Delphi Complete Works of Pausanias

Home > Other > Delphi Complete Works of Pausanias > Page 345
Delphi Complete Works of Pausanias Page 345

by Pausanias


  Κρήτην, καὶ αὐτῷ τε ἀγάλματα Μίνῳ καὶ τοῦ Μίνω ταῖς θυγατράσιν ἐποίησε, καθότι καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐδήλωσε:

  [4.5] Daedalus belonged to the royal Athenian clan called the Metionidae, and he was rather famous among all men not only for his art but also for his wandering and his misfortunes. For he killed his sister’s son, and knowing the customs of his city he went into exile of his own accord to Minos in Crete. There he made images for Minos and for the daughters of Minos, as Homer sets forth in the Iliad

  [6] καταγνωσθεὶς δὲ ἀδικεῖν ὑπὸ τοῦ Μίνω καὶ ἐς δεσμωτήριον ὁμοῦ τῷ παιδὶ ἐμβληθεὶς ἐκδιδράσκει τε ἐκ Κρήτης καὶ ἐς Ἴνυκον Σικελῶν πόλιν ἀφικνεῖται παρὰ Κώκαλον, καὶ πολέμου παρέσχε τοῖς Σικελοῖς αἰτίαν πρὸς τοὺς Κρῆτας, ὅτι ἐξαιτοῦντος Μίνω μὴ πρόοιτο αὐτὸν ὁ Κώκαλος: καὶ ἐς τοσοῦτο ὑπὸ τοῦ Κωκάλου τῶν θυγατέρων ἐσπουδάσθη κατὰ τὴν τέχνην, ὡς καὶ θάνατον τῷ Μίνῳ βουλεῦσαι τὰς γυναῖκας ἐς χάριν Δαιδάλου.

  [4.6] but being condemned by Minos on some charge he was thrown into prison along with his son. He escaped from Crete and came to Cocalus at Inycus, a city of Sicily. Thereby he became the cause of war between Sicilians and Cretans, because when Minos demanded him back, Cocalus refused to give him up. He was so much admired by the daughters of Cocalus for his artistic skill that to please him these women actually plotted against Minos to put him to death.

  [7] δῆλά τε ὡς ἀνὰ πᾶσαν μὲν τὴν Σικελίαν, ἐπὶ πλεῖστον δὲ καὶ Ἰταλίας ἀφίκετο τοῦ Δαιδάλου τὸ ὄνομα. ὁ δὲ Σμῖλις, ὅτι μὴ παρὰ Σαμίους καὶ ἐς τὴν Ἠλείαν, παρ᾽ ἄλλους γε οὐδένας φανερός ἐστιν ἀποδημήσας: ἐς τούτους δὲ ἀφίκετο, καὶ τὸ ἄγαλμα ἐν Σάμῳ τῆς Ἥρας ὁ ποιήσας ἐστὶν οὗτος.

  [4.7] It is plain that the renown of Daedalus spread over all Sicily and even over the greater part of Italy. But as for Smilis, it is not clear that he visited any places save Samos and Elis. But to these he did travel, and he it was who made the image of Hera in Samos.

  CHIOS, MYTHICAL HISTORY

  [8] * * Ἴωνι δὲ τῷ ποιήσαντι τραγῳδίαν ἐστὶν ἐν τῇ συγγραφῇ τοιάδε εἰρημένα, Ποσειδῶνα ἐς τὴν νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφῃ τε ἐνταῦθα συγγενέσθαι καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν, καὶ ἀπὸ τούτου Ποσειδῶνα τῷ παιδὶ ὄνομα θέσθαι Χίον: συγγενέσθαι δὲ αὐτὸν καὶ ἑτέρᾳ νύμφῃ, καὶ γενέσθαι οἱ παῖδας Ἄγελόν τε καὶ Μέλανα: ἀνὰ χρόνον δὲ καὶ Οἰνοπίωνα ἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἕπεσθαι δέ οἱ καὶ τοὺς παῖδας Τάλον καὶ Εὐάνθην καὶ Μέλανα καὶ Σάλαγόν τε καὶ Ἀθάμαντα.

