Complete Works of Euripides
Page 129
παῖδας γὰρ οὐ προύδωκα τοὺς ῾Ηρακλέους.
Σὺ δ’ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, 345
σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
Ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.
Χορός
Αἲλινον μὲν ἐπ’ εὐτυχεῖ
μολπᾷ Φοῖβος ἰαχεῖ
τὸν κάλλει φθιτόν, κιθάραν 350
ἐλαύνων πλήκτρῳ χρυσέῳ·
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ’
ἐς ὄρφναν μολόντα, παῖδ’
εἴτε Διός νιν εἴπω,
εἴτ’ ᾿Αμφιτρύωνος ἶνιν,
ὑμνῆσαι στεφάνωμα μό- 355
χθων δι’ εὐλογίας θέλω.
Γενναίων δ’ ἀρεταὶ πόνων
τοῖς θανοῦσιν ἄγαλμα.
Πρῶτον μὲν Διὸς ἄλσος
ἠρήμωσε λέοντος, 360
πυρσῷ δ’ ἀμφεκαλύφθη
ξανθὸν κρᾶτ’ ἐπινωτίσας
δεινῷ χάσματι θηρός.
Τάν τ’ ὀρεινόμον ἀγρίων
Κενταύρων ποτὲ γένναν 365
ἔστρωσεν τόξοις φονίοις,
ἐναίρων πτανοῖς βέλεσιν.
Ξύνοιδε Πηνειὸς ὁ καλ-
λιδίνας μακραί τ’ ἄρου-
ραι πεδίων ἄκαρποι
καὶ Πηλιάδες θεράπναι 370
σύγχορτοί τ’ ᾿Ομόλας ἔναυ-
λοι, πεύκαισιν ὅθεν χέρας
πληροῦντες χθόνα Θεσσαλῶν
ἱππείαις ἐδάμαζον.
Τάν τε χρυσοκάρανον 375
δόρκαν ποικιλόνωτον
συλήτειραν ἀγρωστᾶν
κτείνας, θηροφόνον θεὰν
Οἰνωᾶτιν ἀγάλλει.
Τεθρίππων τ’ ἐπέβα 380
καὶ ψαλίοις ἐδάμασε πώλους
Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλιν’ ἐθόαζον
κάθαιμα σῖτα γένυσι, χαρμοναῖσιν ἀν-
δροβρῶσι δυστράπεζοι· 385
πέραν δ’ ἀργυρορρύτων ῞Εβρου
διεπέρασεν ὄχθων,
Μυκηναίῳ πονῶν τυράννῳ.
Ἄν τε Πηλιάδ’ ἀκτὰν
᾿Αναύρου παρὰ πηγὰς 390
Κύκνον ξεινοδαΐκταν
τόξοις ὤλεσεν, ᾿Αμφαναί-
ας οἰκήτορ’ ἄμεικτον.
Ὑμνῳδούς τε κόρας
ἤλυθεν ἑσπέριον ἐς αὐλάν, χρυσέων πετά- 395
λων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρξων,
δράκοντα πυρσόνωτον, ὅς <σφ’> ἄπλατον ἀμ-
φελικτὸς ἕλικ’ ἐφρούρει,
κτανών· ποντίας θ’ ἁλὸς μυχοὺς 400
εἰσέβαινε, θνατοῖς
γαλανείας τιθεὶς ἐρετμοῖς.
Οὐρανοῦ θ’ ὑπὸ μέσσαν
ἐλαύνει χέρας ἕδραν,
῎Ατλαντος δόμον ἐλθών, 405
ἀστρωπούς τε κατέσχεν οἴ-
κους εὐανορίᾳ θεῶν.
Τὸν ἱππευτάν τ’ ᾿Αμαζόνων στρατὸν
Μαιῶτιν ἀμφὶ πολυπόταμον
ἔβα δι’ ῎Αξεινον οἶδμα λίμνας, 410
τίν’ οὐκ ἀφ’ ῾Ελλανίας
ἄγορον ἁλίσας φίλων,
κόρας ᾿Αρείας πέπλων
χρυσεόστολον φάρος,
ζωστῆρος ὀλεθρίους ἄγρας. 415
Τὰ κλεινὰ δ’ ῾Ελλὰς ἔλαβε βαρβάρου κόρας
λάφυρα, καὶ σῴζεται Μυκήναις.
Τάν τε μυριόκρανον
πολύφονον κύνα Λέρνας 420
ὕδραν ἐξεπύρωσεν,
βέλεσί τ’ ἀμφέβαλ’ <ἰόν>,
τὸν τρισώματον οἷσιν ἔ-
κτα βοτῆρ’ ᾿Ερυθείας.
