by Euripides
Χαίρεις ὁρῶν φῶς· πατέρα δ΄ οὐ χαίρειν δοκεῖς; 705
ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
χρόνον͵ τὸ δὲ ζῆν σμικρὸν ἀλλ΄ ὅμως γλυκύ.
Σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν
καὶ ζῆις παρελθὼν τὴν πεπρωμένην τύχην͵
ταύτην κατακτάς· εἶτ΄ ἐμὴν ἀψυχίαν 710
λέγεις͵ γυναικός͵ ὦ κάκισθ΄͵ ἡσσημένος͵
ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
σοφῶς δ΄ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε͵
εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ
γυναῖχ΄ ὑπὲρ σοῦ· κἆιτ΄ ὀνειδίζεις φίλοις 715
τοῖς μὴ θέλουσι δρᾶν τάδ΄͵ αὐτὸς ὢν κακός;
σίγα· νόμιζε δ΄͵ εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
ψυχήν͵ φιλεῖν ἅπαντας· εἰ δ΄ ἡμᾶς κακῶς
ἐρεῖς͵ ἀκούσηι πολλὰ κοὐ ψευδῆ κακά.
ΧΟΡΟΣ
Πλείω λέλεκται νῦν τε καὶ τὸ πρὶν κακά· 720
παῦσαι δέ͵ πρέσβυ͵ παῖδα σὸν κακορροθῶν.
ΑΔΜΗΤΟΣ
Λέγ΄͵ ὡς ἐμοῦ λέξαντος· εἰ δ΄ ἀλγεῖς κλύων
τἀληθές͵ οὐ χρῆν σ΄ εἰς ἔμ΄ ἐξαμαρτάνειν.
ΦΕΡΗΣ
Σοῦ δ΄ ἂν προθνήισκων μᾶλλον ἐξημάρτανον.
ΑΔΜΗΤΟΣ
Ταὐτὸν γὰρ ἡβῶντ΄ ἄνδρα καὶ πρέσβυν θανεῖν;
ΦΕΡΗΣ
Ψυχῆι μιᾶι ζῆν͵ οὐ δυοῖν͵ ὀφείλομεν. 725
ΑΔΜΗΤΟΣ
Καὶ μὴν Διός γε μείζονα ζώηις χρόνον.
ΦΕΡΗΣ
Ἀρᾶι γονεῦσιν οὐδὲν ἔκδικον παθών;
ΑΔΜΗΤΟΣ
Μακροῦ βίου γὰρ ἠισθόμην ἐρῶντά σε.
ΦΕΡΗΣ
Ἀλλ΄ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ΄ ἐκφέρεις; 730
ΑΔΜΗΤΟΣ
Σημεῖα τῆς σῆς γ΄͵ ὦ κάκιστ΄͵ ἀψυχίας.
ΦΕΡΗΣ
Οὔτοι πρὸς ἡμῶν γ΄ ὤλετ΄· οὐκ ἐρεῖς τόδε.
ΑΔΜΗΤΟΣ
Φεῦ·
Εἴθ΄ ἀνδρὸς ἔλθοις τοῦδέ γ΄ ἐς χρείαν ποτέ.
ΦΕΡΗΣ
Μνήστευε πολλάς͵ ὡς θάνωσι πλείονες. 735
ΑΔΜΗΤΟΣ
Σοὶ τοῦτ΄ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
ΦΕΡΗΣ
Φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ͵ φίλον.
ΑΔΜΗΤΟΣ
Κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
ΦΕΡΗΣ
Οὐκ ἐγγελᾶις γέροντα βαστάζων νεκρόν.
ΑΔΜΗΤΟΣ
Θανῆι γε μέντοι δυσκλεής͵ ὅταν θάνηις. 740
ΦΕΡΗΣ
Κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
ΑΔΜΗΤΟΣ
Φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.
ΦΕΡΗΣ
Ἥδ΄ οὐκ ἀναιδής· τήνδ΄ ἐφηῦρες ἄφρονα.
ΑΔΜΗΤΟΣ
Ἄπελθε κἀμὲ τόνδ΄ ἔα θάψαι νεκρόν.
ΦΕΡΗΣ
Ἄπειμι· θάψεις δ΄ αὐτὸς ὢν αὐτῆς φονεύς͵ 745
δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι·
ἦ τἄρ΄ Ἄκαστος οὐκέτ΄ ἔστ΄ ἐν ἀνδράσιν͵
εἰ μή σ΄ ἀδελφῆς αἷμα τιμωρήσεται.