  [4.8] . . . Ion the tragic poet says in his history that Poseidon came to the island when it was uninhabited; that there he had intercourse with a nymph, and that when she was in her pains there was a fall of snow (chion), and that accordingly Poseidon called his son Chios. Ion also says that Poseidon had intercourse with another nymph, by whom he had Agelus and Melas; that in course of time Oenopion too sailed with a fleet from Crete to Chios, accompanied by his sons Talus, Euanthes, Melas, Salagus and Athamas.

  [9] ἀφίκοντο δὲ καὶ Κᾶρες ἐς τὴν νῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ Ἄβαντες ἐξ Εὐβοίας. Οἰνοπίωνος δὲ καὶ τῶν παίδων ἔλαβεν ὕστερον Ἄμφικλος τὴν ἀρχήν: ἀφίκετο δὲ ἐξ Ἱστιαίας ὁ Ἄμφικλος τῆς ἐν Εὐβοίᾳ κατὰ μάντευμα ἐκ Δελφῶν. Ἕκτωρ δὲ ἀπὸ Ἀμφίκλου τετάρτῃ γενεᾷ — βασιλείαν γὰρ ἔσχε καὶ οὗτος — ἐπολέμησεν Ἀβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῇ νήσῳ, καὶ τοὺς μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασεν ὑποσπόνδους.

  [4.9] Carians too came to the island, in the reign of Oenopion, and Abantes from Euboea. Oenopion and his sons were succeeded by Amphiclus, who because of an oracle from Delphi came from Histiaea in Euboea. Three generations from Amphiclus, Hector, who also had made himself king, made war on those Abantes and Carians who lived in the island, slew some in battle, and forced others to surrender and depart.

  [10] γενομένης δὲ ἀπαλλαγῆς πολέμου Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐς μνήμην Ἕκτορι ὡς σφᾶς καὶ Ἴωσι δέοι συνθύειν ἐς Πανιώνιον: τρίποδα δὲ ἆθλον λαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίᾳ παρὰ τοῦ κοινοῦ φησι τοῦ Ἰώνων. τοσαῦτα εἰρηκότα ἐς Χίους Ἴωνα εὕρισκον: οὐ μέντοι ἐκεῖνό γε εἴρηκε, καθ᾽ ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐς Ἴωνας.

  [4.10] When the Chians were rid of war, it occurred to Hector that they ought to unite with the Ionians in sacrificing at Panionium. It is said that the Ionian confederacy gave him a tripod as a prize for valor. Such was the account of the Chians that I found given by Ion. However, he gives no reason why the Chians are classed with the Ionians.

  COLONIZATION OF SMYRNA, HISTORY

  5. Σμύρναν δὲ ἐν ταῖς δώδεκα πόλεσιν οὖσαν Αἰολέων καὶ οἰκουμένην τῆς χώρας, καθ᾽ ἃ καὶ ἐς ἐμὲ ἔτι πόλιν ἣν καλοῦσιν ἀρχαίαν, Ἴωνες ἐκ Κολοφῶνος ὁρμηθέντες ἀφελόμενοι τοὺς Αἰολεῖς ἔσχον: χρόνῳ δὲ ὕστερον καὶ Ἴωνες μετέδοσαν Σμυρναίοις τοῦ ἐν Πανιωνίῳ συλλόγου. Ἀλέξανδρος δὲ ὁ Φιλίππου τῆς ἐφ᾽ ἡμῶν πόλεως ἐγένετο οἰκιστὴς κατ᾽ ὄψιν ὀνείρατος:

  [5.1] V. Smyrna, one of the twelve Aeolian cities, built on that site which even now they call the old city, was seized by Ionians who set out from Colophon and displaced the Aeolians; subsequently, however, the Ionians allowed the Smyrnaeans to take their place in the general assembly at Panionium. The modern city was founded by Alexander, the son of Philip, in accordance with a vision in a dream.

