Complete Works of Euripides

Home > Other > Complete Works of Euripides > Page 159
Complete Works of Euripides Page 159

by Euripides


  Μενελέως

  Χρηστήριον μὲν τοὔνομ’· ὅ τι δὲ δρᾷ φράσον.

  Ἑλένη

  Πάντ’ οἶδ’, ἐρεῖ τε συγγόνῳ παρόντα σε.

  Μενελέως

  Θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.

  Ἑλένη

  [825] Ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν

  Μενελέως

  Τί χρῆμα δρᾶσαι; Τίν’ ὑπάγεις μ’ ἐς ἐλπίδα;

  Ἑλένη

  Παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.

  Μενελέως

  Πείσαντε δ’ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;

  Ἑλένη

  Κοινῇ γ’ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δ’ ἂν οὔ.

  Μενελέως

  [830] Σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.

  Ἑλένη

  Ὡς οὐκ ἄχρωστα γόνατ’ ἐμῶν ἕξει χερῶν.

  Μενελέως

  Φέρ’, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;

  Ἑλένη

  Θανῇ· γαμοῦμαι δ’ ἡ τάλαιν’ ἐγὼ βίᾳ.

  Μενελέως

  Προδότις ἂν εἴης· τὴν βίαν σκήψασ’ ἔχεις.

  Ἑλένη

  [835] Ἀλλ’ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα . . .

  Μενελέως

  Τί φῄς; Θανεῖσθαι; Κοὔποτ’ ἀλλάξεις λέχη;

  Ἑλένη

  Ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.

  Μενελέως

  Ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.

  Ἑλένη

  Ψαύω, θανόντος σοῦ τόδ’ ἐκλείψειν φάος.

  Μενελέως

  [840] Κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.

  Ἑλένη

  Πῶς οὖν θανούμεθ’ ὥστε καὶ δόξαν λαβεῖν;

  Μενελέως

  [842] Τύμβου ‘πὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.

  Πρῶτον δ’ ἀγῶνα μέγαν ἀγωνιούμεθα

  λέκτρων ὑπὲρ σῶν. Ὁ δὲ θέλων ἴτω πέλας·

  [845] τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος

  οὐδ’ Ἑλλάδ’ ἐλθὼν λήψομαι πολὺν ψόγον,

  ὅστις Θέτιν μὲν ἐστέρησ’ Ἀχιλλέως,

  Τελαμωνίου δ’ Αἴαντος εἰσεῖδον σφαγάς,

  τὸν Νηλέως τ’ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν

  [850] οὐκ ἀξιώσω κατθανεῖν δάμαρτ’ ἐγώ;

  Μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,

  εὔψυχον ἄνδρα πολεμίων θανόνθ’ ὕπο

  κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,

  κακοὺς δ’ ἐφ’ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.

  Χορός

  [855] Ὦ θεοί, γενέσθω δή ποτ’ εὐτυχὲς γένος

  τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.

  Ἑλένη

  Οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδ’ ἔχω.

  Μενέλαε, διαπεπράγμεθ’· ἐκβαίνει δόμων

  ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος

  [860] κλῄθρων λυθέντων. Φεῦγ’· ἀτὰρ τί φευκτέον;

  Ἀποῦσα γάρ σε καὶ παροῦσ’ ἀφιγμένον

  δεῦρ’ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην.

  Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς

  ἐς βάρβαρ’ ἐλθὼν φάσγαν’ αὖθις ἐμπεσῇ.

  Θεονόη

  [865] Ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας

  θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,

  ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·

  σὺ δ’ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ

  στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,

  [870] κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.

  Νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος

  ἐφέστιον φλόγ’ ἐς δόμους κομίζετε.

  Ἑλένη, τί τἀμὰ πῶς ἔχει θεσπίσματα;

  Ἥκει πόσις σοι Μενέλεως ὅδ’ ἐμφανής,

  [875] νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.

  Ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,

  οὐδ’ οἶσθα νόστον οἴκαδ’ εἴτ’ αὐτοῦ μενεῖς·

  ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι

  ἔσται πάρεδρος Ζηνὶ τῷδ’ ἐν ἤματι.

  [880] Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,

  νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει

  ξὺν τῇδ’, ἵν’ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,

  δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·

  Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,

  [885] ὡς μὴ ‘ξελεγχθῇ μηδὲ πριαμένη φανῇ

  τὸ κάλλος, Ἑλένης οὕνεκ’, ἀνονήτοις γάμοις.

  Τέλος δ’ ἐφ’ ἡμῖν, εἴθ’, ἃ βούλεται Κύπρις,

  λέξασ’ ἀδελφῷ σ’ ἐνθάδ’ ὄντα διολέσω,

  εἴτ’ αὖ μεθ’ Ἥρας στᾶσα σὸν σώσω βίον,

  [890] κρύψασ’ ὁμαίμον’, ὅς με προστάσσει τάδε

  εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς. . . .

  Τίς εἶσ’ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ

  παρόνθ’, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;

  Ἑλένη

  [894] Ὦ παρθέν’, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ

  [895] καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα

  ὑπέρ τ’ ἐμαυτῆς τοῦδέ θ’, ὃν μόλις ποτὲ

  λαβοῦσ’ ἐπ’ ἀκμῆς εἰμι κατθανόντ’ ἰδεῖν·

  μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν

  τόνδ’ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,

  [900] σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ

  τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,

  χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.

  Μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ

  κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.

 
; [905] Ἐατέος δ’ ὁ πλοῦτος ἄδικός τις ὤν.

  Κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς

  καὶ γαῖ’, ἐν ᾗ χρὴ δώματ’ ἀναπληρουμένους

  τἀλλότρια μὴ σχεῖν μηδ’ ἀφαιρεῖσθαι βίᾳ.

  Ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ’ ἐμοί,

  [910] Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει

  τῷδ’ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.

  Πῶς οὖν θανὼν ἂν ἀπολάβοι; Κεῖνος δὲ πῶς

  τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ’ ἄν;

  Ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·

  [915] πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας

  βούλοιντ’ ἂν ἢ οὐ βούλοιντ’ ἂν ἀποδοῦναι πάλιν;

  Δοκῶ μέν. Οὔκουν χρή σε συγγόνῳ πλέον

  νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.

  Εἰ δ’ οὖσα μάντις καὶ τὰ θεῖ’ ἡγουμένη

  [920] τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,

  τῷ δ’ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,

  αἰσχρὸν τὰ μέν σε θεῖα πάντ’ ἐξειδέναι,

  τά τ’ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.

  Τήν τ’ ἀθλίαν ἔμ’, οἷσιν ἔγκειμαι κακοῖς,

  [925] ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·

  Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·

  ἣ κλῄζομαι καθ’ Ἑλλάδ’ ὡς προδοῦσ’ ἐμὸν

  πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.

  Ἢν δ’ Ἑλλάδ’ ἔλθω κἀπιβῶ Σπάρτης <πάλιν>,

  [930] κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν

  ὤλοντ’, ἐγὼ δὲ προδότις οὐκ ἄρ’ ἦ φίλων,

  πάλιν μ’ ἀνάξουσ’ ἐς τὸ σῶφρον αὖθις αὖ,

  ἑδνώσομαί τε θυγατέρ’, ἣν οὐδεὶς γαμεῖ,

  τὴν δ’ ἐνθάδ’ ἐκλιποῦσ’ ἀλητείαν πικρὰν

  [935] ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.

  Κεἰ μὲν θανὼν ὅδ’ ἐν πυρᾷ κατεσφάγη,

  πρόσω σφ’ ἀπόντα δακρύοις ἂν ἠγάπων·

  νῦν δ’ ὄντα καὶ σωθέντ’ ἀφαιρεθήσομαι;

  Μὴ δῆτα, παρθέν’, ἀλλά σ’ ἱκετεύω τόδε·

  [940] δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους

  πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε

  κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς

  ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.

  Χορός

  Οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,

  [945] οἰκτρὰ δὲ καὶ σύ. Τοὺς δὲ Μενέλεω ποθῶ

  λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.

  Μενελέως

  [947] Ἐγὼ σὸν οὔτ’ ἂν προσπεσεῖν τλαίην γόνυ

  οὔτ’ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν

  δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.

  [950] Καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς

  ἐν ξυμφοραῖσι δάκρυ’ ἀπ’ ὀφθαλμῶν βαλεῖν.

  Ἀλλ’ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,

  αἱρήσομαι ‘γὼ πρόσθε τῆς εὐψυχίας.

  Ἀλλ’, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον

  [955] ζητοῦντά γ’ ὀρθῶς ἀπολαβεῖν δάμαρτ’ ἐμήν,

  ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,

  ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις

  ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.

  Ἃ δ’ ἄξι’ ἡμῶν καὶ δίκαι’ ἡγούμεθα

  [960] καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,

  λέξω τάδ’ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·

  Ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,

  ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,

  ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.

  [965] Οἶδ’ οὕνεκ’ ἡμῖν οὔποτ’ ἀποδώσεις θανών·

  ἀλλ’ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον

  οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον

  κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.

  Ὦ νέρτερ’ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,

  [970] ὃς πόλλ’ ἐδέξω τῆσδ’ ἕκατι σώματα

  πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δ’ ἔχεις·

  ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,

  ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον

  κρείσσω φανεῖσαν τἀμά γ’ ἀποδοῦναι λέχη.

  [975] Εἰ δ’ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,

  ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.

  Ὅρκοις κεκλῄμεθ’, ὡς μάθῃς, ὦ παρθένε,

  πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ

  κἀκεῖνον ἢ ‘μὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.

  [980] Ἢν δ’ ἐς μὲν ἀλκὴν μὴ πόδ’ ἀντιθῇ ποδί,

  λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,

  κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ’ ἐμὸν

  πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε

  τύμβου ‘πὶ νώτοις τοῦδ’, ἵν’ αἵματος ῥοαὶ

  [985] τάφου καταστάζωσι· κεισόμεσθα δὲ

  νεκρὼ δύ’ ἑξῆς τῷδ’ ἐπὶ ξεστῷ τάφῳ,

  ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.

  Οὐ γὰρ γαμεῖ τήνδ’ οὔτε σύγγονος σέθεν

  οὔτ’ ἄλλος οὐδείς· ἀλλ’ ἐγώ σφ’ ἀπάξομαι,

  [990] εἰ μὴ πρὸς οἴκους δυνάμεθ’, ἀλλὰ πρὸς νεκρούς.

  Τί ταῦτα; Δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος

  ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.

  Κτεῖν’, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·

  μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,


  [995] ἵν’ ᾖς δικαία καὶ δάμαρτ’ ἐγὼ λάβω.

  Χορός

  [996] Ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·

  οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.

  Θεονόη

  Ἐγὼ πέφυκά τ’ εὐσεβεῖν καὶ βούλομαι,

  φιλῶ τ’ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς

  [1000] οὐκ ἂν μιάναιμ’, οὐδὲ συγγόνῳ χάριν

  δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.

  Ἔνεστι δ’ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα

  ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα

  ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.

  [1005] Ἥρᾳ δ’, ἐπείπερ βούλεταί σ’ εὐεργετεῖν,

  ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δ’ ἐμοὶ

  ἵλεως μὲν εἴη, ξυμβέβηκε δ’ οὐδαμοῦ·

  πειράσομαι δὲ παρθένος μένειν ἀεί.

  Ἃ δ’ ἀμφὶ τύμβῳ τῷδ’ ὀνειδίζεις πατρί,

  [1010] ἡμῖν ὅδ’ αὑτὸς μῦθος. Ἀδικοίημεν ἄν,

  εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων

  ἀπέδωκεν ἂν σοὶ τήνδ’ ἔχειν, ταύτῃ δὲ σέ.

  Καὶ γὰρ τίσις τῶνδ’ ἐστὶ τοῖς τε νερτέροις

  καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς

  [1015] τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δ’ ἔχει

  ἀθάνατον εἰς ἀθάνατον αἰθέρ’ ἐμπεσών.

  Ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι

  ἅ μου καθικετεύσατ’, οὐδὲ μωρίᾳ

  ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.

  [1020] Εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσ’ ὅμως,

  ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.

  Αὐτοὶ μὲν οὖν ὁδόν τιν’ ἐξευρίσκετε,

  ἐγὼ δ’ ἀποστᾶσ’ ἐκποδὼν σιγήσομαι.

  Ἐκ τῶν θεῶν δ’ ἄρχεσθε χἱκετεύετε

 

‹ Prev