by Pausanias
[22.3] The modern city contains none of these sanctuaries, but I found the following notable things. In the Stymphalian territory is a spring, from which the emperor Hadrian brought water to Corinth. In winter the spring makes a small lake in Stymphalus, and the river Stymphalus issues from the lake; in summer there is no lake, but the river comes straight from the spring. This river descends into a chasm in the earth, and reappearing once more in Argolis it changes its name, and is called Erasinus instead of Stymphalus.
[4] ἐπὶ δὲ τῷ ὕδατι τῷ ἐν Στυμφάλῳ κατέχει λόγος ὄρνιθάς ποτε ἀνδροφάγους ἐπ᾽ αὐτῷ τραφῆναι: ταύτας κατατοξεῦσαι τὰς ὄρνιθας Ἡρακλῆς λέγεται. Πείσανδρος δὲ αὐτὸν ὁ Καμιρεὺς ἀποκτεῖναι τὰς ὄρνιθας οὔ φησιν, ἀλλὰ ὡς ψόφῳ κροτάλων ἐκδιώξειεν αὐτάς. γῆς δὲ τῆς Ἀράβων ἡ ἔρημος παρέχεται καὶ ἄλλα θηρία καὶ ὄρνιθας καλουμένας Στυμφαλίδας, λεόντων καὶ παρδάλεων οὐδέν τι ἡμερωτέρας ἀνθρώποις:
[22.4] There is a story current about the water of the Stymphalus, that at one time man-eating birds bred on it, which Heracles is said to have shot down. Peisander of Camira, however, says that Heracles did not kill the birds, but drove them away with the noise of rattles. The Arabian desert breeds among other wild creatures birds called Stymphalian, which are quite as savage against men as lions or leopards.
[5] αὗται τοῖς ἐπὶ ἄγραν αὐτῶν ἀφικνουμένοις ἐπιπέτανται, καὶ τιτρώσκουσί τε τοῖς ῥάμφεσι καὶ ἀποκτείνουσιν. ὅσα μὲν δὴ χαλκοῦ καὶ σιδήρου φοροῦσιν ἄνθρωποι, διατρυπῶσιν αἱ ὄρνιθες: ἢν δὲ ἐσθῆτα φλοΐνην παχεῖαν πλέξωνται, τὰ ῥάμφη τῶν Στυμφαλίδων ὑπὸ τῆς ἐσθῆτος ἔχεται τῆς φλοΐνης, καθὰ καὶ πτέρυγες ὀρνίθων τῶν μικρῶν προσέχονται τῷ ἰξῷ. αὗται μέγεθος μὲν κατὰ γέρανόν εἰσιν αἱ ὄρνιθες, ἐοίκασι δὲ ἴβεσι, ῥάμφη δὲ ἀλκιμώτερα φέρουσι καὶ οὐ σκολιὰ ὥσπερ αἱ ἴβεις.
[22.5] These fly against those who come to hunt them, wounding and killing them with their beaks. All armour of bronze or iron that men wear is pierced by the birds; but if they weave a garment of thick cork, the beaks of the Stymphalian birds are caught in the cork garment, just as the wings of small birds stick in bird-lime. These birds are of the size of a crane, and are like the ibis, but their beaks are more powerful, and not crooked like that of the ibis.
[6] εἰ μὲν δὴ καὶ αἱ κατ᾽ ἐμὲ ὄρνιθες αἱ Ἀράβιοι τῶν ἐν Ἀρκαδίᾳ ποτὲ ὀρνίθων τὸ ὄνομα, εἶδος δὲ οὐ τὸ αὐτὸ ἐκείναις ἔχουσιν, οὐκ οἶδα: εἰ δὲ τὸν πάντα αἰῶνα κατὰ τὰ αὐτὰ ἱέραξι καὶ ἀετοῖς καὶ Στυμφαλίδες εἰσὶν ὄρνιθες, Ἀράβιόν τε εἶναί μοι θρέμμα αἱ ὄρνιθες αὗται φαίνονται, καὶ δύναιτο ἂν πετομένη ποτὲ ἀπόμοιρα ἐξ αὐτῶν ἐς Ἀρκαδίαν ἀφικέσθαι ἐπὶ Στύμφαλον. ὑπὸ μὲν δὴ τῶν Ἀράβων ἄλλο τί που ἐξ ἀρχῆς καλοῖντο ἂν καὶ οὐ Στυμφαλίδες: τοῦ Ἡρακλέους δὲ ἡ δόξα καὶ τὸ Ἑλληνικὸν πρὸ τοῦ βαρβαρικοῦ τετιμημένον ἐξενίκησεν ὡς καὶ τὰς ἐν τῇ ἐρήμῳ τῇ Ἀράβων Στυμφαλίδας καὶ ἐπὶ ἡμῶν ὀνομάζεσθαι.
