐξεγένετό οἱ στρατεύσαντι ἐς Σπάρτην τιμωρήσασθαι μὲν Ἱπποκόωντα, τιμωρήσασθαι δὲ καὶ τοὺς παῖδας τοῦ Οἰωνοῦ φόνου. τὸ δὲ μνῆμα τῷ Οἰωνῷ πεποίηται παρὰ τὸ Ἡρακλεῖον.
[15.5] This made Heracles most bitterly wroth with Hippocoon and his sons, and straightway, angry as he was, he set out to give them battle. On this occasion he was wounded, and made good his retreat by stealth but afterwards he made an expedition against Sparta and succeeded in avenging himself on Hippocoon, and also on the sons of Hippocoon for their murder of Oeonus. The tomb of Oeonus is built by the side of the sanctuary of Heracles.
[6] ἰόντι δὲ ἐκ τοῦ Δρόμου πρὸς ἀνίσχοντα ἥλιον ἀτραπός ἐστιν ἐν δεξιᾷ καὶ Ἀθηνᾶς Ἀξιοποίνου καλουμένης ἱερόν. ὡς γὰρ δὴ ἀμυνόμενος Ἡρακλῆς Ἱπποκόωντα καὶ τοὺς παῖδας μετῆλθε κατ᾽ ἀξίαν ὧν προυπῆρξεν, ἱερὸν Ἀθηνᾶς ἱδρύεται, Ἀξιοποίνου δὲ ἐπίκλησιν, ὅτι τὰς τιμωρίας οἱ παλαιοὶ τῶν ἀνθρώπων ὠνόμαζον ποινάς. ἔστι δὲ καὶ ἄλλο ἱερὸν Ἀθηνᾶς ἰόντι ἑτέραν ὁδὸν ἀπὸ τοῦ Δρόμου: Θήραν δὲ ἀναθεῖναι τὸν Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου φασίν, ἡνίκα ἀποικίαν ἔστελλεν ἐπὶ τὴν νῆσον ἣ νῦν ἀπὸ Θήρα τούτου τὸ ὄνομα ἔσχηκε, τὸ δὲ ἀρχαῖον ἐκαλεῖτο Καλλίστη.
[15.6] As you go from the Course towards the east, there is a path on the right, with a sanctuary of Athena called Axiopoinos (Just Requital or Tit for Tat). For when Heracles, in avenging himself on Hippocoon and his sons, had inflicted upon them a just requital for their treatment of his relative, he founded a sanctuary of Athena, and surnamed her Axiopoinos because the ancients used to call vengeance poinai. There is another sanctuary of Athena on another road from the Course. It was dedicated, they say, by Theras son of Autesion son of Tisamenus son of Thersander, when he was leading a colony to the island now called Thera after him, the name of which in ancient times was Calliste (Fairest).
[7] πλησίον δέ ἐστιν Ἱπποσθένους ναός, ᾧ γεγόνασιν αἱ πολλαὶ νῖκαι πάλης: σέβουσι δὲ ἐκ μαντεύματος τὸν Ἱπποσθένην ἅτε Ποσειδῶνι τιμὰς νέμοντες. τοῦ ναοῦ δὲ ἀπαντικρὺ πέδας ἐστὶν ἔχων Ἐνυάλιος, ἄγαλμα ἀρχαῖον. γνώμη δὲ Λακεδαιμονίων τε ἐς τοῦτό ἐστιν ἄγαλμα καὶ Ἀθηναίων ἐς τὴν Ἄπτερον καλουμένην Νίκην, τῶν μὲν οὔποτε τὸν Ἐνυάλιον φεύγοντα οἰχήσεσθαί σφισιν ἐνεχόμενον ταῖς πέδαις, Ἀθηναίων δὲ τὴν Νίκην αὐτόθι ἀεὶ μενεῖν οὐκ ὄντων πτερῶν.
τόνδε μέν εἰσιν αἱ πόλεις αὗται τὰ ξόανα τὸν τρόπον ἱδρυμέναι καὶ ἐπὶ δόξῃ τοιαύτῃ:
[15.7] Near is a temple of Hipposthenes, who won so many victories in wrestling. They worship Hipposthenes in accordance with an oracle, paying him honors as to Poseidon. Opposite this temple is an old image of Enyalius in fetters. The idea the Lacedaemonians express by this image is the same as the Athenians express by their Wingless Victory; the former think that Enyalius will never run away from them, being bound in the fetters, while the Athenians think that Victory, having no wings, will always remain where she is.