  [2] Ἀλέξανδρον γὰρ θηρεύοντα ἐν τῷ ὄρει τῷ Πάγῳ, ὡς ἐγένετο ἀπὸ τῆς θήρας, ἀφικέσθαι πρὸς Νεμέσεων λέγουσιν ἱερόν, καὶ πηγῇ τε ἐπιτυχεῖν αὐτὸν καὶ πλατάνῳ πρὸ τοῦ ἱεροῦ, πεφυκυίᾳ δὲ ἐπὶ τοῦ ὕδατος. καὶ ὑπὸ τῇ πλατάνῳ καθεύδοντι κελεύειν φασὶν αὐτῷ τὰς Νεμέσεις ἐπιφανείσας πόλιν ἐνταῦθα οἰκίζειν καὶ ἄγειν ἐς αὐτὴν Σμυρναίους ἀναστήσαντα ἐκ τῆς προτέρας:

  [5.2] It is said that Alexander was hunting on Mount Pagus, and that after the hunt was over he came to a sanctuary of the Nemeses, and found there a spring and a plane-tree in front of the sanctuary, growing over the water. While he slept under the plane-tree it is said that the Nemeses appeared and bade him found a city there and to remove into it the Smyrnaeans from the old city.

&nb
sp; [3] ἀποστέλλουσιν οὖν ἐς Κλάρον θεωροὺς οἱ Σμυρναῖοι περὶ τῶν παρόντων σφίσιν ἐρησομένους, καὶ αὐτοῖς ἔχρησεν ὁ θεός:”τρὶς μάκαρες κεῖνοι καὶ τετράκις ἄνδρες ἔσονται,

  οἳ Πάγον οἰκήσουσι πέρην ἱεροῖο Μέλητος.

  “οὕτω μετῳκίσαντο ἐθελονταὶ καὶ δύο Νεμέσεις νομίζουσιν ἀντὶ μιᾶς καὶ μητέρα αὐταῖς φασιν εἶναι Νύκτα, ἐπεὶ Ἀθηναῖοί γε τῇ ἐν Ῥαμνοῦντι θεῷ πατέρα λέγουσιν εἶναι Ὠκεανόν.

  [5.3] So the Smyrnaeans sent ambassadors to Clarus to make inquiries about the circumstance, and the god made answer:–

  Thrice, yes, four times blest will those men be

  Who shall dwell in Pagus beyond the sacred Meles.

  So they migrated of their own free will, and believe now in two Nemeses instead of one, saying that their mother is Night, while the Athenians say that the father of the goddess in Rhamnus is Ocean.

  COLONIES OF IONIA

  [4] Ἴωσι δὲ ἔχει μὲν ἐπιτηδειότατα ὡρῶν κράσεως ἡ χώρα, ἔχει δὲ καὶ ἱερὰ οἷα οὐχ ἑτέρωθι, πρῶτον μὲν τὸ τῆς Ἐφεσίας μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῷ ἄλλῳ πλούτῳ, δύο δὲ οὐκ ἐξειργασμένα Ἀπόλλωνος, τό τε ἐν Βραγχίδαις τῆς Μιλησίας καὶ ἐν Κλάρῳ τῇ Κολοφωνίων. δύο δὲ ἄλλους ἐν Ἰωνίᾳ ναοὺς ἐπέλαβεν ὑπὸ Περσῶν κατακαυθῆναι, τόν τε ἐν Σάμῳ τῆς Ἥρας καὶ ἐν Φωκαίᾳ τῆς Ἀθηνᾶς: θαῦμα δὲ ὅμως ἦσαν καὶ ὑπὸ τοῦ πυρὸς λελυμασμένοι.

  [5.4] The land of the Ionians has the finest possible climate, and sanctuaries such as are to be found nowhere else. First because of its size and wealth is that of the Ephesian goddess, and then come two unfinished sanctuaries of Apollo, the one in Branchidae, in Milesian territory, and the one at Clarus in the land of the Colophonians. Besides these, two temples in Ionia were burnt down by the Persians, the one of Hera in Samos and that of Athena at Phocaea. Damaged though they are by fire, I found them a wonder.

  [5] ἡσθείης δ᾽ ἂν καὶ τῷ ἐν Ἐρυθραῖς Ἡρακλείῳ καὶ Ἀθηνᾶς τῷ ἐν Πριήνῃ ναῷ, τούτῳ μὲν τοῦ ἀγάλματος ἕνεκα, Ἡρακλείῳ δὲ τῷ ἐν Ἐρυθραῖς κατὰ ἀρχαιότητα: τὸ δὲ ἄγαλμα οὔτε τοῖς καλουμένοις Αἰγιναίοις οὔτε τῶν Ἀττικῶν τοῖς ἀρχαιοτάτοις ἐμφερές, εἰ δέ τι καὶ ἄλλο, ἀκριβῶς ἐστιν Αἰγύπτιον. σχεδία γὰρ ἦν ξύλων, καὶ ἐπ᾽ αὐτῇ ὁ θεὸς ἐκ Τύρου τῆς Φοινίκης ἐξέπλευσε: καθ᾽ ἥντινα δὲ αἰτίαν, οὐδὲ αὐτοὶ τοῦτο οἱ Ἐρυθραῖοι λέγουσιν.