[22.6] Whether the modern Arabian birds with the same name as the old Arcadian birds are also of the same breed, I do not know. But if there have been from all time Stymphalian birds, just as there have been hawks and eagles, I should call these birds of Arabian origin, and a section of them might have flown on some occasion to Arcadia and reached Stymphalus. Originally they would be called by the Arabians, not Stymphalian, but by another name. But the fame of Heracles, and the superiority of the Greek over the foreigner, has resulted in the birds of the Arabian desert being called Stymphalian even in modern times.
[7] ἐν Στυμφάλῳ δὲ καὶ ἱερὸν Ἀρτέμιδός ἐστιν ἀρχαῖον Στυμφαλίας: τὸ δὲ ἄγαλμα ξόανόν ἐστι τὰ πολλὰ ἐπίχρυσον. πρὸς δὲ τοῦ ναοῦ τῷ ὀρόφῳ πεποιημέναι καὶ οἱ Στυμφαλίδες εἰσὶν ὄρνιθες: σαφῶς μὲν οὖν χαλεπὸν ἦν διαγνῶναι πότερον ξύλου ποίημα ἦν ἢ γύψου, τεκμαιρομένοις δὲ ἡμῖν ἐφαίνετο εἶναι ξύλου μᾶλλον ἢ γύψου. εἰσὶ δὲ αὐτόθι καὶ παρθένοι λίθου λευκοῦ, σκέλη δέ σφισίν ἐστιν ὀρνίθων, ἑστᾶσι δὲ ὄπισθε τοῦ ναοῦ.
[22.7] In Stymphalus there is also an old sanctuary of Stymphalian Artemis, the image being of wood, for the most part gilded. Near the roof of the temple have been carved, among other things, the Stymphalian birds. Now it was difficult to discern clearly whether the carving was in wood or in gypsum, but such evidence as I had led me to conclude that it was not of gypsum but of wood. There are here also maidens of white marble, with the legs of birds, and they stand behind the temple.
[8] λέγεται δὲ καὶ ἐφ᾽ ἡμῶν γενέσθαι θαῦμα τοιόνδε. ἐν Στυμφάλῳ τῆς Ἀρτέμιδος τῆς Στυμφαλίας τὴν ἑορτὴν κατά τε ἄλλα ἦγον οὐ σπουδῇ καὶ τὰ ἐς αὐτὴν καθεστηκότα ὑπερέβαινον τὰ πολλά. ἐσπεσοῦσα οὖν ὕλη κατὰ τοῦ βαράθρου τὸ στόμα, ᾗ κάτεισιν ὁ ποταμός ὅς ἐστιν ὁ Στύμφαλος, ἀνεῖργε μὴ καταδύεσθαι τὸ ὕδωρ, λίμνην τε ὅσον ἐπὶ τετρακοσίους σταδίους τὸ πεδίον σφίσι γενέσθαι λέγουσι.
[22.8] Even in our own day the following miracle is said to have occurred. The festival of Stymphalian Artemis at Stymphalus was carelessly celebrated, and its established ritual in great part transgressed. Now a log fell into the mouth of the chasm into which the river descends, and so prevented the water from draining away, and (so it is said) the plain became a lake for a distance of four hundred stades.
[9] φασὶ δὲ ἕπεσθαι θηρευτὴν ἄνδρα ἐλάφῳ φευγούσῃ, καὶ τὴν μὲν ἐς τὸ τέλμα ἵεσθαι, τὸν δὲ ἄνδρα τὸν θηρευτὴν ἐπακολουθοῦντα ὑπὸ τοῦ θυμοῦ κατόπιν τῆς ἐλάφου νήχεσθαι: καὶ οὕτω τὸ βάραθρον τήν τε ἔλαφον καὶ ἐπ᾽ αὐτῇ τὸν ἄνδρα ὑπεδέξατο. τούτοις δὲ τοῦ ποταμοῦ τὸ ὕδωρ ἐπακολουθῆσαί φασιν, ὥστε ἐς ἡμέραν Στυμφαλίοις ἐξήραντο ἅπαν τοῦ πεδίου τὸ λιμνάζον: καὶ ἀπὸ τούτου τῇ Ἀρτέμιδι τὴν ἑορτὴν φιλοτιμίᾳ πλέονι ἄγουσι.