[8] ἐν Σπάρτῃ δὲ λέσχη τέ ἐστι καλουμένη Ποικίλη καὶ ἡρῷα πρὸς αὐτῇ Κάδμου τοῦ Ἀγήνορος τῶν τε ἀπογόνων, Οἰολύκου τοῦ Θήρα καὶ Αἰγέως τοῦ Οἰολύκου. ποιῆσαι δὲ τὰ ἡρῷα λέγουσι Μαῖσιν καὶ Λαίαν τε καὶ Εὐρώπαν, εἶναι δὲ αὐτοὺς Ὑραίου παῖδας τοῦ Αἰγέως. ἐποίησαν δὲ καὶ τῷ Ἀμφιλόχῳ τὸ ἡρῷον, ὅτι σφίσιν ὁ πρόγονος Τισαμενὸς μητρὸς ἦν Δημωνάσσης, ἀδελφῆς Ἀμφιλόχου.
[15.8] In this fashion, and with such a belief have these cities set up the wooden images. In Sparta is a lounge called Painted, and by it hero-shrines of Cadmus the son of Agenor, and of his descendants Oeolycus, son of Theras, and Aegeus, son of Oeolycus. They are said to have been made by Maesis, Laeas and Europas, sons of Hyraeus, son of Aegeus. They made for Amphilochus too his hero-shrine, because their ancestor Tisamenus had for his mother Demonassa, the sister of Amphilochus.
[9] μόνοις δὲ Ἑλλήνων Λακεδαιμονίοις καθέστηκεν Ἥραν ἐπονομάζειν Αἰγοφάγον καὶ αἶγας τῇ θεῷ θύειν. Ἡρακ�
�έα δὲ λέγουσιν ἱδρύσασθαι τὸ ἱερὸν καὶ αἶγας θῦσαι πρῶτον, ὅτι μαχομένῳ οἱ πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας οὐδὲν ἐκ τῆς Ἥρας ἀπήντησεν ἐμπόδιον, ὥσπερ γε ἐπὶ τῶν ἄλλων ἐδόξαζεν ἐναντιοῦσθαί οἱ τὴν θεόν: αἶγας δὲ αὐτὸν θῦσαί φασιν ἱερείων ἀπορήσαντα ἀλλοίων.
[15.9] The Lacedaemonians are the only Greeks who surname Hera Goat-eater, and sacrifice goats to the goddess. They say that Heracles founded the sanctuary and was the first to sacrifice goats, because in his fight against Hippocoon and his children he met with no hindrance from Hera, although in his other adventures he thought that the goddess opposed him. He sacrificed goats, they say, because he lacked other kinds of victims.
[10] τοῦ θεάτρου δὲ οὐ πόρρω Ποσειδῶνός τε ἱερόν ἐστι Γενεθλίου καὶ ἡρῷα Κλεοδαίου τοῦ Ὕλλου καὶ Οἰβάλου. τῶν δὲ Ἀσκληπιείων τὸ ἐπιφανέστατον πεποίηταί σφισι πρὸς τοῖς Βοωνήτοις, ἐν ἀριστερᾷ δὲ ἡρῷον Τηλέκλου: τούτου δὲ καὶ ὕστερον ποιήσομαι μνήμην ἐν τῇ Μεσσηνίᾳ συγγραφῇ. προελθοῦσι δὲ οὐ πολὺ λόφος ἐστὶν οὐ μέγας, ἐπὶ δὲ αὐτῷ ναὸς ἀρχαῖος καὶ Ἀφροδίτης ξόανον ὡπλισμένης. ναῶν δὲ ὧν οἶδα μόνῳ τούτῳ καὶ ὑπερῷον ἄλλο ἐπῳκοδόμηται Μορφοῦς ἱερόν.
[15.10] Not far from the theater is a sanctuary of Poseidon God of Kin, and there are hero-shrines of Cleodaeus, son of Hyllus, and of Oebalus. The most famous of their sanctuaries of Asclepius has been built near Booneta, and on the left is the hero-shrine of Teleclus. I shall mention him again later in my history of Messenia. A little farther on is a small hill, on which is an ancient temple with a wooden image of Aphrodite armed. This is the only temple I know that has an upper storey built upon it.
