by Pausanias
[1.8] The commander of their cavalry was Daiphantes of Hyampolis, of their infantry Rhoeus of Ambrossus. But the office of commander-in-chief was held by Tellias, a seer of Elis, upon whom rested all the Phocians’ hopes of salvation.
[9] ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα τοῖς Φωκεῦσιν ἐγίνετο ἐν ὀφθαλμοῖς τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα, τήν τε σωτηρίαν οὐκ ἐν βεβαίῳ σφίσιν ἑώρων σαλεύουσαν καὶ τούτων ἕνεκα ἐς παντοῖα ἀφικνοῦντο τολμήματα: προσγενομένου δὲ καὶ τοῦ ἐκ θεῶν εὐμενοῦς νίκην τῶν τότε ἀνείλοντο ἐπιφανεστάτην.
[1.9] When the battle joined, the Phocians had before their eyes what they had resolved to do to their women and children, and seeing that their own salvation trembled in the balance, they dared the most desperate deeds, and, with the favour of heaven, achieved the most famous victory of that time.
[10] τό τε λόγιον τὸ γεγενημένον τοῖς Φωκεῦσι παρὰ τοῦ Ἀπόλλωνος καὶ τοῖς πᾶσιν Ἕλλησιν ἐγνώσθη: τὸ γὰρ σύνθημα κατὰ τὰ αὐτὰ ὑπὸ τῶν στρατηγούντων ἐδίδοτο ἐν ταῖς μάχαις Θεσσαλοῖς μὲν Ἀθηνᾶς Ἰτωνίας, τοῖς δὲ ὁ ἐπώνυμος Φῶκος. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐς Δελφοὺς Ἀπόλλωνα καὶ Τελλίαν τότε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσιν ἐστρατήγησαν, σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων: ἔργα δὲ αἱ εἰκόνες Ἀριστομέδοντός εἰσιν Ἀργείου.
[1.10] Then did all Greece understand the oracle given to the Phocians by Apollo. For the watchword given in battle on every occasion by the Thessalian generals was Itonian Athena, and by the Phocian generals Phocus, from whom the Phocians were named. Because of this engagement the Phocians sent as offerings to Delphi statues of Apollo, of Tellias the seer, and of all their other generals in the battle, together with images of their local heroes. The figures were the work of the Argive Aristomedon.
[11] εὑρέθη δὲ καὶ ὕστερον τοῖς Φωκεῦσιν οὐκ ἀποδέον σοφίᾳ τῶν προτέρων. ὡς γὰρ δὴ τὰ στρατόπεδα ἀντεκάθητο περὶ τὴν ἐς τὴν Φωκίδα ἐσβολήν, λογάδες Φωκέων πεντακόσιοι φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης ἐπιχειροῦσιν ἐν τῇ νυκτὶ τοῖς Θεσσαλοῖς, αὐτοί τε ἀληλιμμένοι γύψῳ καὶ ἐνδεδυκότες ὅπλα λευκὰ ἐπὶ τῇ γύψῳ. ἐνταῦθα ἐξεργασθῆναι φόνον τῶν Θεσσαλῶν λέγεται πλεῖστον, θειότερόν τι ἡγουμένων ἢ κατὰ ἔφοδον πολεμίων τὸ ἐν τῇ νυκτὶ συμβαῖνον. ὁ δὲ Ἠλεῖος ἦν Τελλίας ὃς καὶ ταῦτα τοῖς Φωκεῦσιν ἐμηχανήσατο ἐς τοὺς Θεσσαλούς.
[1.11] Afterwards the Phocians discovered a stratagem quite as clever as their former ones. For when the armies were lying opposite each other at the pass into Phocis, five hundred picked men of Phocis, waiting until the moon was full, attacked the Thessalians on that night, first smearing themselves with chalk and, in addition to the chalk, putting on white armour. It is said that there then occurred a wholesale slaughter of the Thessalians, who thought this apparition of the night to be too unearthly to be an attack of their enemies. It was Tellias of Elis who devised this stratagem also for the Phocians to use against the Thessalians.
