Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 316
Delphi Complete Works of Pausanias Page 316

by Pausanias


  [5] τέταρτα καὶ πέμπτα Ἀρτέμιδι θύουσι καὶ Ληίτιδι Ἀθηνᾷ, ἕκτα Ἐργάνῃ: ταύτῃ τῇ Ἐργάνῃ καὶ οἱ ἀπόγονοι Φειδίου, καλούμενοι δὲ φαιδρυνταί, γέρας παρὰ Ἠλείων εἰληφότες τοῦ Διὸς τὸ ἄγαλμα ἀπὸ τῶν προσιζανόντων καθαίρειν, οὗτοι θύουσιν ἐνταῦθα πρὶν ἢ λαμπρύνειν τὸ ἄγαλμα ἄρχονται. ἔστι δὲ Ἀθηνᾶς καὶ ἄλλος βωμὸς πλησίον τοῦ ναοῦ, καὶ Ἀρτέμιδος παρ᾽ αὐτὸν τετράγωνος ἀνήκων ἠρέμα ἐς ὕψος.

  [14.5] sixthly to the Worker Goddess. The descendants of Pheidias, called Cleansers, have received from the Eleans the privilege of cleaning the image of Zeus from the dirt that settles on it, and they sacrifice to the Worker Goddess before they begin to polish the image. There is another altar of Athena near the temple, and by it a square altar of Artemis rising gently to a height.

  [6] μετὰ δὲ τοὺς κατειλεγμένους Ἀλφειῷ καὶ Ἀρτέμιδι θύουσιν ἐπὶ ἑνὸς βωμοῦ: τὸ δὲ αἴτιον τούτου παρεδήλωσε μέν που καὶ Πίνδαρος ἐν ᾠδῇ, γράφομεν δὲ καὶ ἡμεῖς ἐν τοῖς λόγοις τοῖς Λετριναίοις. τούτου δὲ οὐ πόρρω καὶ ἄλλος τῷ Ἀλφειῷ βωμὸς πεποίηται, παρὰ δὲ αὐτόν ἐστιν Ἡφαίστου: τοῦ δὲ Ἡφαίστου τὸν βωμόν εἰσιν Ἠλείων οἳ ὀνομάζουσιν Ἀρείου Διός: λέγουσι δὲ οἱ αὐτοὶ οὗτοι καὶ ὡς Οἰνόμαος ἐπὶ τοῦ βωμοῦ τούτου θύοι τῷ Ἀρείῳ Διί, ὁπότε τῶν Ἱπποδαμείας μνηστήρων καθίστασθαι μέλλοι τινὶ ἐς ἵππων ἅμιλλαν.

  [14.6] After the altars I have enumerated there is one on which they sacrifice to Alpheius and Artemis together. The cause of this Pindar, I think, intimates in an ode, and I give it in my account of Letrini. Not far from it stands another altar of Alpheius, and by it one of Hephaestus. This altar of Hephaestus some Eleans call the altar of Warlike Zeus. These same Eleans also say that Oenomaus used to sacrifice to Warlike Zeus on this altar whenever he was about to begin a chariot-race with one of the suitors of Hippodameia.

  [7] μετὰ τοῦτον πεποίηται μὲν Ἡρακλεῖ βωμὸς ἐπίκλησιν Παραστάτῃ, πεποίηται δὲ καὶ τοῦ Ἡρακλέους τοῖς ἀδελφοῖς Ἐπιμήδει καὶ Ἴδᾳ καὶ Παιωναίῳ τε καὶ Ἰάσῳ: τὸν δὲ τοῦ Ἴδα βωμὸν Ἀκεσίδα ὑπὸ ἑτέρων οἶδα καλούμενον. ἔνθα δὲ τῆς οἰκίας τὰ θεμέλιά ἐστι τῆς Οἰνομάου, δύο ἐνταῦθά εἰσι βωμοί, Διός τε Ἑρκείου — τοῦτον ὁ Οἰνόμαος ἐφαίνετο αὐτὸς οἰκοδομήσασθαι — , τῷ δὲ Κεραυνίῳ Διὶ ὕστερον ἐποιήσαντο ἐμοὶ δοκεῖν βωμόν, ὅτ᾽ ἐς τοῦ Οἰνομάου τὴν οἰκίαν κατέσκηψεν ὁ κεραυνός.