  [5.5] You would be delighted too with the sanctuary of Heracles at Erythrae and with the temple of Athena at Priene, the latter because of its image and the former on account of its age. The image is like neither the Aeginetan, as they are called, nor yet the most ancient Attic images; it is absolutely Egyptian, if ever there was such. There was a wooden raft, on which the god set out from Tyre in Phoenicia. The reason for this we are not told even by the Erythraeans themselves.

  [6] ὡς δὲ ἐς τὴν θάλασσαν ἀφίκετο ἡ σχεδία τὴν Ἰώνων, φασὶν αὐτὴν ὁρμίσασθαι πρὸς ἄκρᾳ καλουμένῃ Μεσάτῃ: ἡ δὲ ἔστι μὲν τῆς ἠπείρου, τοῖς δὲ ἐκ τοῦ Ἐρυθραίων λιμένος ἐς νῆσον τὴν Χίων πλέουσι τοῦτό ἐστι μεσαίτατον. ἐπεὶ δὲ ἡ σχεδία κατὰ τὴν ἄκραν ἔσχεν, ἐνταῦθα πολὺν μὲν οἱ Ἐρυθραῖοι πόνον, οὐκ ἐλάσσονα δὲ ἔσχον οἱ Χῖοι ποιούμενοι σπουδὴν παρὰ σφᾶς καταγαγεῖν ἑκάτεροι τὸ ἄγαλμα:

  [5.6] They say that when the raft reached the Ionian sea it came to rest at the cape called Mesate (Middle) which is on the mainland, just midway between the harbor of the Erythraeans and the island of Chios. When the raft rested off the cape the Erythraeans made great efforts, and the Chians no less, both being keen to land the image on their own shores.

  [7] τέλος δὲ Ἐρυθραῖος ἄνθρωπος, ᾧ βίος μὲν ἦν ἀπὸ θαλάσσης γεγονὼς καὶ ἄγρας ἰχθύων, διέφθαρτο δὲ ὑπὸ νόσου τοὺς ὀφθαλμούς, ὄνομα δέ οἱ Φορμίων ἦν, οὗτος ὁ ἁλιεὺς εἶδεν ὄψιν ὀνείρατος ὡς τὰς Ἐρυθραίων γυναῖκας ἀποκείρασθαι δέοι τὰς κόμας καὶ οὕτω τοὺς ἄνδρας πλεξαμένους κάλον ἐκ τῶν τριχῶν τὴν σχεδίαν παρὰ σφᾶς κατάξειν. αἱ μὲν δὴ ἀσταὶ τῶν γυναικῶν οὐδαμῶς ὑπακούειν τῷ ὀνείρατι ἐβούλοντο:

  [5.7] At last a man of Erythrae (his name was Phormio) who gained a living by the sea and by catching fish, but had lost his sight through disease, saw a vision in a dream to the effect that the women of Erythrae must cut off their locks, and in this way the men would, with a rope woven from the hair, tow the raft to their shores. The women of the citizens absolutely refused to obey the dream;

  [8] ὁπόσαι δὲ τοῦ Θρᾳκίου γένους ἐδούλευον καὶ οὔσαις σφίσιν ἐλευθέραις ἦν ἐνταῦθα βίος, ἀποκεῖραι παρέχουσιν αὑτάς: καὶ οὕτως οἱ Ἐρυθραῖοι τὴν σχεδίαν καθέλκουσιν. ἔσοδός τε δὴ ταῖς Θρᾴσσαις ἐς τὸ Ἡράκλειόν ἐστι γυναικῶν μόναις, καὶ τὸ καλῴδιον τὸ ἐκ τῶν τριχῶν καὶ ἐς ἐμὲ ἔτι οἱ ἐπιχώριοι φυλάσσουσι: καὶ δὴ καὶ τὸν ἁλιέα οἱ αὐτοὶ οὗτοι ἀναβλέψαι τε καὶ ὁρᾶν τὸ λοιπὸν τοῦ βίου φασίν.

