Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 306
Delphi Complete Works of Pausanias Page 306

by Pausanias


  [10] Ἀσιναῖοι δὲ αὐτοὶ περὶ σφῶν οὕτω λέγουσι: κρατηθῆναι μὲν ὑπὸ Ἡρακλέους μάχῃ συγχωροῦσιν ἁλῶναί τε τὴν ἐν τῷ Παρνασσῷ πόλιν, αἰχμάλωτοι δὲ γενέσθαι καὶ ἀχθῆναι παρὰ τὸν Ἀπόλλωνα οὔ φασιν: ἀλλ᾽ ὡς ἡλίσκετο ὑπὸ τοῦ Ἡρακλέους τὸ τεῖχος, ἐκλιπεῖν τὴν πόλιν καὶ ἀναφυγεῖν ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ, διαβάντες δὲ ὕστερον ναυσὶν ἐς Πελοπόννησον γενέσθαι φασὶν

  Εὐρυσθέως ἱκέται, καὶ σφίσιν Εὐρυσθέα ἅτε ἀπεχθανόμενον τῷ Ἡρακλεῖ δοῦναι τὴν ἐν τῇ Ἀργολίδι Ἀσίνην.

  [34.10] But the people of Asine give this account of themselves. They admit that they were conquered by Heracles and their city in Parnassus captured, but they deny that they were made prisoners and brought to Apollo. But when the walls were carried by Heracles, they deserted the town and fled to the heights of Parnassus, and afterwards crossed the sea to Peloponnese and appealed to Eurystheus. Being at feud with Heracles, he gave them Asine in the Argolid.

  [11] μόνοι δὲ τοῦ γένους τοῦ Δρυόπων οἱ Ἀσιναῖοι σεμνύνονται καὶ ἐς ἡμᾶς ἔτι τῷ ὀνόματι, οὐδὲν ὁμοίως καὶ Εὐβοέων οἱ Στύρα ἔχοντες. εἰσὶ γὰρ καὶ οἱ Στυρεῖς Δρύοπες τὸ ἐξ ἀρχῆς, ὅσοι τῆς πρὸς τὸν Ἡρακλέα οὐ μετέσχον μάχης, ἀπωτέρω τῆς πόλεως ἔχοντες τὰς οἰκήσεις: ἀλλὰ οἱ μὲν Στυρεῖς καλεῖσθαι Δρύοπες ὑπερφρονοῦσι, καθάπερ γε καὶ οἱ Δελφοὶ πεφεύγασιν ὀνομάζεσθαι Φωκεῖς, Ἀσιναῖοι δὲ Δρύοπές τε τὰ μάλιστα χαίρουσι καλούμενοι καὶ τῶν ἱερῶν τὰ ἁγιώτατά εἰσι δῆλοι κατὰ μνήμην πεποιημένοι τῶν ποτὲ ἐν Παρνασσῷ σφισιν ἱδρυμένων. τοῦτο μὲν γὰρ Ἀπόλλωνός ἐστιν αὐτοῖς ναός, τοῦτο δὲ Δρύοπος ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον: ἄγουσι καὶ παρὰ ἔτος αὐτῷ τελετήν, παῖδα τὸν Δρύοπα Ἀπόλλωνος εἶναι λέγοντες.

  [34.11] The men of Asine are the only members of the race of the Dryopes to pride themselves on the name to this day. The case is very different with the Euboeans of Styra. They too are Dryopes in origin, who took no part in the battle with Heracles, as they dwelt at some distance from the city. Yet the people of Styra disdain the name of Dryopes, just as the Delphians have refused to be called Phocians. But the men of Asine take the greatest pleasure in being called Dryopes, and clearly have made the most holy of their sanctuaries in memory of those which they once had, established on Parnassus. For they have both a temple of Apollo and again a temple and ancient statue of Dryops, whose mysteries they celebrate every year, saying that he is the son of Apollo.

