by Euripides
Ἶφις
Τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν
δόμων ὑπεκβᾶσ’ ἦλθες ἐς τήνδε χθόνα;
Εὐάδνη
1050 Ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων
κλύων: ἀκοῦσαι δ’ οὔ σε βούλομαι, πάτερ.
Ἶφις
Τί δ’; Οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι;
Εὐάδνη
Κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς.
Ἶφις
Σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας;
Εὐάδνη
1055 Θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ.
Ἶφις
Ὡς οὐκ ἐπ’ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν.
Εὐάδνη
Ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα.
Ἶφις
Κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας;
Εὐάδνη
Ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι.
Ἶφις
1060 Νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν.
Εὐάδνη
Πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος.
Ἶφις
Ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ;
Εὐάδνη
Ἀρετῇ: πόσει γὰρ συνθανοῦσα κείσομαι.
Ἶφις
Τί φῄς; τί τοῦτ’ αἴνιγμα σημαίνεις σαθρόν;
Εὐάδνη
1065 ᾌσσω θανόντος Καπανέως τήνδ’ ἐς πυράν.
Ἶφις
Ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς.
Εὐάδνη
Τοῦτ’ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν.
Ἶφις
Ἀλλ’ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε.
Εὐάδνη
Ὅμοιον: οὐ γὰρ μὴ κίχῃς μ’ ἑλὼν χερί.
1070 καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον,
ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.
Χορός
Ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.
Ἶφις
Ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.
Χορός
Ἔ ἔ, σχέτλια τάδε παθών,
1075 τὸ πάντολμον ἔργον ὄψῃ τάλας.
Ἶφις
Οὐκ ἄν τιν’ εὕροιτ’ ἄλλον ἀθλιώτερον.
Χορός
Ἰὼ τάλας:
μετέλαχες τύχας Οἰδιπόδα, γέρον,
μέρος καὶ σὺ πόλις ἐμὰ τλάμων.
Ἶφις
1080 οἴμοι: τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,
νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;
ἀλλ’ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,
γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,
αἰῶνα δ’ οὐκ ἔξεστιν. Εἰ δ’ ἦμεν νέοι
1085 δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,
διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ’ ἄν.
Ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους
παίδων ἐραστὴς ἦ πόθῳ τ’ ἀπωλλύμην.
†Εἰ δ’ ἐς τόδ’ ἦλθον κἀξεπειράθην τέκνων
1090 οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,
οὐκ ἄν ποτ’ ἐς τόδ’ ἦλθον εἰς ὃ νῦν κακόν:†
ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν
ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.
Εἶἑν: τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;
1095 στείχειν πρὸς οἴκους; κᾆτ’ ἐρημίαν ἴδω
πολλῶν μελάθρων, ἀπορίαν τ’ ἐμῷ βίῳ;
ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;
ἥδιστα πρίν γε δῆθ’, ὅτ’ ἦν παῖς ἥδε μοι.
Ἀλλ’ οὐκέτ’ ἔστιν, ἥ γ’ ἐμὴν γενειάδα
1100 προσήγετ’ αἰεὶ στόματι καὶ κάρα τόδε
κατεῖχε χειρί: πατρὶ δ’ οὐδὲν †ἥδιον†
γέροντι θυγατρός: ἀρσένων δὲ μείζονες
ψυχαί, γλυκεῖαι δ’ ἧσσον ἐς θωπεύματα.
Οὐχ ὡς τάχιστα δῆτά μ’ ἄξετ’ ἐς δόμους;
1105 σκότῳ δὲ δώσετ’: ἔνθ’ ἀσιτίαις ἐμὸν
δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.
Τί μ’ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;
ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σ’ ἔχων,
μισῶ δ’ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,
1110 βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι
παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν:
οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,
θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.
Χορός
Ἰὼ
τάδε δὴ παίδων †καὶ δὴ† φθιμένων
1115 ὀστᾶ φέρεται. λάβετ’, ἀμφίπολοι,
γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν
ῥώμη παίδων ὑπὸ πένθους —
πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ
καταλειβομένης τ’ ἄλγεσι πολλοῖς.
1120 τί γὰρ ἂν μεῖζον τοῦδ’ ἔτι θνητοῖς
πάθος ἐξεύροις
ἢ τέκνα θανόντ’ ἐσιδέσθαι;
Παἶδες
Φέρω φέρω,
τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,
1125 βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ,
ἐν δ’ ὀλίγῳ τἀμὰ πάντα συνθείς.