[22.9] They also say that a hunter chased a deer, which fled and plunged into the marsh, followed by the hunter, who, in the excitement of the hunt, swam after the deer. So the chasm swallowed up both the deer and her pursuer. They are said to have been followed by the water of the river, so that by the next day the whole of the water was dried up that flooded the Stymphalian plain. Hereafter they put greater zeal into the festival in honor of Artemis.
ALEA
23. μετὰ δὲ Στύμφαλόν ἐστιν Ἀλέα, συνεδρίου μὲν τοῦ Ἀργολικοῦ μετέχουσα καὶ
αὕτη, Ἄλεον δὲ τὸν Ἀφείδαντος γενέσθαι σφίσιν ἀποφαίνουσιν οἰκιστήν. θεῶν δὲ ἱερὰ αὐτόθι Ἀρτέμιδός ἐστιν Ἐφεσίας καὶ Ἀθηνᾶς Ἀλέας, καὶ Διονύσου ναὸς καὶ ἄγαλμα. τούτῳ παρὰ ἔτος Σκιέρεια ἑορτὴν ἄγουσι, καὶ ἐν Διονύσου τῇ ἑορτῇ κατὰ μάντευμα ἐκ Δελφῶν μαστιγοῦνται γυναῖκες, καθὰ καὶ οἱ Σπαρτιατῶν ἔφηβοι παρὰ τῇ Ὀρθίᾳ.
[23.1] XXIII. After Stymphalus comes Alea, which too belongs to the Argive federation, and its citizens point to Aleus, the son of Apheidas, as their founder. The sanctuaries of the gods here are those of Ephesian Artemis and Athena Alea, and there is a temple of Dionysus with an image. In honor of Dionysus they celebrate every other year a festival called Sciereia, and at this festival, in obedience to a response from Delphi, women are flogged, just as the Spartan lads are flogged at the image of the Orthian goddess.
[2] ἐδήλωσα δὲ ἐν τῷ λόγῳ τῷ ἐς Ὀρχομενίους ὡς πρῶτα μὲν παρὰ τὴν χαράδραν ἐστὶν ἡ εὐθεῖα, τὸ ἀπὸ τούτου δὲ ἐν ἀριστερᾷ τοῦ ὕδατος τοῦ λιμνάζοντος. ἐν δὲ τῷ πεδίῳ τῷ Καφυῶν πεποίηται γῆς χῶμα, δι᾽ οὗ ἀπείργεται τὸ ὕδωρ τὸ ἐκ τῆς Ὀρχομενίας μὴ εἶναι Καφυεῦσιν βλάβος τῇ ἐνεργῷ. κατὰ δὲ τὸ ἐντὸς τοῦ χώματος παρέξεισιν ὕδωρ ἄλλο, πλήθει μὲν ὅσον τε εἶναι ποταμόν, κατερχόμενον δὲ ἐς χάσμα γῆς ἄνεισιν αὖθις παρὰ Νάσους καλουμένας: τὸ δὲ χωρίον ἔνθα ἄνεισιν ὀνομάζεται Ῥεῦνος: ἀνατείλαντος δὲ ἐνταῦθα, τὸ ὕδωρ τὸ ἀπὸ τούτου παρέχεται ποταμὸν ἀέναον Τράγον.
[23.2] In my account of Orchomenus, I explained how the straight road runs at first beside the gully, and afterwards to the left of the flood water. On the plain of Caphyae has been made a dyke of earth, which prevents the water from the Orchomenian territory from doing harm to the tilled land of Caphyae. Inside the dyke flows along another stream, in size big enough to be called a river, and descending into a chasm of the earth it rises again at Nasi, as it is called. The place where it reappears is called Rheunus; the stream having risen here, hereafter the water forms an ever-flowing river, the Tagus.
