by Euripides
Ἄναξ͵ βιάζηι μ΄ οὐ θέλοντα δρᾶν τάδε.
ΗΡΑΚΛΗΣ
Τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
ΑΔΜΗΤΟΣ
Καὶ δὴ προτείνω͵ Γοργόν΄ ὡς καρατομῶν.
[ΗΡΑΚΛΗΣ
Ἔχεις; 1140
ΑΔΜΗΤΟΣ
Ἔχω͵ ναί.
ΗΡΑΚΛΗΣ
Σῶιζέ νυν καὶ τὸν Διὸς
φήσεις ποτ΄ εἶναι παῖδα γενναῖον ξένον.]
Βλέψον πρὸς αὐτήν͵ εἴ τι σῆι δοκεῖ πρέπειν
γυναικί· λύπης δ΄ εὐτυχῶν μεθίστασο.
ΑΔΜΗΤΟΣ
Ὦ θεοί͵ τί λέξω; θαῦμ΄ ἀνέλπιστον τόδε·
γυναῖκα λεύσσω τὴν ἐμὴν ἐτητύμως͵ 1145
ἢ κέρτομός μ΄ ἐκ θεοῦ τις ἐκπλήσσει χαρά;
ΗΡΑΚΛΗΣ
Οὐκ ἔστιν͵ ἀλλὰ τήνδ΄ ὁρᾶις δάμαρτα σήν.
ΑΔΜΗΤΟΣ
Ὅρα δὲ μή τι φάσμα νερτέρων τόδ΄ ἧι. 1150
ΗΡΑΚΛΗΣ
Οὐ ψυχαγωγὸν τόνδ΄ ἐποιήσω ξένον.
ΑΔΜΗΤΟΣ
Ἀλλ΄ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ΄ ἐμήν;
ΗΡΑΚΛΗΣ
Σάφ΄ ἴσθ΄· ἀπιστεῖν δ΄ οὔ σε θαυμάζω τύχηι.
ΑΔΜΗΤΟΣ
Θίγω͵ προσείπω ζῶσαν ὡς δάμαρτ΄ ἐμήν;
ΗΡΑΚΛΗΣ
Πρόσειπ΄· ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες. 1155
ΑΔΜΗΤΟΣ
Ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας͵
ἔχω σ΄ ἀέλπτως͵ οὔποτ΄ ὄψεσθαι δοκῶν.
ΗΡΑΚΛΗΣ
Ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
ΑΔΜΗΤΟΣ
Ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον͵
εὐδαιμονοίης καί σ΄ ὁ φιτύσας πατὴρ 1160
σώιζοι· σὺ γὰρ δὴ τἄμ΄ ἀνώρθωσας μόνος.
Πῶς τήνδ΄ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
ΗΡΑΚΛΗΣ
Μάχην συνάψας δαιμόνων τῶι κυρίωι.
ΑΔΜΗΤΟΣ
Ποῦ τόνδε Θανάτωι φὴις ἀγῶνα συμβαλεῖν;
ΗΡΑΚΛΗΣ
Τύμβον παρ΄ αὐτόν͵ ἐκ λόχου μάρψας χεροῖν. 1165
ΑΔΜΗΤΟΣ
Τί γάρ ποθ΄ ἥδ΄ ἄναυδος ἕστηκεν γυνή;
ΗΡΑΚΛΗΣ
Οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
κλύειν͵ πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
ἀφαγνίσηται καὶ τρίτον μόληι φάος.
Ἀλλ΄ εἴσαγ΄ εἴσω τήνδε· καὶ δίκαιος ὢν 1170
τὸ λοιπόν͵ Ἄδμητ΄͵ εὐσέβει περὶ ξένους.
καὶ χαῖρ΄· ἐγὼ δὲ τὸν προκείμενον πόνον
Σθενέλου τυράννωι παιδὶ πορσυνῶ μολών.
ΑΔΜΗΤΟΣ
Μεῖνον παρ΄ ἡμῖν καὶ ξυνέστιος γενοῦ. 1175
ΗΡΑΚΛΗΣ
Αὖθις τόδ΄ ἔσται͵ νῦν δ΄ ἐπείγεσθαί με δεῖ.