  [12] κεῖται δὲ ἐπὶ θαλάσσῃ καὶ αὐτὴ κατὰ τὰ αὐτὰ τῇ ποτὲ ἐν μοίρᾳ τῇ Ἀργολίδι Ἀσίνῃ: σταδίων δὲ τεσσαράκοντά ἐστιν ἐκ Κολωνίδων ἐς αὐτὴν ὁδός, τοσαύτη δὲ καὶ ἐκ τῆς Ἀσίνης πρὸς τὸν Ἀκρίταν καλούμενον. ἀνέχει δὲ ἐς θάλασσαν ὁ Ἀκρίτας, καὶ νῆσος Θηγανοῦσσά ἐστιν ἔρημος πρὸ αὐτοῦ: μετὰ δὲ τὸν Ἀκρίταν λιμήν τε Φοινικοῦς καὶ νῆσοι κατ᾽ αὐτὸν Οἰνοῦσσαι.

  [34.12] The town itself lies on the coast just as the old Asine in Argive territory. It is a journey of forty stades from Colonides to Asine, and of an equal number from Asine to the promontory called Acritas. Acritas projects into the sea and has a deserted island, Theganussa, lying off it. After Acritas is the harbor Phoenicus and the Oenussae islands lying opposite.

  MOTHONE

  35. Μοθώνη δέ, πρὶν ἢ τὴν στρατιὰν ἐς Τροίαν ἀθροισθῆναι καὶ ἐπὶ τοῦ πρὸς Ἰλίῳ πολέμου καλουμένη Πήδασος, μεταβέβληκεν ὕστερον τὸ ὄνομα, ὡς μὲν αὐτοὶ Μοθωναῖοι λέγουσιν, ἀπὸ τῆς Οἰνέως θυγατρός: Οἰνεῖ γὰρ τῷ Πορθάονος μετὰ ἅλωσιν Ἰλίου παρὰ Διομήδην ἀναχωρήσαντι ἐς Πελοπόννησον θυγατέρα φασὶν ἐκ παλλακῆς Μοθώνην γενέσθαι: δόξῃ δὲ ἐμῇ δέδωκε τῷ χωρίῳ τὸ ὄνομα ὁ Μόθων λίθος. οὗτος δέ σφισι καὶ ὁ ποιῶν τὸν λιμένα ἐστί: τόν τε γὰρ ἔσπλουν στενώτερον ταῖς ναυσὶν ἐργάζεται παρήκων ὕφαλος καὶ ἅμα μὴ ἐκ βυθοῦ ταράσσεσθαι τὸν κλύδωνα ἔρυμα ἕστηκεν.

  [35.1] XXXV. Before the mustering of the army for the Trojan war, and during the war, Mothone was called Pedasus. Later, as the people themselves say, it received a new name from the daughter of Oeneus. They say that Mothone was born of a concubine to Oeneus the son of Porthaon, when he had taken refuge with Diomede in Peloponnese after the fall of Troy. But in my view it was the rock Mothon that gave the place its name. It is this which forms their harbor. For projecting under water, it makes the entrance for ships more narrow and also serves as a breakwater against a heavy swell.

  MOTHONE, HISTORY

  [2] ἐδήλωσα δὲ καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις ὅτι Ναυπλιεῦσιν ἐπὶ λακωνισμῷ διωχθεῖσι Δαμοκρατίδα βασιλεύοντος ἐν Ἄργει Μοθώνην Λακεδαιμόνιοι διδόασι καὶ ὡς οὐδὲ ἐκ τῶν Μεσσηνίων κατελθόντων ἐγένετο οὐδὲν ἐς αὐτοὺς νεώτερον: ἦσαν δὲ οἱ Ναυπλιεῖς ἐμοὶ δοκεῖν Αἰγύπτιοι τὰ παλαιότερα, παραγενόμενοι δὲ ὁμοῦ Δαναῷ ναυσὶν ἐς τὴν Ἀργολίδα ὕστερον γενεαῖς τρισὶν ὑπὸ Ναυπλίου τοῦ Ἀμυμώνης κατῳκίσθησαν ἐν Ναυπλίᾳ.

  [35.2] I have shown in earlier passages that, when the Nauplians in the reign of Damocratidas in Argos were expelled for their Laconian sympathies, the Lacedaemonians gave them Mothone, and that no change was made regarding them on the part of the Messenians when they returned. The Nauplians in my view were Egyptians originally, who came by sea with Danaus to the Argolid, and two generations later were settled in Nauplia by Nauplius the son of Amymone.