[3] τὸ δὲ ὄνομά ἐστι μὲν δῆλον ἀπὸ Κηφέως τοῦ Ἀλέου τῇ πόλει γεγονός, ὀνομάζεσθαι δὲ αὐτὴν φωνῇ τῇ Ἀρκάδων Καφυὰς ἐκνενίκηκε. φασὶ δὲ οἱ Καφυεῖς τὰ ἄνωθεν ἐκ τῆς Ἀττικῆς εἶναι χώρας, ἐκβληθέντες δὲ ὑπὸ Αἰγέως ἐξ Ἀθηνῶν ἐς Ἀρκαδίαν φυγεῖν καὶ ἱκέται γενόμενοι Κηφέως οἰκῆσαι ἐνταῦθα. τὸ μὲν δὴ πόλισμα ἐπὶ τοῦ πεδίου τῷ πέρατι ὀρῶν οὐκ ἄγαν ὑψηλῶν παρὰ τοῖς ποσίν ἐστι: Καφυάταις δὲ ἱερὰ θεῶν Ποσειδῶνός ἐστι καὶ ἐπίκλησιν Κνακαλησίας Ἀρτέμιδος.
[23.3] The name of the city is clearly derived from Cepheus, the son of Aleus, but its form in the Arcadian dialect, Caphyae, is the one that has survived. The inhabitants say that originally they were from Attica, but on being expelled from Athens by Aegeus they fled to Arcadia, threw themselves on the mercy of Cepheus, and found a home in the country. The town is on the border of the plain at the foot of some inconsiderable mountains. The Caphyatans have a sanctuary of the god Poseidon, and one of the goddess Artemis, surnamed Cnacalesia.
[4] ἔστι δὲ αὐτοῖς καὶ ὄρος Κνάκαλος, ἔνθα ἐπέτειον τελετὴν ἄγουσι τῇ Ἀρτέμιδι. ὀλίγον δὲ ὑπὲρ τὴν πόλιν πηγή τέ ἐστι καὶ ἐπὶ τῇ πηγῇ πλάτανος μεγάλη καὶ εὐειδὴς πέφυκε: καλοῦσι δὲ αὐτὴν Μενελαΐδα, Μενέλαον γὰρ στρατὸν ἀθροίζοντα ἐς Τροίαν ἀφικέσθαι τε ἐνταῦθα καὶ ἐπὶ τῇ πηγῇ τὴν πλάτανον φυτεῦσαι λέγοντες: ἐφ᾽ ἡμῶν δὲ καὶ τὴν πηγὴν κατὰ ταὐτὰ τῇ πλατάνῳ καλοῦσι Μενελαΐδα.
[23.4] They have also a mountain called Cnacalus, where every year they celebrate mysteries in honor of their Artemis. A little beyond the city is a spring, and by the spring grows a large and beautiful plane tree. They call it Menelais, saying that the plane was planted by the spring by Menelaus, who came to the spot when he was collecting his army against Troy. To-day they give the name Menelais to the spring as well as to the plane.
[5] εἰ δὲ Ἑλλήνων τοῖς λόγοις ἑπόμενον καταριθμήσασθαι δεῖ με ὁπόσα δένδρα σῶα ἔτι καὶ τεθηλότα λείπεται, πρεσβύτατον μὲν ἡ λύγος ἐστὶν αὐτῶν ἡ ἐν τῷ Σαμίων πεφυκυῖα ἱερῷ Ἥρας, μετὰ δὲ αὐτὴν ἡ ἐν Δωδώνῃ δρῦς καὶ ἐλαία τε ἡ ἐν ἀκροπόλει καὶ ἡ παρὰ Δηλίοις: τρίτα δὲ ἕνεκα ἀρχαιότητος νέμοιεν ἂν τῇ δάφνῃ τῇ παρὰ σφίσιν οἱ Σύροι: τῶν δὲ ἄλλων ἡ πλάτανός ἐστιν αὕτη παλαιότατον.
[23.5] If I am to base my calculations on the accounts of the Greeks in fixing the relative ages of such trees as are still preserved and flourish, the oldest of them is the withy growing in the Samian sanctuary of Hera, after which come the oak in Dodona, the olive on the Acropolis and the olive in Delos. The third place in respect of age the Syrians would assign to the bay-tree they have in their country. Of the others this plane-tree is the oldest.