ΑΔΜΗΤΟΣ
Ἀλλ΄ εὐτυχοίης͵ νόστιμον δ΄ ἔλθοις δρόμον.
Ἀστοῖς δὲ πάσηι τ΄ ἐννέπω τετραρχίαι
χοροὺς ἐπ΄ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι
βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
Νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον 1180
τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
ΧΟΡΟΣ
Πολλαὶ μορφαὶ τῶν δαιμονίων͵
πολλὰ δ΄ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ΄ οὐκ ἐτελέσθη͵
τῶν δ΄ ἀδοκήτων πόρον ηὗρε θεός. 1185
Τοιόνδ΄ ἀπέβη τόδε πρᾶγμα.
MEDEA
ΤΡΟΦΟΣ
Εἴθ΄ ὤφελ΄ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος
Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας͵
μηδ΄ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε
τμηθεῖσα πεύκη͵ μηδ΄ ἐρετμῶσαι χέρας
ἀνδρῶν ἀρίστων. οἳ τὸ πάγχρυσον δέρας
Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν΄ ἐμὴ
Μήδεια πύργους γῆς ἔπλευσ΄ Ἰωλκίας
ἔρωτι θυμὸν ἐκπλαγεῖσ΄ Ἰάσονος·
οὐδ΄ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας
πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν 10
ξὺν ἀνδρὶ καὶ τέκνοισιν͵ ἁνδάνουσα μὲν
φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα͵
αὐτή τε πάντα ξυμφέρουσ΄ Ἰάσονι·
ἥπερ μεγίστη γίγνεται σωτηρία͵
ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ.
νῦν δ΄ ἐχθρὰ πάντα͵ καὶ νοσεῖ τὰ φίλτατα.
προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ΄ ἐμὴν
γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται͵
γήμας Κρέοντος παῖδ΄͵ ὃς αἰσυμνᾷ χθονός·
Μήδεια δ΄ ἡ δύστηνος ἠτιμασμένη 20
βοᾷ μὲν ὅρκους͵ ἀνακαλεῖ δὲ δεξιάς͵
πίστιν μεγίστην͵ καὶ θεοὺς μαρτύρεται
οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ.
κεῖται δ΄ ἄσιτος͵ σῶμ΄ ὑφεῖσ΄ ἀλγηδόσι͵
τὸν πάντα συντήκουσα δακρύοις χρόνον͵
ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ΄ ἠδικημένη͵
οὔτ΄ ὄμμ΄ ἐπαίρουσ΄ οὔτ΄ ἀπαλλάσσουσα γῆς
πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος
κλύδων ἀκούει νουθετουμένη φίλων·
ἢν μή ποτε στρέψασα πάλλευκον δέρην 30
αὐτὴ πρὸς αὑτὴν πατέρ΄ ἀποιμώξῃ φίλον
καὶ γαῖαν οἴκους θ΄͵ οὓς προδοῦσ΄ ἀφίκετο
μετ΄ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει.
ἔγνωκε δ΄ ἡ τάλαινα συμφορᾶς ὕπο
οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός.
στυγεῖ δὲ παῖδας οὐδ΄ ὁρῶσ΄ εὐφραίνεται.
δέδοικα δ΄ αὐτὴν μή τι βουλεύσῃ νέον·
�
�αρεῖα γὰρ φρήν͵ οὐδ΄ ἀνέξεται κακῶς
πάσχουσ΄· ἐγᾦδα τήνδε͵ δειμαίνω τέ νιν
μὴ θηκτὸν ὤσῃ φάσγανον δι΄ ἥπατος͵ 40
σιγῇ δόμους εἰσβᾶσ΄͵ ἵν΄ ἔστρωται λέχος͵
ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ͵
κἄπειτα μείζω συμφορὰν λάβῃ τινά.
δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν
ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται.
ἀλλ΄ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι
στείχουσι͵ μητρὸς οὐδὲν ἐννοούμενοι
κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ.
ΠΑΙΔΑΓΩΓΟΣ
παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς͵
τί πρὸς πύλαισι τήνδ΄ ἄγουσ΄ ἐρημίαν 50
ἕστηκας͵ αὐτὴ θρεομένη σαυτῇ κακά;
πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει;
Τρ. τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος͵
χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν
κακῶς πίτνοντα͵ καὶ φρενῶν ἀνθάπτεται.