  [14.7] After this stands an altar of Heracles surnamed Parastates (Assistant); there are also altars of the brothers of Heracles – Epimedes, Idas, Paeonaeus, and Iasus; I am aware, however, that the altar of Idas is called by others the altar of Acesidas. At the place where are the foundations of the house of Oenomaus stand two altars: one is of Zeus of the Courtyard, which Oenomaus appears to have had built himself, and the other of Zeus of the Thunderbolt, which I believe they built later, when the thunderbolt had struck the house of Oenomaus.

  [8] τὰ δὲ ἐς τὸν μέγαν βωμὸν ὀλίγῳ μέν τι ἡμῖν πρότερόν ἐστιν εἰρημένα, καλεῖται δὲ Ὀλυμπίου Διός: πρὸς αὐτῷ δέ ἐστιν Ἀγνώστων θεῶν βωμὸς καὶ μετὰ τοῦτον Καθαρσίου Διὸς καὶ Νίκης καὶ αὖθις Διὸς ἐπωνυμίαν Χθονίου. εἰσὶ δὲ καὶ θεῶν πάντων βωμοὶ καὶ Ἥρας ἐπίκλησιν Ὀλυμπίας, πεποιημένος τέφρας καὶ οὗτος: Κλυμένου δέ φασιν αὐτὸν ἀνάθημα εἶναι. μετὰ δὲ τοῦτον Ἀπόλλωνος καὶ Ἑρμοῦ βωμός ἐστιν ἐν κοινῷ, διότι Ἑρμῆν λύρας, Ἀπόλλωνα δὲ εὑρέτην εἶναι κιθάρας Ἑλλήνων ἐστὶν ἐς αὐτοὺς λόγος.

  [14.8] An account of the great altar I gave a little way back; it is called the altar of Olympian Zeus. By it is an altar of Unknown Gods, and after this an altar of Zeus Purifier, one of Victory, and another of Zeus – this time surnamed Underground. There are also altars of all gods, and of Hera surnamed Olympian, this too being made of ashes. They say that it was dedicated by Clymenus. After this comes an altar of Apollo and Hermes in common, because the Greeks have a story about them that Hermes invented the lyre and Apollo the lute.

  [9] ἐφεξῆς δὲ Ὁμονοίας βωμὸς καὶ αὖθις Ἀθηνᾶς, ὁ δὲ Μητρὸς θεῶν. τῆς ἐσόδου δὲ τῆς ἐς τὸ στάδιόν εἰσιν ἐγγύτατα βωμοὶ δύο: τὸν μὲν αὐτῶν Ἑρμοῦ καλοῦσιν Ἐναγωνίου, τὸν δὲ ἕτερον Καιροῦ. Ἴωνι δὲ οἶδα τῷ Χίῳ καὶ ὕμνον πεποιημένον Καιροῦ: γενεαλογεῖ δὲ ἐν τῷ ὕμνῳ νεώτατον παίδων Διὸς Καιρὸν εἶναι. πλησίον δὲ τοῦ Σικυωνίων θησαυροῦ ἤτοι Κουρήτων ἢ τοῦ Ἀλκμήνης ἐστὶν Ἡρακλέους: λέγεται γὰρ καὶ ἀμφότερα.

  [14.9] Next come an altar of Concord, another of Athena, and the altar of the Mother of the gods. Quite close to the entrance to the stadium are two altars; one they call the altar of Hermes of the Games, the other the altar of Opportunity. I know that a hymn to Opportunity is one of the poems of Ion of Chios; in the hymn Opportunity is made out to be the youngest child of Zeus. Near the treasury of the Sicyonians is an altar of Heracles, either one of the Curetes or the son of Alcmena, for both accounts are given.

  [10] ἐπὶ δὲ τῷ Γαίῳ καλουμένῳ, βωμός ἐστιν ἐπ᾽ αὐτῷ Γῆς, τέφρας καὶ οὗτος: τὰ δὲ ἔτι ἀρχαιότερα καὶ μαντεῖον τῆς Γῆς αὐτόθι εἶναι λέγουσιν. ἐπὶ δὲ τοῦ ὀνομαζομένου Στομίου Θέμιδι ὁ βωμὸς πεποίηται. τοῦ δὲ Καταιβάτου Διὸς προβέβληται μὲν πανταχόθεν πρὸ τοῦ βωμοῦ φράγμα, ἔστι δὲ πρὸς τῷ βωμῷ τῷ ἀπὸ τῆς τέφρας τῷ μεγάλῳ. μεμνήσθω δέ τις οὐ κατὰ στοῖχον τῆς ἱδρύσεως ἀριθμουμένους τοὺς βωμούς, τῇ δὲ τάξει τῇ Ἠλείων ἐς τὰς θυσίας συμπερινοστοῦντα ἡμῖν τὸν λόγον. πρὸς δὲ τῷ τεμένει τοῦ Πέλοπος Διονύσου μὲν καὶ Χαρίτων ἐν κοινῷ, μεταξὺ δὲ αὐτῶν Μουσῶν καὶ ἐφεξῆς τούτων Νυμφῶν ἐστι βωμός.