2. ἐπεὶ δὲ ἐς τὴν Εὐρώπην ὁ Περσῶν στρατὸς διέβη, λέγεται τοὺς Φωκέας φρονῆσαι μὲν ὑπὸ ἀνάγκης τὰ βασιλέως, αὐτομολῆσαι δὲ ἐκ τῶν Μήδων καὶ ἐς τὸ Ἑλληνικὸν παρὰ τὸ ἔργον τὸ Πλαταιᾶσι παρατάξασθαι. χρόνῳ δὲ ὕστερον κατέλαβεν αὐτοὺς ζημιωθῆναι χρήμασιν ὑπὸ Ἀμφικτυόνων: οὐδὲ ἔχω τοῦ λόγου τὸ ἀληθὲς ἐξευρεῖν εἴτε ἀδικήσασιν ἐπεβλήθη σφίσιν εἴτε Θεσσαλοὶ κατὰ τὸ ἐκ παλαιοῦ μῖσος γενέσθαι τὴν ζημίαν τοῖς Φωκεῦσιν ἦσαν οἱ πράξαντες.
[2.1] II. When the Persian army crossed into Europe, it is said that the Phocians were forced to join the Great King, but deserted the Persian cause and ranged themselves with the Greeks at the battle of Plataea. Subsequently it happened that a fine was inflicted on them by the Amphictyons. I cannot find out the truth of the story, whether the fine was inflicted because of the misdeeds of the Phocians, or whether the Thessalians exacted the fine from the Phocians because of their ancient hatred.
[2] ἐχόντων δὲ ἀθύμως αὐτῶν πρὸς τῆς ζημίας τὸ μέγεθος, Φιλόμηλος σφᾶς ὑπολαβὼν ὁ Θεοτίμου, Φωκέων οὐδενὸς ἀξιώματι ὕστερος — πατρὶς δὲ αὐτῷ Λέδων τῶν ἐν Φωκεῦσιν ἦν πόλεων — οὗτος οὖν ὁ Φιλόμηλος τήν τε ἔκτισιν αὐτοῖς ἀδύνατον ἀπέφηνε τῶν χρημάτων καὶ ἀνέπειθε τὸ ἱερὸν καταλαβεῖν τὸ ἐν Δελφοῖς, λέγων καὶ ἄλλα ἐπαγωγὰ καὶ ὡς τὰ Ἀθηναίων καὶ ἐκ Λακεδαίμονος ἐπιτήδεια ἐξ ἀρχῆς ἐστιν αὐτοῖς, Θηβαίων δὲ καὶ εἴ τις ἄλλος κατασταίη σφίσιν ἐς πόλεμον, περιέσεσθαι καὶ ἀρετῇ σφᾶς καὶ δαπάνῃ χρημάτων.
[2.2] As they were disheartened at the greatness of the fine, Philomelus, son of Theotimus, than whom no Phocian stood higher in rank, his country being Ledon, a city of Phocis, took charge and tried to persuade them to seize the sanctuary at Delphi, pointing out that the amount of the sum to be paid was beyond their resources. He stated, among other plausible arguments, that Athens and Sparta had always been favorable to them, and that if Thebes or any other state made war against them, they would have the better owing to their courage and resources.
[3] ταῦτα τοῦ Φιλομήλου λέγοντος οὐκ ἐγίνετο ἀκούσια τῷ πλήθει τῶν Φωκέων, εἴτε τὴν γνώμην σφίσι τοῦ θεοῦ βλάπτοντος εἴτε καὶ αὐτοῖς πεφυκόσιν ἐπίπροσθεν εὐσεβείας τὰ κέρδη ποιεῖσθαι. τὴν δὲ τῶν Δελφῶν κατάληψιν ἐποιήσαντο οἱ Φωκεῖς Ἡρακλείδου μὲν πρυτανεύοντος ἐν Δελφοῖς καὶ Ἀγαθοκλέους Ἀθήνῃσιν ἄρχοντος, τετάρτῳ δὲ ἔτει πέμπτης Ὀλυμπιάδος ἐπὶ ταῖς ἑκατόν, ἣν Πρῶρος ἐνίκα Κυρηναῖος στάδιον.