  [3] Μοθωναίοις δὲ βασιλεὺς μὲν Τραϊανὸς ἔδωκεν ἐλευθέρους ὄντας ἐν αὐτονομίᾳ πολιτεύεσθαι: τὰ δὲ ἔτι παλαιότερα μόνοις σφίσι Μεσσηνίων τῶν ἐπὶ θαλάσσῃ τοιόνδε ἀτύχημα ἰδίᾳ συνέβη γενέσθαι. τὰ ἐν Ἠπείρῳ τῇ Θεσπρωτίδι ὑπὸ ἀναρχίας ἐφθάρη: Δηιδαμείᾳ γὰρ τῇ Πύρρου παῖδες οὐκ ἐγένοντο, ἀλλὰ ὡς τελευτᾶν ἔμελλεν, ἐπιτρέπει τῷ δήμῳ τὰ πράγματα. θυγάτηρ δὲ ἦν Πύρρου τοῦ Πτολεμαίου τοῦ Ἀλεξάνδρου τοῦ Πύρρου:

  [35.3] The Emperor Trajan granted civic freedom and autonomy to the people of Mothone. In earlier days they were the only people of Messenia on the coast to suffer a disaster like the following: Thesprotian Epirus was ruined by anarchy. For Deidameia the daughter of Pyrrhus, being without children, handed over the government to the people when she was on the point of death. She was the daughter of Pyrrhus, son of Ptolemy, son of Alexander, son of Pyrrhu
s.

  [4] τὰ δὲ ἐς Πύρρον τὸν Αἰακίδου πρότερον ἔτι ἐν τῷ λόγῳ τῷ ἐς Ἀθηναίους ἐδήλωσα, Προκλῆς δὲ ὁ Καρχηδόνιος τύχης μὲν χρηστῆς ἕνεκα καὶ διὰ λαμπρότητα ἔργων ἔνεμεν Ἀλεξάνδρῳ τᾷ Φιλίππου πλέον, τάξαι δὲ ὁπλίτας τε καὶ ἱππικὸν καὶ στρατηγήματα ἐπὶ ἄνδρας πολεμίους εὑρεῖν Πύρρον ἔφασκεν ἀμείνονα γενέσθαι.

  [35.4] I have told the facts relating to Pyrrhus the son of Aeacides in my account of the Athenians. Procles the Carthaginian indeed rated Alexander the son of Philip higher on account of his good fortune and for the brilliance of his achievements, but said that Pyrrhus was the better man in infantry and cavalry tactics and in the invention of stratagems of war.

  [5] Ἠπειρῶται δὲ ὡς ἐπαύσαντο βασιλεύεσθαι, τά τε ἄλλα ὁ δῆμος ὕβριζε καὶ ἀκροᾶσθαι τῶν ἐν ταῖς ἀρχαῖς ὑπερεώρων: καὶ σφᾶς οἱ Ἰλλυριοὶ τὰ πρὸς τοῦ Ἰονίου τὴν Ἤπειρον ὑπεροικοῦντες παρεστήσαντο ἐξ ἐπιδρομῆς. οὐ γάρ πω δημοκρατίαν ἴσμεν ἄλλους γε ἢ Ἀθηναίους αὐξήσαντας, Ἀθηναῖοι δὲ προήχθησαν ἐπὶ μέγα ἀπ᾽ αὐτῆς: συνέσει γὰρ οἰκείᾳ τὸ Ἑλληνικὸν ὑπερεβάλλοντο καὶ νόμοις τοῖς καθεστηκόσιν ἐλάχιστα ἠπείθουν.

  [35.5] When the Epirots were rid of their kings, the people threw off all control and disdained to listen to their magistrates, and the Illyrians who live on the Ionian sea above Epirus reduced them by a raid. We have yet to hear of a democracy bringing prosperity to a nation other than the Athenians; the Athenians attained to greatness by its means, for they surpassed the Greek world in native wit, and least disregarded the established laws.

  [6] οἱ δὲ Ἰλλυριοί, ἀρχῆς τε γεγευμένοι καὶ ἐπιθυμοῦντες ἀεὶ τοῦ πλείονος, ναῦς τε ἐπήξαντο καὶ ἐληίζοντο ἄλλους τε ὡς ἑκάστους τύχοιεν καὶ ἐς τὴν Μοθωναίαν σχόντες ὡρμίσαντο οἷα ἐς φιλίαν: στείλαντες δὲ ἄγγελον ἐς τὴν πόλιν ἄγειν σφίσιν οἶνον ἐπὶ τὰ πλοῖα ἐδεήθησαν. ὡς δὲ ἄγοντες ἀφίκοντο ἄνδρες οὐ πολλοί, τόν τε οἶνον ὠνοῦντο ἐπιτιμώντων τῶν Μοθωναίων καὶ αὐτοί σφισιν ἐπίπρασκον ὧν ἐπήγοντο.