  [14.10] On what is called the Gaeum (sanctuary of Earth) is an altar of Earth; it too is of ashes. In more ancient days they say that there was an oracle also of Earth in this place. On what is called the Stomium (Mouth) the altar to Themis has been built. All round the altar of Zeus Descender runs a fence; this altar is near the great altar made of the ashes. The reader must remember that the altars have not been enumerated in the order in which they stand, but the order followed by my narrative is that followed by the Eleans in their sacrifices. By the sacred enclosure of Pelops is an altar of Dionysus and the Graces in common; between them is an altar of the Muses, and next to these an altar of the Nymphs.
/>   15. ἔστι δὲ οἴκημα ἐκτὸς τῆς Ἄλτεως, καλεῖται δὲ ἐργαστήριον Φειδίου, καὶ ὁ Φειδίας καθ᾽ ἕκαστον τοῦ ἀγάλματος ἐνταῦθα εἰργάζετο: ἔστιν οὖν βωμὸς ἐν τῷ οἰκήματι θεοῖς πᾶσιν ἐν κοινῷ. ὀπίσω δὲ ἀναστρέψαντι αὖθις ἐς τὴν Ἄλτιν ἐστὶν ἀπαντικρὺ τοῦ Λεωνιδαίου —

  [15.1] XV. Outside the Altis there is a building called the workshop of Pheidias, where he wrought the image of Zeus piece by piece. In the building is an altar to all the gods in common. Now return back again to the Altis opposite the Leonidaeum.

  [2] τὸ δὲ ἐκτὸς μὲν τοῦ περιβόλου τοῦ ἱεροῦ τὸ Λεωνίδαιον, τῶν δὲ ἐσόδων πεποίηται τῶν ἐς τὴν Ἄλτιν κατὰ τὴν πομπικήν, ἣ μόνη τοῖς πομπεύουσίν ἐστιν ὁδός: τοῦτο δὲ ἀνδρὸς μὲν τῶν ἐπιχωρίων ἐστὶν ἀνάθημα Λεωνίδου, κατ᾽ ἐμὲ δὲ ἐς αὐτὸ Ῥωμαίων ἐσῳκίζοντο οἱ τὴν Ἑλλάδα ἐπιτροπεύοντες: διέστηκε δὲ ἀγυιὰν ἀπὸ τῆς ἐσόδου τῆς πομπικῆς, τοὺς γὰρ δὴ ὑπὸ Ἀθηναίων καλουμένους στενωποὺς ἀγυιὰς ὀνομάζουσιν οἱ Ἠλεῖοι —

  [15.2] The Leonidaeum is outside the sacred enclosure, but at the processional entrance to the Altis, which is the only way open to those who take part in the processions. It was dedicated by Leonidas, a native, but in my time the Roman governors of Greece used it as their lodging. Between the processional entrance and the Leonidaeum is a street, for the Eleans call streets what the Athenians call lanes.

  [3] ἔστι δὲ ἐν τῇ Ἄλτει τοῦ Λεωνιδαίου περᾶν μέλλοντι ἐς ἀριστερὰν Ἀφροδίτης βωμὸς καὶ Ὡρῶν μετ᾽ αὐτόν. κατὰ δὲ τὸν ὀπισθόδομον μάλιστά ἐστιν ἐν δεξιᾷ πεφυκὼς κότινος: καλεῖται δὲ ἐλαία Καλλιστέφανος, καὶ τοῖς νικῶσι τὰ Ὀλύμπια καθέστηκεν ἀπ᾽ αὐτῆς δίδοσθαι τοὺς στεφάνους. τούτου πλησίον τοῦ κοτίνου πεποίηται Νύμφαις βωμός:

  [15.3] Well, there is in the Altis, when you are about to pass to the left of the Leonidaeum, an altar of Aphrodite, and after it one of the Seasons. About opposite the rear chamber a wild olive is growing on the right. It is called the olive of the Beautiful Crown, and from its leaves are made the crowns which it is customary to give to winners of Olympic contests. Near this wild olive stands an altar of Nymphs; these too are styled Nymphs of the Beautiful Crowns.