[11] ἐπίκλησις μὲν δὴ τῆς Ἀφροδίτης ἐστὶν ἡ Μορφώ, κάθηται δὲ καλύπτραν τε ἔχουσα καὶ πέδας περὶ τοῖς ποσί: περιθεῖναι δέ οἱ Τυνδάρεων τὰς πέδας φασὶν ἀφομοιοῦντα τοῖς δεσμοῖς τὸ ἐς τοὺς συνοικοῦντας τῶν γυναικῶν βέβαιον. τὸν γὰρ δὴ ἕτερον λόγον, ὡς τὴν θεὸν πέδαις ἐτιμωρεῖτο ὁ Τυνδάρεως, γενέσθαι ταῖς θυγατράσιν ἐξ Ἀφροδίτης ἡγούμενος τὰ ὀνείδη, τοῦτον οὐδὲ ἀρχὴν προσίεμαι: ἦν γὰρ δὴ παντάπασιν εὔηθες κέδρου ποιησάμενον ζῴδιον καὶ ὄνομα Ἀφροδίτην θέμενον ἐλπίζειν ἀμύνεσθαι τὴν θεόν.
[15.11] It is a sanctuary of Morpho, a surname of Aphrodite, who sits wearing a veil and with fetters on her feet. The story is that the fetters were put on her by Tyndareus, who symbolized by the bonds the faithfulness of wives to their husbands. The other account, that Tyndareus punished the goddess with fetters because he thought that from Aphrodite had come the shame of his daughters, I will not admit for a moment. For it were surely altogether silly to expect to punish the goddess by making a cedar figure and naming it Aphrodite.
16. πλησίον δὲ Ἱλαείρας καὶ Φοίβης ἐστὶν ἱερόν: ὁ δὲ ποιήσας τὰ ἔπη τὰ Κύπρια θυγατέρας αὐτὰς Ἀπόλλωνός φησιν εἶναι. κόραι δὲ ἱερῶνταί σφισι παρθένοι, καλούμεναι κατὰ ταὐτὰ ταῖς θεαῖς καὶ αὗται Λευκιππίδες. τὸ μὲν δὴ ἕτερον τῶν ἀγαλμάτων ἱερασαμένη τις ταῖς θεαῖς Λευκιππὶς ἐπεκόσμησε, πρόσωπον ἀντὶ τοῦ ἀρχαίου ποιησαμένη τῆς ἐφ᾽ ἡμῶν τέχνης τὸ δὲ ἕτερον μὴ καὶ τοῦτο ἐπικοσμεῖν αὐτὴν ἀπεῖπεν ὄνειρον. ἐνταῦθα ἀπήρτηται ᾠὸν τοῦ ὀρόφου κατειλημένον ταινίαις: εἶναι δέ φασιν ᾠὸν ἐκεῖνο ὃ τεκεῖν Λήδαν ἔχει λόγος.
[16.1] XVI. Near is a sanctuary of Hilaeira and of Phoebe. The author of the poem Cypria calls them daughters of Apollo. Their priestesses are young maidens, called, as are also the goddesses, Leucippides (Daughter of Leucippus). One of the images was adorned by a Leucippis who had served the goddesses as a priestess. She gave it a face of modern workmanship instead of the old one; she was forbidden by a dream to adorn the other one as well. Here there his been hung from the roof an egg tied to ribands, and they say that it is the famous egg that legend says Leda brought forth.
[2] ὑφαίνουσι δὲ κατὰ ἔτος αἱ γυναῖκες τῷ Ἀπόλλωνι χιτῶνα τῷ ἐν Ἀμύκλαις, καὶ τὸ οἴκημα ἔνθα ὑφαίνουσι Χιτῶνα ὀνομάζουσιν. οἰκία δὲ αὐτοῦ πεποίηται πλησίον: τὸ δὲ ἐξ ἀρχῆς φασιν αὐτὴν οἰκῆσαι τοὺς Τυνδάρεω παῖδας, χρόνῳ δὲ ὕστερον ἐκτήσατο Φορμίων Σπαρτιάτης. παρὰ τοῦτον ἀφίκοντο οἱ Διόσκουροι ξένοις ἀνδράσιν ἐοικότες: ἥκειν δὲ ἐκ Κυρήνης φήσαντες καταχθῆναί τε ἠξίουν παρ᾽ αὐτῷ καὶ οἴκημα ᾐτοῦντο ᾧ μάλιστα ἔχαιρον, ἡνίκα μετὰ ἀνθρώπων ἦσαν.