Χορός
Ἰὼ ἰώ,
πᾶ φέρεις δάκρυα φίλᾳ
ματρὶ τῶν ὀλωλότων;
1130 σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων
εὐδοκίμων δήποτ’ ἐν Μυκήναις;
Παἶδες
Ἅπαις, ἄπαις:
ἐγὼ δ’ ἔρημος ἀθλίου πατρὸς τάλας
ἔρημον οἶκον ὀρφανεύσομαι λαβών,
οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.
Χορός
1135 Ἰὼ ἰώ:
1135β ποῦ δὲ πόνος ἐμῶν τέκνων,
π
οῦ λοχευμάτων χάρις;
τροφαί τε ματρὸς ἄυπνά τ’ ὀμμάτων τέλη,
καὶ φίλιαι προσβολαὶ προσώπων;
Παἶδες
Βεβᾶσιν, οὐκέτ’ εἰσίν: οἴμοι πάτερ:
1140 βεβᾶσιν.
Χορός
Αἰθὴρ ἔχει νιν ἤδη,
πυρὸς τετακότας σποδῷ:
ποτανοὶ δ’ ἤνυσαν τὸν Ἅιδαν.
Παἶδες
Πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;
ἆρ’ ἀσπιδοῦχος ἔτι ποτ’ ἀντιτάσσομαι
1145 σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;
Παἶδες
Ἔτ’ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα
πατρῷος:
Χορός
Οὔπω κακὸν τόδ’ εὕδει.
αἰαῖ γόων: ἅλις τύχας,
ἅλις δ’ ἀλγέων ἐμοὶ πάρεστι.
Παἶδες
1150 Ἔτ’ Ἀσωποῦ με δέξεται γάνος
χαλκέοις ἐν ὅπλοις Δαναι¨δῶν στρατηλάταν,
τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.
Παἶδες
Ἔτ’ εἰσορᾶν σε, πάτερ, ἐπ’ ὀμμάτων δοκῶ . . .
Χορός
Φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.
Παἶδες
1155 λόγων δὲ παρακέλευσμα σῶν
ἀέρι φερόμενον οἴχεται.
Χορός
Δυοῖν δ’ ἄχη, ματρί τ’ ἔλιπεν —
σέ τ’ οὔποτ’ ἄλγη πατρῷα λείψει.
Παἶδες
Ἔχω τοσόνδε βάρος ὅσον μ’ ἀπώλεσεν.
Χορός
1160 Φέρ’, ἀμφὶ μαστὸν ὑποβάλω σποδόν.
Παἶδες
Ἔκλαυσα τόδε κλύων ἔπος
στυγνότατον: ἔθιγέ μου φρενῶν.
Χορός
Ὦ τέκνον, ἔβας: οὐκέτι φίλον
φίλας ἄγαλμ’ ὄψομαί σε ματρός.
Θησεύς
1165 Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,
ὁρᾶτε παῖδας τούσδ’ ἔχοντας ἐν χεροῖν
πατέρων ἀρίστων σώμαθ’ ὧν ἀνειλόμην:
τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.
Ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους
1170 σῴζειν, ὁρῶντας ὧν ἐκύρσατ’ ἐξ ἐμοῦ,
παισίν θ’ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,
τιμᾶν πόλιν τήνδ’, ἐκ τέκνων ἀεὶ τέκνοις
μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.
Ζεὺς δὲ ξυνίστωρ οἵ τ’ ἐν οὐρανῷ θεοὶ
1175 οἵων ὑφ’ ἡμῶν στείχετ’ ἠξιωμένοι.
Ἄδραστος
Θησεῦ, ξύνισμεν πάνθ’ ὅσ’ Ἀργείαν χθόνα
δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,
χάριν τ’ ἀγήρων ἕξομεν: γενναῖα γὰρ
παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.
Θησεύς
1180 Τί δῆτ’ ἔθ’ ὑμῖν ἄλλ’ ὑπουργῆσαί με χρή;
Ἄδραστος
Χαῖρ’: ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.
Θησεύς
Ἔσται τάδ’: ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.
Ἀθήνα
Ἄκουε, Θησεῦ, τούσδ’ Ἀθηναίας λόγους,
ἃ χρή σε δρᾶσαι, δρῶντα δ’ ὠφελεῖν τάδε.