  [4] Καλλιστεφάνους ὀνομάζουσι καὶ ταύτας. ἔστι δὲ τοῖς ἐκτὸς τῆς Ἄλτεως μὲν Ἀρτέμιδος Ἀγοραίας βωμός, ἐν δεξιᾷ δὲ τοῦ Λεωνιδαίου, πεποίηται δὲ καὶ Δεσποίναις — τὰ δὲ ἐς τὴν θεὸν ἥντινα ὀνομάζουσι Δέσποιναν διδάξει μοι τοῦ λόγου τὰ ἐς Ἀρκάδας — , μετὰ δὲ τοῦτον ἔστιν Ἀγοραίου Διὸς βωμός, πρὸ δὲ τῆς καλουμένης Προεδρίας Ἀπόλλωνος ἐπωνυμίαν Πυθίου καὶ μετ᾽ αὐτὸν Διονύσου: τοῦτον οὔτε πάλαι τὸν βωμὸν καὶ ὑπὸ ἀνδρῶν ἰδιωτῶν ἀνατεθῆναι λέγουσιν.

  [15.4] Outside the Altis, but on the right of the Leonidaeum, is an altar of Artemis of the Market, and one has also been built for Mistresses, and in my account of Arcadia I will tell you about the goddess they call Mistress. After this is an altar of Zeus of the Market, and before what is called the Front Seats stands an altar of Apollo surnamed Pythian, and after it one of Dionysus. The last altar is said to be not old, and to have been dedicated by private individuals.

  [5] ἰόντι δὲ ἐπὶ τὴν ἄφεσιν τῶν ἵππων ἔστι βωμός, ἐπίγραμμα δὲ ἐπ᾽ αὐτῷ Μοιραγέτα: δῆλα οὖν ἐστιν ἐπίκλησιν εἶναι Διὸς ὃς τὰ ἀνθρώπων οἶδεν, ὅσα διδόασιν αἱ Μοῖραι καὶ ὅσα μὴ πέπρωταί σφισι. πλησίον δὲ καὶ Μοιρῶν βωμός ἐστιν ἐπιμήκης, μετὰ δὲ αὐτὸν Ἑρμοῦ καὶ δύο ἐφεξῆς Διὸς Ὑψίστου: ἐν δὲ τῶν ἵππων τῇ ἀφέσει ἐν μὲν τῷ ὑπαίθρῳ, τῆς ἀφέσεως κατὰ μέσον που μάλιστα, Ποσειδῶνος Ἱππίου καὶ Ἥρας εἰσὶν Ἱππίας βωμοί, πρὸς δὲ τῷ κίονι Διοσκούρων.

  [15.5] As you go to the starting-point for the chariot-race there is an altar with an inscription “to the Bringer of Fate.” This is plainly a surname of Zeus, who knows the affairs of men, all that the Fates give them, and all that is not destined for them. Near there is also an oblong altar of Fates, after it one of Hermes, and the next two are of Zeus Most High. At the starting-point for the chariot-race, just about opposite the middle of it, there are in the open altars of Poseidon Horse-god and Hera Horse-goddess, and near the pillar an altar of the Dioscuri.

  [6] τῆς δὲ πρὸς τὸν Ἔμβολον καλούμενον ἐσόδου τῇ μὲν Ἄρεως Ἱππίου, τῇ δὲ Ἀθηνᾶς Ἱππίας βωμός, ἐς δὲ αὐτὸν τὸν Ἔμβολον ἐσελθόντων Τύχης ἐστὶν ἀγαθῆς βωμὸς καὶ Πανός τε καὶ Ἀφροδίτης, ἐνδοτάτω δὲ τοῦ Ἐμβόλου Νυμφῶν ἃς Ἀκμηνὰς καλοῦσιν. ἀπὸ δὲ τῆς στοᾶς ἣν οἱ Ἠλεῖοι καλοῦσιν Ἀγνάπτου, τὸν ἀρχιτέκτονα ἐπονομάζοντες τῷ οἰκοδομήματι, ἀπὸ ταύτης ἐπανιόντι ἐστὶν ἐν δεξιᾷ βωμὸς Ἀρτέμιδος.