ΑΔΜΗΤΟΣ
Ἔρρων νυν αὐτὸς χἠ ξυνοικήσασά σοι͵
ἄπαιδε παιδὸς ὄντος͵ ὥσπερ ἄξιοι͵ 750
γηράσκετ΄· οὐ γὰρ τῶιδ΄ ἔτ΄ ἐς ταὐτὸν στέγος
νεῖσθ΄· εἰ δ΄ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
τὴν σὴν πατρώιαν ἑστίαν͵ ἀπεῖπον ἄν.
Ἡμεῖς δέ͵ τοὐν ποσὶν γὰρ οἰστέον κακόν. 755
Στείχωμεν͵ ὡς ἂν ἐν πυρᾶι θῶμεν νεκρόν.
ΧΟΡΟΣ
Ἰὼ ἰώ. Σχετλία τόλμης͵
ὦ γενναία καὶ μέγ΄ ἀρίστη͵
χαῖρε· πρόφρων σε χθόνιός θ΄ Ἑρμῆς
Ἅιδης τε δέχοιτ΄. Εἰ δέ τι κἀκεῖ
πλέον ἔστ΄ ἀγαθοῖς͵ τούτων μετέχουσ΄
Ἅιδου νύμφηι παρεδρεύοις. 760
ΘΕΡΑΠΩΝ
Πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
ξένους μολόντας οἶδ΄ ἐς Ἀδμήτου δόμους͵
οἷς δεῖπνα προύθηκ΄· ἀλλὰ τοῦδ΄ οὔπω ξένου
κακίον΄ ἐς τήνδ΄ ἑστίαν ἐδεξάμην. 765
Ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
ἐσῆλθε κἀτόλμησ΄ ἀμείψασθαι πύλας.
Ἔπειτα δ΄ οὔτι σωφρόνως ἐδέξατο
τὰ προστυχόντα ξένια͵ συμφορὰν μαθών͵
ἀλλ΄͵ εἴ τι μὴ φέροιμεν͵ ὤτρυνεν φέρειν. 770
Ποτῆρα δ΄ ἐν χείρεσσι κίσσινον λαβὼν
πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ͵
ἕως ἐθέρμην΄ αὐτὸν ἀμφιβᾶσα φλὸξ
οἴνου. Στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις͵
ἄμουσ΄ ὑλακτῶν· δισσὰ δ΄ ἦν μέλη κλύειν· 775
ὁ μὲν γὰρ ἦιδε͵ τῶν ἐν Ἀδμήτου κακῶν
οὐδὲν προτιμῶν͵ οἰκέται δ΄ ἐκλαίομεν
δέσποιναν͵ ὄμμα δ΄ οὐκ ἐδείκνυμεν ξένωι
τέγγοντες· Ἄδμητος γὰρ ὧδ΄ ἐφίετο.
Καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ 780
ξένον͵ πανοῦργον κλῶπα καὶ ληιστήν τινα͵
ἡ δ΄ ἐκ δόμων βέβηκεν͵ οὐδ΄ ἐφεσπόμην
οὐδ΄ ἐξέτεινα χεῖρ΄ ἀποιμώζων ἐμὴν
δέσποιναν͵ ἣ ΄μοὶ πᾶσί τ΄ οἰκέταισιν ἦν
μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο͵ 785
ὀργὰς μαλάσσουσ΄ ἀνδρός. Ἆρα τὸν ξένον
στυγῶ δικαίως͵ ἐν κακοῖς ἀφιγμένον;
ΗΡΑΚΛΗΣ
Οὗτος͵ τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
&n
bsp; εἶναι͵ δέχεσθαι δ΄ εὐπροσηγόρωι φρενί. 790
Σὺ δ΄ ἄνδρ΄ ἑταῖρον δεσπότου παρόνθ΄ ὁρῶν
στυγνῶι προσώπωι καὶ συνωφρυωμένωι
δέχηι͵ θυραίου πήματος σπουδὴν ἔχων.
Δεῦρ΄ ἔλθ΄͵ ὅπως ἂν καὶ σοφώτερος γένηι.
Τὰ θνητὰ πράγματ΄ οἶδας ἣν ἔχει φύσιν; 795
οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ΄ ἄκουέ μου.
Βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται͵
κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται͵ 800
κἄστ΄ οὐ διδακτὸν οὐδ΄ ἁλίσκεται τέχνηι.