Δρόμων τ’ ἄλλων ἀγάλματ’ εὐτυχῆ 425
διῆλθε· τόν τε πολυδάκρυον
ἔπλευσ’ ἐς ῞Αιδαν, πόνων τελευτάν,
ἵν’ ἐκπεραίνει τάλας
βίοτον, οὐδ’ ἔβα πάλιν.
στέγαι δ’ ἔρημοι φίλων, 430
τὰν δ’ ἀνόστιμον τέκνων
Χάρωνος ἐπιμένει πλάτα
βίου κέλευθον ἄθεον ἄδικον· ἐς δὲ σὰς
χέρας βλέπει δώματ’ οὐ παρόντος. 435
Εἰ δ’ ἐγὼ σθένος ἥβων
δόρυ τ’ ἔπαλλον ἐν αἰχμᾷ,
Καδμείων τε σύνηβοι,
τέκεσιν ἂν προπαρέσταν
ἀλκᾷ· νῦν δ’ ἀπολείπομαι 440
τᾶς εὐδαίμονος ἥβας.
Ἀλλ’ ἐσορῶ γὰρ τούσδε φθιμένων
ἔνδυτ’ ἔχοντας, τοὺς τοῦ μεγάλου
δή ποτε παῖδας τὸ πρὶν ῾Ηρακλέους,
ἄλοχόν τε φίλην ὑπὸ σειραίοις 445
ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν
πατέρ’ ῾Ηρακλέους. Δύστηνος ἐγώ,
δακρύων ὡς οὐ δύναμαι κατέχειν
γραίας ὄσσων ἔτι πηγάς. 450
Μεγάρα
Εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων
ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;
ἕτοιμ’ ἄγειν τὰ θύματ’ εἰς ῞Αιδου τάδε.
Ὦ τέκν’, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν,
ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. 455
Ὦ μοῖρα δυστάλαιν’ ἐμή τε καὶ τέκνων
τῶνδ’, οὓς πανύστατ’ ὄμμασιν προσδέρκομαι.
Ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δ’ ἐθρεψάμην
ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν.
Φεῦ·
ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, 460
ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ’ ἤλπισα.
Σοὶ μὲν γὰρ ῎Αργος ἔνεμ’ ὁ κατθανὼν πατήρ,
Εὐρυσθέως δ’ ἔμελλες οἰκήσειν δόμους
τῆς καλλικάρπου κράτος ἔχων Πε�
�ασγίας,
στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ 465
λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο.
Σὺ δ’ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ,
ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος,
ὡς ἐξέπειθες τὸν κατασπείραντά σε·
ἐς δεξιάν τε σὴν ἀλεξητήριον 470
ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν.
Σοὶ δ’ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ
τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο.
Τρεῖς δ’ ὄντας <ὑμᾶς> τριπτύχοις τυραννίσι
πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ. 475
Ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην,
κήδη συνάψουσ’, ἔκ τ’ ᾿Αθηναίων χθονὸς
Σπάρτης τε Θηβῶν θ’, ὡς ἀνημμένοι κάλῳς
πρυμνησίοισι βίον ἔχοιτ’ εὐδαίμονα.
Καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ’ ἡ τύχη 480
νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ’ ἔχειν,
ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν.
Πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε,
῞Αιδην νομίζων πενθερόν, κῆδος πατρός.
Ὤμοι, τίν’ ὑμῶν πρῶτον ἢ τίν’ ὕστατον 485
πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
μέλισσα συνενέγκαιμ’ ἂν ἐκ πάντων γόους,
ἐς ἓν δ’ ἐνεγκοῦσ’ ἀθρόον ἀποδοίην δάκρυ;
Ὦ φίλτατ’, εἴ τις φθόγγος εἰσακούεται 490
θνητῶν παρ’ ῞Αιδῃ, σοὶ τάδ’, ῾Ηράκλεις, λέγω·
θνῄσκει πατὴρ σὸς καὶ τέκν’, ὄλλυμαι δ’ ἐγώ,
ἣ πρὶν μακαρία διὰ σ’ ἐκλῃζόμην βροτοῖς.
ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι· 495
ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
᾿Αμφιτρύων
Σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι.
Ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρ’ ἐς οὐρανὸν δικὼν
αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ’ ὠφελεῖν
μέλλεις, ἀμύνειν, ὡς τάχ’ οὐδὲν ἀρκέσεις. 500
Καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
θανεῖν γάρ, ὡς ἔοικ’, ἀναγκαίως ἔχει.
Ἀλλ’, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
τοῦτον δ’ ὅπως ἥδιστα διαπεράσετε,
ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. 505
Ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
σῴζειν, τὸ δ’ αὑτοῦ σπουδάσας διέπτατο.