CONDYLEA
[6] Καφυῶν δὲ ἀφέστηκεν ὅσον στάδιον Κονδυλέα χωρίον, καὶ Ἀρτέμιδος ἄλσος καὶ ναός ἐστιν ἐνταῦθα καλουμένης Κονδυλεάτιδος τὸ ἀρχαῖον: μετονομασθῆναι δὲ ἐπὶ αἰτίᾳ τὴν θεόν φασι τοιαύτῃ. παιδία περὶ τὸ ἱερὸν παίζοντα — ἀριθμὸν δὲ αὐτῶν οὐ μνημονεύουσιν — ἐπέτυχε καλῳδίῳ, δήσαντα δὲ τὸ καλῴδιον τοῦ ἀγάλματος περὶ τὸν τράχηλον ἐπέλεγεν ὡς ἀπάγχοιτο ἡ Ἄρτεμις.
[23.6] About a stade distant from Caphyae is a place called Condylea, where there are a grove and a temple of Artemis called of old Condyleatis. They say that the name of the goddess was changed for the following reason. Some children, the number of whom is not recorded, while playing about the sanctuary found a rope, and tying it round the neck of the image said that Artemis was being strangled.
[7] φωράσαντες δὲ οἱ Καφυεῖς τὰ ποιηθέντα ὑπὸ τῶν παιδίων καταλεύουσιν αὐτά: καί σφισι ταῦτα ἐργασαμένοις ἐσέπεσεν ἐς τὰς γυναῖκας νόσος, τὰ ἐν τῇ γαστρὶ πρὸ τοκετοῦ τεθνεῶτα ἐκβάλλεσθαι, ἐς ὃ ἡ Πυθία θάψαι τε τὰ παιδία ἀνεῖπε καὶ ἐναγίζειν αὐτοῖς κατὰ ἔτος: ἀποθανεῖν γὰρ αὐτὰ οὐ σὺν δίκῃ. Καφυεῖς δὲ ποιοῦσι τά τε ἄλλα ἔτι καὶ νῦν κατ᾽ ἐκεῖνο τὸ μάντευμα καὶ τὴν ἐν ταῖς Κονδυλέαις θεὸν — προσεῖναι γὰρ καὶ τόδε ἔτι τῷ χρησμῷ φασι — καλοῦσιν Ἀπαγχομένην ἐξ ἐκείνου.
[23.7] The Caphyans, detecting what the children had done, stoned the
m to death. When they had done this, a malady befell their women, whose babies were stillborn, until the Pythian priestess bade them bury the children, and sacrifice to them every year as sacrifice is made to heroes, because they had been wrongly put to death. The Caphyans still obey this oracle, and call the goddess at Condyleae, as they say the oracle also bade them, the Strangled Lady from that day to this.
ROAD TO PSOPHIS
[8] ἀνελθὼν δὲ ἐκ Καφυῶν ὅσον σταδίους ἑπτὰ ἐπὶ Νάσους καλουμένας καταβήσῃ: πεντήκοντα δὲ προελθόντι αὐτόθεν σταδίους ἐστὶν ὁ Λάδων. διαβήσῃ τε δὴ τὸν ποταμὸν καὶ ἐπὶ δρυμὸν ἀφίξῃ Σόρωνα διά τε Ἀργεαθῶν καὶ Λυκούντων καλουμένων καὶ Σκοτάνης.
[23.8] Going up about seven stades from Caphyae you will go down to what is called Nasi. Fifty stades farther on is the Ladon. You will then cross the river and reach a grove called Soron, passing through Argeathae, Lycuntes, as it is called, and Scotane. Now the road to Psophis passes by way of Soron,
[9] ἄγει μὲν δὴ ὁ Σόρων τὴν ἐπὶ Ψωφῖδος: θηρία δὲ οὗτός τε καὶ ὅσοι δρυμοὶ τοῖς Ἀρκάσιν εἰσὶν ἄλλοι παρέχονται τοσάδε, ἀγρίους ὗς καὶ ἄρκτους καὶ χελώνας μεγίστας μεγέθει: λύρας ἂν ποιήσαιο ἐξ αὐτῶν χελώνης Ἰνδικῆς λύρᾳ παρισουμένας. τοῦ Σόρωνος δὲ πρὸς τοῖς πέρασιν ἔστι μὲν Πάου κώμης ἐρείπια, εἰσὶ δὲ οὐ πολὺ ἀπωτέρω αἱ καλούμεναι Σεῖραι: ὅροι δὲ Κλειτορίοις τῆς χώρας πρὸς Ψωφιδίους εἰσὶν αἱ Σεῖραι.