Ταῦτ΄ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα
εὔφραινε σαυτόν͵ πῖνε͵ τὸν καθ΄ ἡμέραν
βίον λογίζου σόν͵ τὰ δ΄ ἄλλα τῆς τύχης.
Τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν 805
Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
Τὰ δ΄ ἄλλ΄ ἔασον πάντα καὶ πιθοῦ λόγοις
ἐμοῖσιν͵ εἴπερ ὀρθά σοι δοκῶ λέγειν.
Οἶμαι μέν. Οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
πίηι μεθ΄ ἡμῶν [τάσδ΄ ὑπερβαλὼν τύχας͵ 810
στεφάνοις πυκασθείς]; καὶ σάφ΄ οἶδ΄ ὁθούνεκα
τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
Ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις 815
ἅπασίν ἐστιν͵ ὥς γ΄ ἐμοὶ χρῆσθαι κριτῆι͵
οὐ βίος ἀληθῶς ὁ βίος ἀλλὰ συμφορά.
ΘΕΡΑΠΑΙΝΑ
Ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
ΗΡΑΚΛΗΣ
Γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν 820
πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
ΘΕΡΑΠΑΙΝΑ
Τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
ΗΡΑΚΛΗΣ
Εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
ΘΕΡΑΠΑΙΝΑ
Ἄγαν ἐκεῖνός ἐστ΄ ἄγαν φιλόξενος.
ΗΡΑΚΛΗΣ
Οὐ χρῆν μ΄ ὀθνείου γ΄ οὕνεκ΄ εὖ πάσχειν νεκροῦ; 825
ΘΕΡΑΠΑΙΝΑ
Ἦ κάρτα μέντοι καὶ λίαν ὀθνεῖος ἦν.
ΗΡΑΚΛΗΣ
Μῶν ξυμφοράν τιν΄ οὖσαν οὐκ ἔφραζέ μοι;
ΘΕΡΑΠΑΙΝΑ
Χαίρων ἴθ΄· ἡμῖν δεσποτῶν μέλει κακά.
ΗΡΑΚΛΗΣ
Ὅδ΄ οὐ θυραίων πημάτων ἄρχει λόγος.
ΘΕΡΑΠΑΙΝΑ
Οὐ γάρ τι κωμάζοντ΄ ἂν ἠχθόμην σ΄ ὁρῶν. 830
ΗΡΑΚΛΗΣ
Ἀλλ΄ ἦ πέπονθα δείν΄ ὑπὸ ξένων ἐμῶν;
ΘΕΡΑΠΑΙΝΑ
Οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
[πένθος γὰρ ἡμῖν ἐστι· καὶ κουρὰν βλέπεις
μελαμπέπλους στολμούς τε.
ΗΡΑΚΛΗΣ
Τίς δ΄ ὁ κατθανών;] 835
ΗΡΑΚΛΗΣ
Μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;
ΘΕΡΑΠΑΙΝΑ
Γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου͵ ξένε.
ΗΡΑΚΛΗΣ
Τί φήις; ἔπειτα δῆτά μ΄ ἐξενίζετε;
ΘΕΡΑΠΑΙΝΑ
Ἠιδεῖτο γάρ σε τῶνδ΄ ἀπώσασθαι δόμων.
ΗΡΑΚΛΗΣ
Ὦ σχέτλι΄͵ οἵας ἤμπλακες ξυναόρου. 840
ΘΕΡΑΠΑΙΝΑ
Ἀπωλόμεσθα πάντες͵ οὐ κείνη μόνη.
ΗΡΑΚΛΗΣ
Ἀλλ΄ ἠισθόμην μὲν ὄμμ΄ ἰδὼν δακρυρροοῦν
κουράν τε καὶ πρόσωπον· ἀλλ΄ ἔπειθέ με
λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
Βίαι δὲ θυμοῦ τάσδ΄ ὑπερβαλὼν πύλας 845
ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις͵
πράσσοντος οὕτω. Κἆιτα κωμάζω κάρα
στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι͵
κακοῦ τοσούτου δώμασιν προσκειμένου.
Ποῦ καί σφε θάπτει; ποῖ νιν εὑρήσω μολών; 850
ΘΕΡΑΠΑΙΝΑ
Ὀρθὴν παρ΄ οἶμον ἣ ΄πὶ Λαρίσαν φέρει
τύμβον κατόψηι ξεστὸν ἐκ προαστίου.