  [15.6] At the entrance to what is called the Wedge there is on one side an altar of Ares Horse-god, on the other one of Athena Horse-goddess. On entering the Wedge itself you see altars of Good Luck, Pan and Aphrodite; at the innermost part of the Wedge an altar of the Nymphs called Blooming. An altar of Artemis stands on the right as you return from the Portico that the Eleans call the Portico of Agnaptus, giving to the building the name of its architect.

  [7] ἐσελθόντων δὲ αὖθις διὰ τῆς πομπικῆς ἐς τὴν Ἄλτιν, εἰσὶν ὄπισθεν τοῦ Ἡραίου Κλαδέου τε τοῦ ποταμοῦ καὶ Ἀρτέμιδος βωμοί, ὁ δὲ μετ᾽ αὐτοὺς Ἀπόλλωνος, τέταρτος δὲ Ἀρτέμιδος ἐπίκλησιν Κοκκώκας, καὶ Ἀπόλλωνος πέμπτος Θερμίου. τὸν μὲν δὴ παρὰ Ἠλείοις Θέρμιον καὶ αὐτῷ μοι παρίστατο εἰκάζειν ὡς κατὰ Ἀτθίδα γλῶσσαν εἴη θέσμιος: ἀνθ᾽ ὅτου δὲ Ἄρτεμιν ἐπονομάζουσι Κοκκώκαν, οὐχ οἷά τε ἦν μοι διδαχθῆναι.

  [15.7] After re-entering the Altis by the processional gate there are behind the Heraeum altars of the river Cladeus and of Artemis; the one after them is Apollo’s, the fourth is of Artemis surnamed Coccoca, and the fifth is of Apollo Thermius. As to the Elean surname Thermius, the conjecture occurred to me that in the Attic dialect it would be thesmios (god of laws), but why Artemis is surnamed Coccoca I could not discover.

  [8] ἔστι δὲ πρὸ τοῦ καλουμένου Θεηκολεῶνος οἴκημα: τούτου δὲ ἐν γωνίᾳ τοῦ οἰκήματος Πανὸς ἵδρυται βωμός. τὸ πρυτανεῖον δὲ Ἠλείοις ἔστι μὲν τῆς Ἄλτεως ἐντός, πεποίηται δὲ παρὰ τὴν ἔξοδον ἥ ἐστι τοῦ γυμνασίου πέραν: ἐν τούτῳ δὲ οἵ
τε δρόμοι τῷ γυμνασίῳ καὶ τοῖς ἀθληταῖς εἰσιν αἱ παλαῖστραι. τοῦ πρυτανείου δὲ πρὸ μὲν τῶν θυρῶν βωμός ἐστιν Ἀρτέμιδος Ἀγροτέρας:

  [15.8] Before what is called Theëcoleon is a building, in a corner of which has been set up an altar of Pan. The Town Hall of the Eleans is within the Altis, and it has been built beside the exit beyond the gymnasium. In this gymnasium are the running-tracks and the wrestling-grounds for the athletes. In front of the door of the Town Hall is an altar of Artemis Huntress.

  [9] ἐν δὲ αὐτῷ τῷ πρυτανείῳ παριόντων ἐς τὸ οἴκημα, ἔνθα σφίσιν ἡ ἑστία, Πανός ἐστιν ἐν δεξιᾷ τῆς ἐσόδου βωμός. ἔστι δὲ ἡ ἑστία τέφρας καὶ αὕτη πεποιημένη, καὶ ἐπ᾽ αὐτῆς πῦρ ἀνὰ πᾶσάν τε ἡμέραν καὶ ἐν πάσῃ νυκτὶ ὡσαύτως καίεται: ἀπὸ ταύτης τῆς ἑστίας τὴν τέφραν κατὰ τὰ εἰρημένα ἤδη μοι κομίζουσιν ἐπὶ τὸν τοῦ Ὀλυμπίου βωμόν, καὶ οὐχ ἥκιστα ἐς μέγεθος συντελεῖ τῷ βωμῷ τὸ ἀπὸ τῆς ἑστίας ἐπιφορούμενον.

  [15.9] In the Town Hall itself, on the right as you enter the room where they have the hearth, is an altar of Pan. This hearth too is made of ashes, and on it fire burns every day and likewise every night. The ashes from this hearth, according to the account I have already given, they bring to the altar of Olympian Zeus, and what is brought from the hearth contributes a great deal to the size of the altar.

 

‹ Prev