[2.3] When Philomelus put all this before them, the Phocians were nothing loath, either because their judgment was blinded by heaven, or because their nature was to put gain before religion. The seizure of Delphi by the Phocians occurred when Heracleides was president at Delphi and Agathocles archon at Athens, in the fourth year of the hundred and fifth Olympiad, when Prorus of Cyrene was victorious in the foot-race.
[4] καταλαβοῦσι δὲ αὐτοῖς τὸ ἱερὸν ξενικά τε αὐτίκα τὰ ἰσχυρότατα τῶν ἐν Ἕλλησιν ἠθροίσθη καὶ οἱ Θηβαῖοί σφισιν ἐς πόλεμον ἐκ τοῦ φανεροῦ καθεστήκεσαν, διάφοροι καὶ τὰ πρότερα ὄντες. χρόνος μὲν δὴ ἐγένετο ὃν ἐπολέμησαν δέκα ἔτ
η συνεχῶς, καὶ ἐν τοσούτῳ πολέμου μήκει πολλάκις μὲν οἱ Φωκεῖς καὶ τὰ παρ᾽ αὐτοῖς ξενικὰ ἐνίκησε, πολλάκις δὲ ἦν τὰ τῶν Θηβαίων ἐπικρατέστερα: γενομένης δὲ κατὰ Νεῶνα πόλιν συμβολῆς ἐτράποντο οἱ Φωκεῖς, καὶ ὁ Φιλόμηλος ῥίπτει τε αὑτὸν ἐν τῇ φυγῇ κατὰ ὑψηλοῦ καὶ ἀποτόμου κρημνοῦ καὶ ἀφίησιν οὕτω τὴν ψυχήν: ἐτέτακτο δὲ καὶ ἄλλως τοῖς Ἀμφικτύοσιν ἐς τοὺς συλῶντας αὕτη ἡ δίκη.
[2.4] When they had seized the sanctuary, the best mercenaries in Greece at once mustered to join them, while the Thebans, at variance before, declared open war against them. The war lasted ten successive years, and during this long time victory often fell to the Phocians and their mercenaries, and often the Thebans proved the better. An engagement took place at the town of Neon, in which the Phocians were worsted, and in the rout Philomelus threw himself down a high precipice, and so lost his life. This was the very punishment fixed by the Amphictyons for spoilers of the sanctuary.
[5] μετὰ δὲ Φιλόμηλον τελευτήσαντα Ὀνομάρχῳ μὲν τὴν ἡγεμονίαν διδόασιν οἱ Φωκεῖς, ἐς δὲ τῶν Θηβαίων τὴν συμμαχίαν προσεχώρησε Φίλιππος ὁ Ἀμύντου: καὶ — ἐκράτησε γὰρ Φίλιππος τῆς συμβολῆς — φεύγων ὁ Ὀνόμαρχος καὶ ἐπὶ θάλασσαν ἀφικόμενος ἐνταῦθα ὑπὸ τῶν στρατιωτῶν κατηκοντίσθη τῶν οἰκείων, ὡς τὴν ἧσσάν σφισιν ὑπὸ ἀτολμίας συμβᾶσαν τῆς ἐκείνου καὶ ἐς τὸ στρατηγεῖν ἀπειρίας.
[2.5] After the death of Philomelus the Phocians gave the command to Onomarchus, while Philip, son of Amyntas, made an alliance with the Thebans. Philip had the better of the encounter, and Onomarchus fleeing to the coast was there shot down by his own troops, who considered their defeat due to his lack of enterprise and inexperience as a general.
[6] Ὀνομάρχῳ μὲν τέλος τοῦ βίου τοιοῦτον ἐπήγαγεν ὁ δαίμων, στρατηγὸν δὲ αὐτοκράτορα εἵλοντο ἀδελφὸν τοῦ Ὀνομάρχου Φάυλον. λέγουσι δὲ τοῦτον τὸν Φάυλον παρεληλυθέναι τε δὴ ἄρτι ἐπὶ τῶν Φωκέων τὴν ἀρχὴν καὶ ὄψιν ὀνείρατος ἰδεῖν τοιάνδε. ἐν τοῖς ἀναθήμασι τοῦ Ἀπόλλωνος μίμημα ἦν χαλκοῦν ἀνδρὸς χρονιωτέρου, κατερρυηκότος τε ἤδη τὰς σάρκας καὶ τὰ ὀστᾶ ὑπολειπομένου μόνα: ἀνάθημα δὲ ὑπὸ Δελφῶν Ἱπποκράτους ἐλέγετο εἶναι τοῦ ἰατροῦ. τούτῳ δὴ ἑαυτὸν ἐοικέναι τῷ ἀναθήματι ἔδοξεν ὁ Φάυλος: αὐτίκα δὲ ὑπολαβοῦσα αὐτὸν φθοώδης νόσος ἐπετέλει τοῦ ἐνυπνίου τὴν μαντείαν.