Ὁρᾶτ’ ἔμ’ ὅσπερ ἦ περίβλεπτος βροτοῖς
ὀνομαστὰ πράσσων, καί μ’ ἀφείλεθ’ ἡ τύχη
ὥσπερ πτερὸν πρὸς αἰθέρ’ ἡμέρᾳ μιᾷ. 510
Ὁ δ’ ὄλβος ὁ μέγας ἥ τε δόξ’ οὐκ οἶδ’ ὅτῳ
βέβαιός ἐστι. χαίρετ’· ἄνδρα γὰρ φίλον
πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
Μεγάρα
Ἔα·
ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ’· ἢ τί φῶ;
᾿Αμφιτρύων
Οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ’ ἔχει. 515
Μεγάρα
Ὅδ’ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
εἰ μή γ’ ὄνειρον ἐν φάει τι λεύσσομεν.
Τί φημί; ποῖ’ ὄνειρα κηραίνουσ’ ὁρῶ;
οὐκ ἔσθ’ ὅδ’ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
Δεῦρ’, ὦ τέκν’, ἐκκρίμνασθε πατρῴων πέπλων, 520
ἴτ’ ἐγκονεῖτε, μὴ μεθῆτ’, ἐπεὶ Διὸς
σωτῆρος ὑμῖν οὐδέν ἐσθ’ ὅδ’ ὕστερος.
῾Ηρακλῆς
Ὦ χαῖρε, μέλαθρον πρόπυλά θ’ ἑστίας ἐμῆς,
ὡς ἄσμενός σ’ ἐσεῖδον ἐς φάος μολών.
Ἔα· τί χρῆμα; τέκν’ ὁρῶ πρὸ δωμάτων 525
στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,
ὄχλῳ τ’ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,
πατέρα τε δακρύοντα συμφορὰς τίνας;
Φέρ’ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος; 530
Μεγάρα
Ὦ φίλτατ’ ἀνδρῶν ...
᾿Αμφιτρύων
Ὦ φάος μολὼν πατρί ....
Μεγάρα
Ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
῾Ηρακλῆς
Τί φῄς; τίν’ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
Μεγάρα
Διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
εἰ πρόσθεν ἥρπασ’ ἃ σὲ λέγειν πρὸς τόνδ’ ἐχρῆν· 535
τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
καὶ τἄμ’ ἔθνῃσκε τέκν’, ἀπωλλύμην δ’ ἐγώ.
῾Ηρακλῆς
῎Απολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.
Μεγάρα
Τεθνᾶσ’ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
῾Ηρακλῆς
Πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών; 540
Μεγάρα
Λύκος σφ’ ὁ καινὸς γῆς ἄναξ διώλεσεν.
῾Ηρακλῆς
Ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός;
Μεγάρα
Στάσει· τὸ Κάδμου δ’ ἑπτάπυλον ἔχει κράτος.
῾Ηρακλῆς
Τί δῆτα πρὸς σὲ καὶ γέροντ’ ἦλθεν φόβος;
Μεγάρα
Κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. 545
῾Ηρακλῆς
Τί φῄς; τί ταρβῶν ὀρφάνευμ’ ἐμῶν τέκνων;
Μεγάρα
Μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
῾Ηρακλῆς
Κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπ�
�ν;
Μεγάρα
Θανάτου τάδ’ ἤδη περιβόλαι’ ἀνήμμεθα.
῾Ηρακλῆς
Καὶ πρὸς βίαν ἐθνῄσκετ’; ὦ τλήμων ἐγώ. 550
Μεγάρα
Φίλων ἔρημοι· σὲ δὲ θανόντ’ ἠκούομεν.
῾Ηρακλῆς
Πόθεν δ’ ἐς ὑμᾶς ἥδ’ ἐσῆλθ’ ἀθυμία;
Μεγάρα
Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε.
῾Ηρακλῆς
Τί δ’ ἐξελείπετ’ οἶκον ἑστίαν τ’ ἐμήν;
Μεγάρα
Βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους... 555
῾Ηρακλῆς
Κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντ’ ἀτιμάσαι;
Μεγάρα
Αἰδώς γ’ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω.
῾Ηρακλῆς
Οὕτω δ’ ἀπόντες ἐσπανίζομεν φίλων;
Μεγάρα
Φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες;
῾Ηρακλῆς
Μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν; 560
Μεγάρα
Ἄφιλον, ἵν’ αὖθίς σοι λέγω, τὸ δυστυχές.
῾Ηρακλῆς
Οὐ ῥίψεθ’ ῞Αιδου τάσδε περιβολὰς κόμης
καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου
φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
Ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός — 565
πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
καινῶν τυράννων, κρᾶτα δ’ ἀνόσιον τεμὼν
ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ’ ὅσους
κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,
τῷ καλλινίκῳ τῷδ’ ὅπλῳ χειρώσομαι· 570
τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
νεκρῶν ἅπαντ’ ᾿Ισμηνὸν ἐμπλήσω φόνου,
Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
Τῷ γάρ μ’ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι· 575