  [35.6] Now the Illyrians, having tasted empire and being always desirous of more, built ships, and plundering others whom they fell in with, put in to the coast of Mothone and anchored as in a friendly port. Sending a messenger to the city they asked for wine to be brought to their ships. A few men came with it and they bought the wine at the price which the inhabitants asked, and themselves sold a part of their cargo.

  [7] ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐκ τῆς πόλεως πλειόνων παρέχουσι καὶ τοῖσδε κερδᾶναι: τέλος δὲ γυναῖκες καὶ ἄνδρες κατίασιν ἐπὶ τὰ πλοῖα οἶνόν τε ἀποδόσθαι καὶ ἐκ τῶν βαρβάρων ἀντιληψόμενοι. ἔνθα νῦν ἀποτολμήσαντες οἱ Ἰλλυριοὶ καὶ ἄνδρας πολλοὺς καὶ ἔτι πλείονας τῶν γυναικῶν ἁρπάζουσιν: ἐσθέμενοι δὲ ἐς τὰς ναῦς ἔπλεον τὴν ἐπὶ Ἰονίου, Μοθωναίων ἐρημώσαντες τὸ ἄστυ.

  [35.7] When on the following day a larger number arrived from the town, they allowed them also to make their profit. Finally women and men came down to the ships to sell wine and trade with the barbarians. Thereupon by a bold stroke the Illyrians carried off a number of men and still more of the women. Carrying them on board ship, they set sail for the Ionian sea, having desolated the city of the Mothonaeans.

  [8] ἐν Μοθώνῃ δὲ ναός ἐστιν Ἀθηνᾶς Ἀνεμώτιδος: Διομήδην δὲ τὸ ἄγαλμα ἀναθεῖναι καὶ τὸ ὄνομα τῇ θεῷ φασι θέσθαι. βιαιότεροι γὰρ καὶ οὐ κατὰ καιρὸν πνέοντες ἐλυμαίνοντο οἱ ἄνεμοι τὴν χώραν: Διομήδους δὲ εὐξαμένου τῇ Ἀθηνᾷ, τὸ ἀπὸ τούτου συμφορά σφισιν οὐδεμία ἀνέμων γε ἕνεκα ἦλθεν ἐς τὴν γῆν. καὶ Ἀρτέμιδος δ᾽ ἱερόν ἐστιν ἐνταῦθα καὶ ὕδωρ ἐν φρέατι κεκραμένον πίσσῃ, Κυζικηνῷ μύρῳ μάλιστα ἰδεῖν ἐμφερές: παράσχοιτο δ᾽ ἂν πᾶσαν καὶ χρόαν ὕδωρ καὶ ὀσμήν.

  [35.8] In Mothone is a temple of Athena Of the Winds, with a statue dedicated, it is said, by Diomede, who gave the goddess her name. The country being damaged by violent and unseasonable blasts, Diomede prayed to the goddess, and henceforward no disaster caused by the winds has visited their country. There is also a shrine of Artemis here and water in a well mixed with pitch, in appearance very like the iris-oil of Cyzicos. Water can assume every color and scent.

  [9] γλαυκότατον μὲν οἶδα ὕδωρ θεασάμενος τὸ ἐν Θερμοπύλαις, οὔτι που πᾶν, ἀλλ᾽ ὅσον κάτεισιν ἐς τὴν κολυμβήθραν ἥντινα ὀνομάζουσιν οἱ ἐπιχώριοι Χύτρους γυναικείους: ξανθὸν δὲ ὕδωρ, οὐδέν τι ἀποδέον τὴν χρόαν αἵματος, Ἑβραίων ἡ γῆ παρέχεται πρὸς Ἰόππῃ πόλει: θαλάσσης μὲν ἐγγυτάτω τὸ ὕδωρ ἐστί, λόγον δὲ ἐς τὴν πηγὴν λέγουσιν οἱ ταύτῃ, Περσέα ἀνελόντα τὸ κῆτος, ᾧ τὴν παῖδα προκεῖσθαι τοῦ Κηφέως, ἐνταῦθα τὸ αἷμα ἀπονίψασθαι.