[2.6] Such was the end which fate brought upon Onomarchus, and his brother Phaylus was chosen as commander-in-chief. It is said that no sooner had this Phaylus come to rule over the Phocians when he saw the following vision in a dream. Among the votive offerings to Apollo was a representation in bronze of a man’s body in an advanced stage of decay, with the flesh already fallen off, and nothing left but the bones. The Delphians said that it was an offering of Hippocrates the physician. Now the thought came to Phaylus that he resembled this offering. Forthwith he was attacked by a wasting disease, which so fulfilled the omen of the dream.
[7] Φαύλου δὲ ἀποθανόντος ἐς Φάλαικον τὸν παῖδα αὐτοῦ περιεχώρησεν ἡ ἐν Φωκεῦσι δυναστεία: καὶ ἐπεὶ ἔσχεν ὁ Φάλαικος αἰτίαν ἰδίᾳ περιποιεῖσθαι τῶν ἱερῶν χρημάτων, ἐπαύθη τῆς ἀρχῆς. διαβὰς δὲ ναυσὶν ἐς Κρήτην ὁμοῦ Φωκέων τοῖς ᾑρημένοις τὰ ἐκείνου καὶ μοίρᾳ τοῦ ξενικοῦ, Κυδωνίᾳ προσκαθήμενος — οὐ γάρ οἱ διδόναι χρήματα ἐβούλοντο αἰτοῦντι — τῆς στρατιᾶς τὸ πολὺ ἀπόλλυσι καὶ αὐτὸς ἀπώλετο.
[2.7] On the death of Phaylus the sovereignty of the Phocians devolved on Phalaecus his son. Phalaecus, accused of appropriating to his own use the sacred treasures, was deposed, and crossing with a fleet to Crete, accompanied by such Phocians as sided with him and by a part of his mercenaries, he sat down to besiege Cydonia, which refused to accede to his demand for money, and perished along with the greater part of his army.
3. δεκάτῳ δὲ ὕστερον ἔτει μετὰ τὴν τοῦ ἱεροῦ κατάληψιν ἐπέθηκεν ὁ Φίλιππος πέρας τῷ πολέμῳ, Φωκικῷ τε καὶ ἱερῷ κληθέντι τῷ αὐτῷ, Θεοφίλου μὲν Ἀθήνῃσιν ἄρχοντος, ὀγδόης δὲ Ὀλυμπιάδος καὶ ἑκατοστῆς ἔτει πρώτῳ, ἣν Πολυκλῆς ἐνίκα στάδιον Κυρηναῖος. καὶ ἐς ἔδαφος ἁλοῦσαι κατεβλήθησαν τῶν Φωκέων αἱ πόλεις: ἀριθμὸς δὲ ἦν αὐτῶν Λίλαια καὶ Ὑάμπολις καὶ Ἀντίκυρα καὶ Παραποτάμιοι καὶ Πανοπεύς τε καὶ Δαυλίς. τούτων μὲν δὴ ὄνομα ἦν ἐκ παλαιοῦ, καὶ οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου:
[3.1] III. In the tenth year after the seizure of the sanctuary, Philip put an end to the war, which was called both the Phocian War and the Sacred War, in the year when Theophilus was archon at Athens, which was the first of the hundred and eighth Olympiad at which Polycles of Cyrene was victorious in the foot-race. The cities of Phocis were captured and razed to the ground. The tale of them was Lilaea, Hyampolis, Anticyra, Parapotamii, Panopeus and Daulis. These cities were distinguished in days of old, especially because of the poetry of Homer.