ΗΡΑΚΛΗΣ
Ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή͵
νῦν δεῖξον οἷον παῖδά σ΄ ἡ Τιρυνθία
ἐγείνατ΄ Ἠλεκτρύωνος Ἀλκμήνη Διί. 855
Δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
γυναῖκα κἀς τόνδ΄ αὖθις ἱδρῦσαι δόμον
Ἄλκηστιν Ἀδμήτωι θ΄ ὑπουργῆσαι χάριν.
Ἐλθὼν δ΄ ἄνακτα τὸν μελάμπτερον νεκρῶν
Θάνατον φυλάξω͵ καί νιν εὑρήσειν δοκῶ 860
πίνοντα τύμβου πλησίον προσφαγμάτων.
Κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
μάρψω͵ κύκλον γε περιβαλὼν χεροῖν ἐμαῖν͵
οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
μογοῦντα πλευρά͵ πρὶν γυναῖκ΄ ἐμοὶ μεθῆι. 865
Ἢν δ΄ οὖν ἁμάρτω τῆσδ΄ ἄγρας καὶ μὴ μόληι
πρὸς αἱματηρὸν πελανόν͵ εἶμι τῶν κάτω
Κόρης ἄνακτός τ΄ εἰς ἀνηλίους δόμους͵
αἰτήσομαί τε καὶ πέποιθ΄ ἄξειν ἄνω
Ἄλκηστιν͵ ὥστε χερσὶν ἐνθεῖναι ξένου͵ 870
ὅς μ΄ ἐς δόμους ἐδέξατ΄ οὐδ΄ ἀπήλασεν͵
καίπερ βαρείαι συμφορᾶι πεπληγμένος͵
ἔκρυπτε δ΄ ὢν γενναῖος͵ αἰδεσθεὶς ἐμέ.
Τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος͵
τίς Ἑλλάδ΄ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν 875
/> εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
ΑΔΜΗΤΟΣ
Ἰώ͵
στυγναὶ πρόσοδοι͵ στυγναὶ δ΄ ὄψεις
χήρων μελάθρων.
Ἰώ μοί μοι͵ αἰαῖ αἰαῖ. 880
Ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
πῶς ἂν ὀλοίμην;
ἦ βαρυδαίμονα μήτηρ μ΄ ἔτεκεν.
Ζηλῶ φθιμένους͵ κείνων ἔραμαι͵
κεῖν΄ ἐπιθυμῶ δώματα ναίειν. 885
Οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
οὔτ΄ ἐπὶ γαίας πόδα πεζεύων·
τοῖον ὅμηρόν μ΄ ἀποσυλήσας
Ἅιδηι Θάνατος παρέδωκεν.
ΧΟΡΟΣ
Πρόβα πρόβα͵ βᾶθι κεῦθος οἴκων. 890
ΑΔΜΗΤΟΣ
Αἰαῖ.
ΧΟΡΟΣ
Πέπονθας ἄξι΄ αἰαγμάτων.
ΑΔΜΗΤΟΣ
Ἒ ἔ.
ΧΟΡΟΣ
Δι΄ ὀδύνας ἔβας͵ σάφ΄ οἶδα.
ΑΔΜΗΤΟΣ
Φεῦ φεῦ. 895
ΧΟΡΟΣ
Τὰν νέρθε δ΄ οὐδὲν ὠφελεῖς ...
ΑΔΜΗΤΟΣ
Ἰώ μοί μοι.
ΧΟΡΟΣ
Τὸ μήποτ΄ εἰσιδεῖν φιλίας ἀλόχου
πρόσωπόν σ΄ ἔσαντα λυπρόν.
ΑΔΜΗΤΟΣ
Ἔμνησας ὅ μου φρένας ἥλκωσεν· 900
τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
πιστῆς ἀλόχου; μήποτε γήμας
ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
Ζηλῶ δ΄ ἀγάμους ἀτέκνους τε βροτῶν·
μία γὰρ ψυχή͵ τῆς ὑπεραλγεῖν 905
μέτριον ἄχθος.
Παίδων δὲ νόσους καὶ νυμφιδίους
εὐνὰς θανάτοις κεραϊζομένας
οὐ τλητὸν ὁρᾶν͵ ἐξὸν ἀτέκνους
ἀγάμους τ΄ εἶναι διὰ παντός. 910
ΧΟΡΟΣ
Στύχα τύχα δυσπάλαιστος ἥκει.
ΑΔΜΗΤΟΣ
Αἰαῖ.
ΧΟΡΟΣ
Πέρας δέ γ΄ οὐδὲν ἀλγέων τίθης.