ἐγὼ γὰρ ἐς τοῦτ΄ ἐκβέβηκ΄ ἀλγηδόνος͵
ὥσθ΄ ἵμερός μ΄ ὑπῆλθε γῇ τε κοὐρανῷ
λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.
Πα. οὔπω γὰρ ἡ τάλαινα παύεται γόων;
Τρ. ζηλῶ σ΄· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. 60
Πα. ὦ μῶρος — εἰ χρὴ δεσπότας εἰπεῖν τόδε·
ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν.
Τρ. τί δ΄ ἔστιν͵ ὦ γεραιέ; μὴ φθόνει φράσαι.
Πα. οὐδέν· μετέγνων καὶ τὰ πρόσθ΄ εἰρημένα.
Τρ. μή͵ πρὸς γενείου͵ κρύπτε σύνδουλον σέθεν·
σιγὴν γάρ͵ εἰ χρή͵ τῶνδε θήσομαι πέρι.
Πα. ἤκουσά του λέγοντος͵ οὐ δοκῶν κλύειν͵
πεσσοὺς προσελθών͵ ἔνθα δὴ παλαίτατοι
θάσσουσι͵ σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ͵
ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας 70
σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς
Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε
οὐκ οἶδα· βουλοίμην δ΄ ἂν οὐκ εἶναι τόδε.
Τρ. καὶ ταῦτ΄ Ἰάσων παῖδας ἐξανέξεται
πάσχοντας͵ εἰ καὶ μητρὶ διαφορὰν ἔχει;
Πα. παλαιὰ καινῶν λείπεται κηδευμάτων͵
κοὐκ ἔστ΄ ἐκεῖνος τοῖσδε δώμασιν φίλος.
Τρ. ἀπωλόμεσθ΄ ἄρ΄͵ εἰ κακὸν προσοίσομεν
νέον παλαιῷ͵ πρὶν τόδ΄ ἐξηντληκέναι.
Πα. ἀτὰρ σύ γ΄ — οὐ γὰρ καιρὸς εἰδέναι τόδε 80
δέσποιναν — ἡσύχαζε καὶ σίγα λόγον.
Τρ. ὦ τέκν΄͵ ἀκούεθ΄ οἷος εἰς ὑμᾶς πατήρ;
ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ΄ ἐμός·
ἀτὰρ κακός γ΄ ὢν ἐς φίλους ἁλίσκεται.
Πα. τίς δ΄ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε͵
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ͵
οἳ μὲν δικαίως͵ οἳ δὲ καὶ κέρδους χάριν͵
εἰ τούσδε γ΄ εὐνῆς οὕνεκ΄ οὐ στέργει πατήρ.
Τρ. ἴτ΄ — εὖ γὰρ ἔσται — δωμάτων ἔσω͵ τέκνα.
σὺ δ΄ ὡς μάλιστα τούσδ΄ ἐρημώσας ἔχε 90
καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ.
ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην
τοῖσδ΄͵ ὥς τι δρασείουσαν· οὐδὲ παύσεται
χόλου͵ σάφ΄ οἶδα͵ πρὶν κατασκῆψαί τινα . . .
ἐχθρούς γε μέντοι͵ μὴ φίλους͵ δράσειέ τι.
ΜΗΔΕΙΑ <ἔνδοθεν>
ἰώ͵
δύστανος ἐγὼ μελέα τε πόνων͵
ἰώ μοί μοι͵ πῶς ἂν ὀλοίμαν;
Τρ. τόδ΄ ἐκεῖνο͵ φίλοι παῖδες· μήτηρ
κινεῖ κραδίαν͵ κινεῖ δὲ χόλον.