1185 Μὴ δῷς τάδ’ ὀστᾶ τοῖσδ’ ἐς Ἀργείαν χθόνα
παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,
ἀλλ’ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων
πρῶτον λάβ’ ὅρκον. Τόνδε δ’ ὀμνύναι χρεὼν
Ἄδραστον: οὗτος κύριος, τύραννος ὤν,
1190 πάσης ὑπὲρ γῆς Δαναι¨δῶν ὁρκωμοτεῖν.
Ὁ δ’ ὅρκος ἔσται, μήποτ’ Ἀργείους χθόνα
ἐς τήνδ’ ἐποίσειν πολέμιον παντευχίαν,
ἄλλων τ’ ἰόντων ἐμποδὼν θήσειν δόρυ.
Ἢν δ’ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν
1195 κακῶς ὀλέσθαι πρόστρεπ’ Ἀργείων χθόνα.
Ἀθήνα
Ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σ’, ἄκουέ μου.
Ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,
ὃν Ἰλίου ποτ’ ἐξαναστήσας βάθρα
σπουδὴν ἐπ’ ἄλλην Ἡρακλῆς ὁρμώμενος
1200 στῆσαί σ’ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.
Ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν
ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,
κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,
μνημεῖά θ’ ὅρκων μαρτύρημά θ’ Ἑλλάδι.
1205 ᾟ δ’ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον
ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς
κρύψον παρ’ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν:
φόβον γὰρ αὐτοῖς, ἤν ποτ’ ἔλθωσιν πόλιν,
δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.
1210 Δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.
Τεμένη δ’, ἵν’ αὐτῶν σώμαθ’ ἡγνίσθη πυρί,
μέθες παρ’ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ:
σοὶ μὲν τάδ’ εἶπον: παισὶ δ’ Ἀργείων λέγω:
πορθήσεθ’ ἡβήσαντες Ἰσμηνοῦ πόλιν,
1215 πατέρων θανόντων ἐκδικάζοντες φόνον,
σύ τ’ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης
νέος καταστάς, παῖς τ’ ἀπ’ Αἰτωλῶν μολὼν
Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.
Ἀλλ’ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν
1220 καὶ χαλκοπληθῆ Δαναι¨δῶν ὁρμᾶν στρατὸν
ἑπτάστολον πύργωμα Καδμείων ἔπι:
πικροὶ γὰρ αὐτοῖς ἥξετ’, ἐκτεθραμμένοι
σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.
Κοὐκ ἔστιν ἄλλως: Ἔκγονοι δ’ ἀν’ Ἑλλάδα
1225 κλ
ηθέντες ᾠδὰς ὑστέροισι θήσετε:
τοῖον στράτευμα σὺν θεῷ πορεύσετε.
Θησεύς
Δέσποιν’ Ἀθάνα, πείσομαι λόγοισι σοῖς:
σὺ γάρ μ’ ἀνορθοῖς, ὥστε μὴ ‘ξαμαρτάνειν:
καὶ τόνδ’ ἐν ὅρκοις ζεύξομαι: μόνον σύ με
1230 ἐς ὀρθὸν ἵστη: σοῦ γὰρ εὐμενοῦς πόλει
οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν.
Χορός
Στείχωμεν, Ἄδρασθ’, ὅρκια δῶμεν
τῷδ’ ἀνδρὶ πόλει τ’: ἄξια δ’ ἡμῖν
προμεμοχθήκασι σέβεσθαι.
ELECTRA
ΑΥΤΟΥΡΓΟΣ
Ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί,
ὅθεν ποτ’ ἄρας ναυσὶ χιλίαις Ἄρη
ἐς γῆν ἔπλευσε Τρῳάδ’ Ἀγαμέμνων ἄναξ.
κτείνας δὲ τὸν κρατοῦντ’ ἐν Ἰλιάδι χθονὶ
Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν,
ἀφίκετ’ ἐς τόδ’ Ἄργος, ὑψηλῶν δ’ ἐπὶ
ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων.
κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι
θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ
καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί. 10
χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν
ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός,
ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων.
οὓς δ’ ἐν δόμοισιν ἔλιφ’ ὅτ’ ἐς Τροίαν ἔπλει,
ἄρσενά τ’ Ὀρέστην θῆλύ τ’ Ἠλέκτρας θάλος,
τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς
μέλλοντ’ Ὀρέστην χερὸς ὑπ’ Αἰγίσθου θανεῖν
Στροφίῳ τ’ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν·
ἣ δ’ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός,
ταύτην ἐπειδὴ θαλερὸς εἶχ’ ἥβης χρόνος, 20
μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός.