by Euripides
Ἄπελθ’· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
μηδένα πελάζειν τοισίδ’ Ἑλλήνων δόμοις.
Μενελέως
[445] Ὦ· μὴ προσείλει χεῖρα μηδ’ ὤθει βίᾳ.
Γραῦς
Πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δ’ αἴτιος.
Μενελέως
Ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς. . . .
Γραῦς
Πικρῶς ἄρ’ οἶμαί γ’ ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενελέως
Ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραῦς
[450] Οἶκον πρὸς ἄλλον νύν τιν’ ἀντὶ τοῦδ’ ἴθι.
Μενελέως
Οὔκ, ἀλλ’ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
Γραῦς
Ὀχληρὸς ἴσθ’ ὤν· καὶ τάχ’ ὠσθήσῃ βίᾳ.
Μενελέως
Αἰαῖ· τὰ κλεινὰ ποῦ ‘στί μοι στρατεύματα;
Γραῦς
Οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ’, οὐκ ἐνθάδε.
Μενελέως
[455] Ὦ δαῖμον, ὡς ἀνάξι’ ἠτιμώμεθα.
Γραῦς
Τί βλέφαρα τέγγεις δάκρυσι; Πρὸς τίν’ οἰκτρὸς εἶ;
Μενελέως
Πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
Γραῦς
Οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενελέως
Τίς δ’ ἥδε χώρα; Τοῦ δὲ βασίλειοι δόμοι;
Γραῦς
[460] Πρωτεὺς τάδ’ οἰκεῖ δώματ’, Αἴγυπτος δὲ γῆ.
Μενελέως
Αἴγυπτος; Ὦ δύστηνος, οἷ πέπλευκ’ ἄρα.
Γραῦς
Τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενελέως
Οὐ τοῦτ’ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
Γραῦς
Πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελέως
[465] Ἔστ’ οὖν ἐν οἴκοις ὅντιν’ ὀνομάζεις ἄναξ;
Γραῦς
Τόδ’ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ’ ἄρχει χθονός.
Μενελέως
Ποῦ δῆτ’ ἂν εἴη; Πότερον ἐκτὸς ἢ ‘ν δόμοις;
Γραῦς
Οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελέως
Τίν’ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς
[470] Ἑλένη κατ’ οἴκους ἐστὶ τούσδ’ ἡ τοῦ Διός.
Μενελέως
Πῶς φῄς; Τίν’ εἶπας μῦθον; Αὖθίς μοι φράσον.
Γραῦς
Ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ’ ἦν.
Μενελέως
Πόθεν μολοῦσα; Τίνα τὸ πρᾶγμ’ ἔχει λόγον;
Γραῦς
Λακεδαίμονος γῆς δεῦρο νοστήσασ’ ἄπο.
Μενελέως
[475] Πότε; Οὔ τί που λελῄσμεθ’ ἐξ ἄντρων λέχος;
Γραῦς
[476] Πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν’, ἐς Τροίαν μολεῖν.
Ἀλλ’ ἕρπ’ ἀπ’ οἴκων· ἔστι γάρ τις ἐν δόμοις
τύχη, τύραννος ᾗ ταράσσεται δόμος.
Καιρὸν γὰρ οὐδέν’ ἦλθες· ἢν δὲ δεσπότης
[480] λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.
Εὔνους γάρ εἰμ’ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενελέως
[483] Τί φῶ; Τί λέξω; Συμφορὰς γὰρ ἀθλίας
ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
[485] εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
ἥκω δάμαρτα καὶ κατ’ ἄντρα σῴζεται,
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
δάμαρτος ἄλλη τοισίδ’ ἐνναίει δόμοις.
Διὸς δ’ ἔλεξε παῖδά νιν πεφυκέναι.
[490] Ἀλλ’ ἦ τις ἔστι Ζηνὸς ὄνομ’ ἔχων ἀνὴρ
Νείλου παρ’ ὄχθας; Εἷς γὰρ ὅ γε κατ’ οὐρανόν.
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
Ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
[495] Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
Τροίας τε; Ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
Πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
ὀνόματα ταὔτ’ ἔχουσι καὶ πόλις πόλει
γυνὴ γυναικί τ’· οὐδὲν οὖν θαυμαστέον.
[500] Οὐδ’ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
ὃς ὄνομ’ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
Κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ’ ὃς ἧψά νιν,
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
[505] Δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
ἢν δ’ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
[510] Κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
βίον προσαιτεῖν· ἀλλ’ ἀναγκαίως ἔχει.
Λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δ’ ἔπος,
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
Χορός
[515] Ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,
ἃ χρῄζουσ’ ἐφάνη τυράννοις
δόμοις, ὡς Μενέλαος οὔ
πω μελαμφαὲς οἴχεται
δι’ ἔρεβος χθονὶ κρυφθείς,
[520] ἀλλ’ ἔτι κατ’ οἶδμ’ ἅλιον
τρυχόμενος οὔπω λιμένων
ψαύσειεν πατρίας γᾶς,
ἀλατείᾳ βιότου
ταλαίφρων, ἄφιλος φίλων,
[525] παντοδαπᾶς ἐπὶ γᾶς πόδα
χριμπτόμενος εἰναλίῳ
κώπᾳ Τρῳάδος ἐκ γᾶς.
Ἑλένη
[528] Ἥδ’ αὖ τάφου τοῦδ’ εἰς ἕδρας ἐγὼ πάλιν
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
[530] ἣ πάντ’ ἀληθῶς οἶδε· φησὶ δ’ ἐν φάει
πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
πορθμοὺς δ’ ἀλᾶσθαι μυρίους πεπλωκότα
ἐκεῖσε κἀκεῖσ’ οὐδ’ ἀγύμναστον πλάνοις,
ἥξειν <δ’> ὅταν δὴ πημάτων λάβῃ τέλος.
[535] Ἓν δ’ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
Ἐγὼ δ’ ἀπέστην τοῦτ’ ἐρωτῆσαι σαφῶς,
ἡσθεῖσ’ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
Ἐγγὺς δέ νίν που τῆσδ’ ἔφασκ’ εἶναι χθονός,
ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
[540] Ὤμοι, πόθ’ ἥξεις; Ὡς ποθεινὸς ἂν μόλοις.
Ἔα, τίς οὗτος; Οὔ τί που κρυπτεύομαι
Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
Οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ
τάφῳ ξυνάψω κῶλον; Ἄγριος δέ τις
[545] μορφὴν ὅδ’ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.
Μενελέως
[546] Σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
τύμβου ‘πὶ κρηπῖδ’ ἐμπύρους τ’ ὀρθοστάτας,
μεῖνον· τί φεύγεις; Ὡς δέμας δείξασα σὸν
ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
Ἑλένη
[550] Ἀδικούμεθ’, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ
τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μ’ ἑλὼν θέλει
δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενελέως
Οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
Ἑλένη
Καὶ μὴν στολήν γ’ ἄμορφον ἀμφὶ σῶμ’ ἔχεις.
Μενελέως
[555] Στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.
Ἑλένη
Ἵστημ’, ἐπεί γε τοῦδ’ ἐφάπτομαι τόπου.
Μενελέως
Τίς εἶ; Τίν’ ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη
Σὺ δ’ εἶ τίς; Αὑτὸς γὰρ σὲ κἄμ’ ἔχει λόγος.
Μενελέως
Οὐπώποτ’ εἶδον προσφερέστερον δέμας.
Ἑλένη
[560] Ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
<Μενελέως
Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;>
Ἑλένη
Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενελέως
Ἑλένῃ σ’ ὁμοίαν δὴ μάλιστ’ εἶδον, γύναι.
Ἑλένη
Ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδ’ ἔχω τί φῶ.
Μενελέως
[565] Ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Ἑλένη
Ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενελέως
Ποίας δάμαρτος; Μὴ θίγῃς ἐμῶν πέπλων.
Ἑλένη
Ἣν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενελέως
Ὦ φωσφόρ’ Ἑκάτη, πέμπε φάσματ’ εὐμενῆ.
Ἑλένη
[570] Οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ’ ὁρᾷς.
Μενελέως
Οὐ μὴν γυναικῶν γ’ εἷς δυοῖν ἔφυν πόσις.
Ἑλένη
Ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενελέως
Ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
Ἑλένη
Οὐκ ἔστιν ἄλλη σή τις ἀντ’ ἐμοῦ γυνή.
Μενελέως
[575] Οὔ που φρονῶ μὲν εὖ, τὸ δ’ ὄμμα μου νοσεῖ;
Ἑλένη
Οὐ γάρ με λεύσσων σὴν δάμαρθ’ ὁρᾶν δοκεῖς;
Μενελέως
Τὸ σῶμ’ ὅμοιον, τὸ δὲ σαφές μ’ ἀποστερεῖ.
Ἑλένη
Σκέψαι· τί σοὐνδεῖ; Τίς δὲ σοῦ σοφώτερος;
Μενελέως
Ἔοικας· οὔτοι τοῦτό γ’ ἐξαρνήσομαι.
Ἑλένη
[580] Τίς οὖν διδάξει σ’ ἄλλος ἢ τὰ σ’ ὄμματα;
Μενελέως
Ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ’ ἄλλην ἔχω.
Ἑλένη
Οὐκ ἦλθον ἐς γῆν Τρῳάδ’, ἀλλ’ εἴδωλον ἦν.
Μενελέως
Καὶ τίς βλέποντα σώματ’ ἐξεργάζεται;
Ἑλένη
Αἰθήρ, ὅθεν σὺ θεοπόνητ’ ἔχεις λέχη.
Μενελέως
[585] Τίνος πλάσαντος θεῶν; Ἄελπτα γὰρ λέγεις.
Ἑλένη
Ἥρας, διάλλαγμ’, ὡς Πάρις με μὴ λάβοι.
Μενελέως
Πῶς οὖν ἂν ἐνθάδ’ ἦσθά <τ’> ἐν Τροίᾳ θ’ ἅμα;
Ἑλένη
Τοὔνομα γένοιτ’ ἂν πολλαχοῦ, τὸ σῶμα δ’ οὔ.
Μενελέως
Μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
Ἑλένη
[590] Λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν’ ἐξάξεις λέχη;
Μενελέως
Καὶ χαῖρέ γ’, Ἑλένῃ προσφερὴς ὁθούνεκ’ εἶ.
Ἑλένη
Ἀπωλόμην· λαβοῦσά σ’ οὐχ ἕξω πόσιν.
Μενελέως
Τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δ’ οὔ.
Ἑλένη
Οἲ ἐγώ· τίς ἡμῶν ἐγένετ’ ἀθλιωτέρα;
[595] Οἱ φίλτατοι λείπουσί μ’ οὐδ’ ἀφίξομαι
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
Ἄγγελος
[597] Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελέως
[600] Τί δ’ ἔστιν; Οὔ που
βαρβάρων συλᾶσθ’ ὕπο;
Ἄγγελος
Θαῦμ’ ἔστ’, ἔλασσον τοὔνομ’ ἢ τὸ πρᾶγμ’ ἔχον.
Μενελέως
Λέγ’· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Ἄγγελος
Λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενελέως
Παλαιὰ θρηνεῖς πήματ’· ἀγγέλλεις δὲ τί;
Ἄγγελος
[605] Βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
ἀρθεῖσ’ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται
λιποῦσα σεμνὸν ἄντρον οὗ σφ’ ἐσῴζομεν,
τοσόνδε λέξασ’· Ὦ ταλαίπωροι Φρύγες
πάντες τ’ Ἀχαιοί, δι’ ἔμ’ ἐπὶ Σκαμανδρίοις
[610] ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,
δοκοῦντες Ἑλένην οὐκ ἔχοντ’ ἔχειν Πάριν.
Ἐγὼ δ’, ἐπειδὴ χρόνον ἔμειν’ ὅσον με χρῆν,
τὸ μόρσιμον σῴσασα, πατέρ’ ἐς οὐρανὸν
ἄπειμι· φήμας δ’ ἡ τάλαινα Τυνδαρὶς
[615] ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
Ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδ’ ἦσθ’ ἄρα;
Ἐγὼ δέ σ’ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
δέμας φοροίης. Οὐκ ἐῶ σε κερτομεῖν
[620] ἡμᾶς τόδ’ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ
πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
Μενελέως
Τοῦτ’ ἔστ’ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι
οἱ τῆσδ’ ἀληθεῖς. Ὦ ποθεινὸς ἡμέρα,
ἥ σ’ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
Ἑλένη
[625] Ὦ φίλτατ’ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος
παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
Ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
περί τ’ ἐπέτασα χέρα
φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
Μενελέως
[630] Κἀγὼ σέ· πολλοὺς δ’ ἐν μέσῳ λόγους ἔχων