σπεύσατε θᾶσσον δώματος εἴσω 100
καὶ μὴ πελάσητ΄ ὄμματος ἐγγύς͵
μηδὲ προσέλθητ΄͵ ἀλλὰ φυλάσσεσθ΄
ἄγριον ἦθος στυγεράν τε φύσιν
φρενὸς αὐθάδους. —
ἴτε νῦν͵ χωρεῖθ΄ ὡς τάχος εἴσω. —
δῆλον δ΄ ἀρχῆς ἐξαιρόμενον
νέφος οἰμωγῆς ὡς τάχ΄ ἀνάψει
μείζονι θυμῷ· τί ποτ΄ ἐργάσεται
μεγαλόσπλαγχνος δυσκατάπαυστος
ψυχὴ δηχθεῖσα κακοῖσιν; 110
Μη. αἰαῖ͵
ἔπαθον τλάμων ἔπαθον μεγάλων
ἄξι΄ ὀδυρμῶν· ὦ κατάρατοι
παῖδες ὄλοισθε στυγερᾶς ματρὸς
σὺν πατρί͵ καὶ πᾶς δόμος ἔρροι.
Τρ. ἰώ μοί μοι͵ ἰὼ τλήμων.
τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας
μετέχουσι; τί τούσδ΄ ἔχθεις; οἴμοι͵
τέκνα͵ μή τι πάθηθ΄ ὡς ὑπεραλγῶ.
δεινὰ τυράννων λήματα καί πως
ὀλίγ΄ ἀρχόμενοι͵ πολλὰ κρατοῦντες 120
χαλεπῶς ὀργὰς μεταβάλλουσιν.
τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ΄ ἴσοισιν
κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις
ὀχυρῶς γ΄ εἴη καταγηράσκειν.
τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν
τοὔνομα νικᾷ͵ χρῆσθαί τε μακρῷ
λῷστα βροτοῖσιν· τὰ δ΄ ὑπερβάλλοντ΄
οὐδένα καιρὸν δύναται θνητοῖς·
μείζους δ΄ ἄτας͵ ὅταν ὀργισθῇ
δαίμων οἴκοις͵ ἀπέδωκεν. 130
ΧΟΡΟΣ
ἔκλυον φωνάν͵ ἔκλυον δὲ βοὰν
τᾶς δυστάνου Κολχίδος͵ οὐδέ πω
ἤπιος· ἀλλ΄ ὦ γηραιά͵
λέξον· ἐπ΄ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν
ἔκλυον· οὐδὲ συνήδομαι͵ �
�� γύναι͵ ἄλγεσιν
δώματος· ἐπεί μοι φίλον κέκρανται.
Τρ. οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ΄ ἤδη.
τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων͵ 140
ἃ δ΄ ἐν θαλάμοις τάκει βιοτὰν
δέσποινα͵ φίλων οὐδενὸς οὐδὲν
παραθαλπομένα φρένα μύθοις.
Μη. αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς·
διά μου κεφαλᾶς φλὸξ οὐρανία
βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος;
φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν
βιοτὰν στυγερὰν προλιποῦσα.
Χο.
ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς· [στρ.
ἀχὰν οἵαν ἁ δύστανος 150
μέλπει νύμφα;
— τίς σοί ποτε τᾶς ἀπλάτου
κοίτας ἔρος͵ ὦ ματαία;
σπεύσει θανάτου τελευτά·
μηδὲν τόδε λίσσου.
— εἰ δὲ σὸς πόσις
καινὰ λέχη σεβίζει͵
κείνῳ τόδε· μὴ χαράσσου·
— Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν
τάκου δυρομένα σὸν εὐνάταν.
Μη. ὦ μεγάλα Θέμι καὶ πότνι΄ Ἄρτεμι 160
λεύσσεθ΄ ἃ πάσχω͵ μεγάλοις ὅρκοις
ἐνδησαμένα τὸν κατάρατον
πόσιν; ὅν ποτ΄ ἐγὼ νύμφαν τ΄ ἐσίδοιμ΄
αὐτοῖς μελάθροις διακναιομένους͵
οἷ΄ ἐμὲ πρόσθεν τολμῶσ΄ ἀδικεῖν.
ὦ πάτερ͵ ὦ πόλις͵ ὧν ἀπενάσθην
αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
Τρ. κλύεθ΄ οἷα λέγει κἀπιβοᾶται
Θέμιν εὐκταίαν Ζῆνά θ΄͵ ὃς ὅρκων
θνητοῖς ταμίας νενόμισται; 170
οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
δέσποινα χόλον καταπαύσει.
Χο.
πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν [ἀντ.
ἔλθοι μύθων τ΄ αὐδαθέντων