[16.2] Each year the women weave a tunic for the Apollo at Amyclae, and they call Tunic the chamber in which they do their weaving. Near it is built a house, said to have been occupied originally by the sons of Tyndareus, but afterwards it was acquired by Phormion, a Spartan. To him came the Dioscuri in the likeness of strangers. They said that they had come from Cyrene, and asked to lodge with him, requesting to have the chamber which had pleased them most when they dwelt among men.
[3] ὁ δὲ οἰκίας μὲν τῆς ἄλλης ἐκέλευεν αὐτοὺς ἔνθα ἂν ἐθέλωσιν οἰκῆσαι, τὸ δὲ οἴκημα οὐκ ἔφη δώσειν: θυγάτηρ γὰρ ἔτυχέν οἱ παρθένος ἔχουσα ἐν αὐτῷ δίαιταν. ἐς δὲ τὴν ὑστεραίαν παρθένος μὲν ἐκείνη καὶ θεραπεία πᾶσα ἡ περὶ τὴν παῖδα ἠφάνιστο, Διοσκούρων δὲ ἀγάλματα ἐν τῷ οἰκήματι εὑρέθη καὶ τράπεζά τε καὶ σίλφιον ἐπ᾽ αὐτῇ.
[16.3] He replied that they might lodge in any other part of the house they wished, but that they could not have the chamber.
For it so happened that his maiden daughter was living in it. By the next day this maiden and all her girlish apparel had disappeared, and in the room were found images of the Dioscuri, a table, and silphium upon it.
[4] τάδε μὲν οὕτω γενέσθαι λέγουσιν: ἰόντι δὲ ὡς ἐπὶ τὰς πύλας ἀπὸ τοῦ Χιτῶνος Χίλωνός ἐστιν ἡρῷον τοῦ σοφοῦ νομιζομένου καὶ Ἀθηνοδώρου τῶν ὁμοῦ Δωριεῖ τῷ Ἀναξανδρίδου σταλέντων ἐς Σικελίαν: ἐστάλησαν δὲ τὴν Ἐρυκίνην χώραν νομίζοντες τῶν ἀπογόνων τῶν Ἡρακλέους εἶναι καὶ οὐ βαρβάρων τῶν ἐχόντων. Ἡρακλέα γὰρ ἔχει λόγος παλαῖσαι πρὸς Ἔρυκα ἐπὶ τοῖσδε εἰρημένοις, ἢν μὲν Ἡρακλῆς νικήσῃ, γῆν τὴν Ἔρυκος Ἡρακλέους εἶναι, κρατηθέντος δὲ τῇ πάλῃ βοῦς τὰς Γηρυόνου —
[16.4] Such is the story. As you go from the Tunic in the direction of the gate ther
e is a hero-shrine of Cheilon, who is considered one of the Seven Sages, and also of Athenodorus, one of those who with Dorieus the son of Anaxandrides set out for Sicily. The reason of their setting out was that they held that the Erycine district belonged to the descendants of Heracles and not to the foreigners who held it. The story is that Heracles wrestled with Eryx on these terms: if Heracles won, the land of Eryx was to belong to him but if he were beaten, Eryx was to depart with the cows of Geryon;
[5] ταύτας γὰρ τότε ἤλαυνεν Ἡρακλῆς, διανηξαμένας δὲ ἐπὶ Σικελίαν κατὰ τὸν ἔλαιον τὸν κυφὸν ἀνευρήσων ἐπιδιέβη — τὰς οὖν βοῦς ἔδει κρατηθέντος Ἡρακλέους τὸν Ἔρυκα ἄγοντα οἴχεσθαι. τὸ δὲ εὐμενὲς ἐκ τῶν θεῶν οὐ κατὰ ταὐτὰ Ἡρακλεῖ καὶ ὕστερον Δωριεῖ τῷ Ἀναξανδρίδου παρεγένετο, ἀλλὰ Ἡρακλῆς μὲν ἀποκτίννυσιν Ἔρυκα, Δωριέα δὲ αὐτόν τε καὶ τῆς στρατιᾶς διέφθειραν τὸ πολὺ Ἐγεσταῖοι.
[16.5] for Heracles at the time was driving these away, and when they swam across to Sicily he too crossed over in search of them near the bent olive-tree. The favour of heaven was more partial to Heracles than it was afterwards to Dorieus the son of Anaxandrides; Heracles killed Eryx, but Dorieus himself and the greater part of his army were destroyed by the Egestaeans.