  [35.9] The bluest that I know from personal experience is that at Thermopylae, not all of it, but that which flows into the swimming-baths, called locally the Women’s Pots. Red water, in color like blood, is found in the land of the Hebrews near the city of Joppa. The water is close to the sea, and the account which the natives give of the spring is that Perseus, after destroying the sea-monster, to which the daughter of Cepheus was exposed, washed off the blood in the spring.

  [10] ὕδωρ δὲ ἀπὸ πηγῶν ἀνερχόμενον μέλαν ἰδὼν οἶδα ἐν Ἀστύροις: τὰ δὲ Ἄστυρα ἀπαντικρὺ Λέσβου λουτρά ἐστι θερμὰ ἐν τῷ Ἀταρνεῖ καλουμένῳ. τὸ δὲ χωρίον ἐστὶν ὁ Ἀταρνεὺς ὁ Χίων μισθός, ὃν παρὰ τοῦ Μήδου λαμβάνουσιν ἄνδρα ἐκδόντες ἱκέτην, Πακτύην τὸν Λυδόν. τοῦτο μὲν δὴ μελαίνεται, Ῥωμαίοις δὲ ὑπὲρ τὴν πόλιν, διαβάντων τὸν Ἄνιον ὀνομαζόμενον ποταμόν, ὕδωρ λευκόν ἐστιν: ἀνδρὶ δὲ ἐσβάντι ἐς αὐτὸ τὸ μὲν παραυτίκα ψυχρόν τε πρόσεισι καὶ ἐμποιεῖ φρίκην, ἐπισχόντι δὲ ὀλίγον ἅτε φάρμακον θερμαίνει τὸ πυρωδέστατον.

  [35.10] I have myself seen water coming up black from springs at Astyra. Astyra opposite Lesbos is the name of the hot baths in the district called Atarneus. It was this Atarneus, which the Chians received as a reward from the Persians as a reward for surrendering the suppliant, Pactyas the Lydian. This water then has a black color; but the Romans have a white water, above the city across the river called Anio. When a man enters it, he is at first attacked with cold and shivering, but after a little time it warms him like the hottest drug.
<
br />   [11] καὶ ὅσαις μὲν πηγαῖς θαῦμά τι ἦν καὶ ἰδόντι, τοσαύτας θεασάμενος οἶδα, τὰς γὰρ δὴ ἐλάσσονος θαύματος ἐπιστάμενος παρίημι: ἁλμυρὸν δὲ ὕδωρ καὶ στρυφνὸν οὐ μέγα θαῦμα ἐξευρεῖν. δύο δὲ ἀλλοῖα: τὸ μὲν τῆς Καρίας ἐν πεδίῳ καλουμένῳ Λευκῷ θερμόν ἐστιν ὕδωρ παρὰ κώμην ὀνομαζομένην Δασκύλου, πιεῖν καὶ γάλακτος ἥδιον: τὸν δὲ Ἡρόδοτον οἶδα εἰπόντα ὡς ἐς τὸν ποταμὸν τὸν Ὕπανιν ἐκδίδωσιν ὕδατος πικροῦ πηγή. πῶς δ᾽ ἂν οὐκ ἀποδεξαίμεθα ἀληθεύειν αὐτῷ τὸν λόγον, ὅπου γε καὶ ἐφ᾽ ἡμῶν ἐν Δικαιαρχίᾳ τῇ Τυρρηνῶν ἐξεύρηται ὕδωρ σφίσι θερμὸν οὕτω δή τι ὀξὺ ὥστε τὸν μόλυβδον — διεξῄει γὰρ διὰ μολύβδου ῥέον — ἔτεσι κατέτηξεν οὐ πολλοῖς;

  [35.11] All these springs that had something wonderful to show I have seen myself. For I pass over the less wonderful that I know, and it is no great marvel to find water that is salt and harsh. But there are two other kinds. The water in the White Plain, as it is called, in Caria, by the village with the name Dascylou Come, is warm and sweeter than milk to drink. I know that Herodotus says that a spring of bitter water flows into the river Hypanis. We can assuredly admit the truth of his statement, when in our days at Dicaearchia (Puteoli), in the land of the Tyrrhenians, a hot spring has been found, so acid that in a few years it dissolved the lead through which its water passed.

  PYLOS

 

‹ Prev