  [5.8] but the Thracian women, both the slaves and the free who lived there, offered themselves to be shorn. And so the men of Erythrae towed the raft ashore. Accordingly no women except Thracian women are allowed within the sanctuary of Heracles, and the hair rope is still kept by the natives. The same people say that the fisherman recovered his sight and retained it for the rest of his life.

  [9] ἔστι δὲ ἐν Ἐρυθραῖς καὶ Ἀθηνᾶς Πολιάδος ναὸς καὶ ἄγαλμα ξύλου μεγέθει μέγα καθήμενόν τε ἐπὶ θρόνου καὶ ἠλακάτην ἐν ἑκατέρᾳ τῶν χειρῶν ἔχει καὶ ἐπὶ τῆς κεφαλῆς πόλον: τοῦτο Ἐνδοίου τέχνην καὶ ἄλλοις ἐτεκμαιρόμεθα εἶναι καὶ ἐς τὴν ἐργασίαν ὁρῶντες ἔνδον τοῦ ἀγάλματος καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς Χάρισί τε καὶ Ὥραις, αἳ πρὶν ἐσελθεῖν ἑστήκασιν ἐν ὑπαίθρῳ λίθου λευκοῦ. ἐποιήθη δὲ καὶ κατ᾽ ἐμὲ Σμυρναίοις ἱερὸν Ἀσκληπιοῦ μεταξὺ Κορυφῆς τε ὄρους καὶ θαλάσσης ἀμιγοῦς ὕδατι ἀλλοίῳ.

  [5.9] There is also in Erythrae a temple of Athena Polias and a huge wooden image of her sitting on a throne; she holds a distaff in either hand and wears a firmament on her head. That this image is the work of Endoeus we inferred, among other signs, from the workmanship, and especially from the white marble images of Graces and Seasons that stand in the open before the entrance. A sanctuary too of Asclepius was made by the Smy
rnaeans in my time between Mount Coryphe and a sea into which no other water flows.

  [10] ἡ δὲ Ἰωνία παρὲξ τῶν τε ἱερῶν καὶ τῆς τοῦ ἀέρος κράσεως παρέχεται καὶ ἄλλα ἐς συγγραφήν, ἡ μέν γε Ἐφεσία χώρα τόν τε Κέγχριον ποταμὸν καὶ τοῦ Πίονος τοῦ ὄρους τὴν φύσιν καὶ πηγὴν τὴν Ἁλιταίαν: ἐν δὲ τῇ Μιλησίᾳ πηγή τέ ἐστι Βιβλὶς καὶ ὅσα ἐς τῆς Βιβλίδος τὸν ἔρωτα ᾁδουσιν: ἐν δὲ τῇ Κολοφωνίων ἄλσος τε τοῦ Ἀπόλλωνος, δένδρα μελίαι, καὶ οὐ πόρρω τοῦ ἄλσους Ἄλης ποταμὸς ψυχρότατος τῶν ἐν Ἰωνίᾳ.

  [5.10] Ionia has other things to record besides its sanctuaries and its climate. There is, for instance, in the land of the Ephesians the river Cenchrius, the strange mountain of Pion and the spring Halitaea. The land of Miletus has the spring Biblis, of whose love the poets have sung. In the land of Colophon is the grove of Apollo, of ash-trees, and not far from the grove is the river Ales, the coldest river in Ionia.

  [11] Λεβεδίοις δὲ τὰ λουτρὰ ἐν τῇ γῇ θαῦμα ἀνθρώποις ὁμοῦ καὶ ὠφέλεια γίνεται: ἔστι δὲ καὶ Τηίοις ἐπὶ τῇ ἄκρᾳ λουτρὰ τῇ Μακρίᾳ, τὰ μὲν ἐπὶ τῷ κλύδωνι ἐν πέτρας χηραμῷ, τὰ δὲ καὶ ἐς ἐπίδειξιν πλούτου πεποιημένα. Κλαζομενίοις δὲ λουτρά ἐστιν — ἐν δὲ αὐτοῖς Ἀγαμέμνων ἔχει τιμάς — καὶ ἄντρον μητρός σφισι Πύρρου καλούμενον, καὶ λόγον ἐπὶ τῷ Πύρρῳ λέγουσι τῷ ποιμένι:

 

‹ Prev