[2] τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας οὐχ ἥκιστα ἐπῶν ἕνεκα τῶν Ὁμήρου: τὰς δὲ αὐτῶν ἡ στρατιὰ καταπρήσασα ἡ μετὰ Ξέρξου γνωριμωτέρας ἐς τὸ Ἑλληνικὸν ἐποίησεν, Ἐρωχὸν καὶ Χαράδραν καὶ Ἀμφίκλειαν καὶ Νεῶνας καὶ Τεθρώνιον καὶ Δρυμαίαν. αἱ δὲ ἄλλαι πλήν γε δὴ Ἐλατείας τὰ πρότερα οὐκ ἐπιφανεῖς ἦσαν, Τραχίς τε ἡ Φωκικὴ καὶ Μεδεὼν ὁ Φωκικὸς καὶ Ἐχεδάμεια καὶ Ἄμβροσσος καὶ Λέδων καὶ Φλυγόνιον ἔτι καὶ Στῖρις. τότε δὲ κατεσκάφησάν τε αἱ κατειλεγμέναι καὶ ἐς κώμας πλὴν Ἄβας ᾠκίσθησαν αἱ ἄλλαι: Ἀβαίοις δὲ ἐκτὸς ἀσεβείας ὑπῆρχε καθεστηκέναι, καὶ οὔτε τοῦ ἱεροῦ τῆς καταλήψεως οὔτε τοῦ πολέμου μετεσχήκεσαν.
[3.2] The army of Xerxes, burning down certain of these, made them better known in Greece, namely Erochus, Charadra, Amphicleia, Neon, Tithronium and Drymaea. The rest of the Phocian cities, except Elateia, were not famous in former times, I mean Phocian Trachis, Phocian Medeon, Echedameia, Ambrossus, Ledon, Phlygonium and Stiris. On the occasion to which I have referred all the cities enumerated were razed to the ground and their people scattered in villages. The one exception to this treatment was Abae, whose citizens were free from impiety, and had had no share in the seizure of the sanctuary or in the war.
[3] ἀφῃρέθησαν δὲ οἱ Φωκεῖς καὶ μετεῖναί σφι
σιν ἱεροῦ τοῦ ἐν Δελφοῖς καὶ συνόδου τῆς ἐς τὸ Ἑλληνικόν, καὶ τὰς ψήφους αὐτῶν Μακεδόσιν ἔδοσαν οἱ Ἀμφικτύονες. ἀνὰ χρόνον μέντοι τοῖς Φωκεῦσιν αἱ πόλεις ἀνῳκίσθησαν καὶ ἐς τὰς πατρίδας κατήχθησαν ἐκ τῶν κωμῶν, πλὴν εἰ μὴ ἀνοικισθῆναί τινας ἐκώλυσεν ἀσθένειά τε ἡ ἐξ ἀρχῆς καὶ ἡ τῶν χρημάτων ἐν τῷ τότε ἔνδεια: Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι σφᾶς ἦσαν οἱ κατάγοντες, πρὶν ἢ τὸ ἐν Χαιρωνείᾳ συμβῆναι πταῖσμα Ἕλλησι.
[3.3] The Phocians were deprived of their share in the Delphic sanctuary and in the Greek assembly, and their votes were given by the Amphictyons to the Macedonians. Subsequently, however, the Phocian cities were rebuilt, and their inhabitants restored from the villages to their native cities, save such as were prevented from being rebuilt by their original weakness and by their want of funds at the period of restoration. It was the Athenians and Thebans who brought back the inhabitants before the disaster of Chaeroneia befell the Greeks.
[4] καὶ ἀγῶνος τοῦ ἐν Χαιρωνείᾳ μετέσχον οἱ Φωκεῖς, καὶ ὕστερον περὶ Λάμιαν καὶ ἐν Κραννῶνι ἐναντία Ἀντιπάτρου καὶ Μακεδόνων ἐμαχέσαντο: Γαλάτας δὲ καὶ τὴν Κελτικὴν στρατιὰν προθυμότατα ἠμύνοντο Ἑλλήνων, θεῷ τε τιμωροῦντες τῷ ἐν Δελφοῖς καὶ ἐς ἀπολογίαν ἅμα ἐμοὶ δοκεῖν τῶν ἀρχαίων ἐγκλημάτων.