by Euripides
θεογόνων γάμων,
τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;
[348] Καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,
Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
[350] δῆλος ὁρᾶσθαι
τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
Ὦ χιλιόναυν στρατὸν ὁρμήσας
ἐς γῆν Ἀσίαν,
χαῖρ’, εὐτυχίᾳ δ’ αὐτὸς ὁμιλεῖς,
[355] θεόθεν πράξας ἅπερ ηὔχου.
Μενέλαος
[356] Ὦ δῶμα, τῇ μέν σ’ ἡδέως προσδέρκομαι
Τροίαθεν ἐλθών, τῇ δ’ ἰδὼν καταστένω·
κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
οὐπώποτ’ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
[360] Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
[365] ὅς μοι τόδ’ εἶπεν ἐμφανῶς κατασταθείς·
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
Δακρύων δ’ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
πολλῶν. Ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
[370] ἤδη δάμαρτος ἐνθάδ’ ἐξορμωμένης,
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
[375] Καὶ νῦν ὅπου ‘στὶν εἴπατ’, ὦ νεάνιδες,
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείν’ ἔτλη κακά.
Βρέφος γὰρ ἦν τότ’ ἐν Κλυταιμήστρας χεροῖν,
ὅτ’ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
ὥστ’ οὐκ ἂν αὐτὸν γνωρίσαιμ’ ἂν εἰσιδών.
Ὀρέστης
[380] Ὃδ’ εἴμ’ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
Ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
Τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
σῷσόν μ’· ἀφῖξαι δ’ αὐτὸς ἐς καιρὸν κακῶν.
Μενέλαος
[385] Ὦ θεοί, τί λεύσσω; Τίνα δέδορκα νερτέρων;
Ὀρέστης
Εὖ γ’ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δ’ ὁρῶ.
Μενέλαος
Ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ὀρέστης
Οὐχ ἡ πρόσοψίς μ’, ἀλλὰ τἄργ’ αἰκίζεται.
Μενέλαος
Δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ὀρέστης
[390] Τὸ σῶμα φροῦδον· τὸ δ’ ὄνομ’ οὐ λέλοιπέ μοι.
Μενέλαος
Ὦ παρὰ λόγον μοι σὴ φανεῖσ’ ἀμορφία.
Ὀρέστης
Ὅδ’ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενέλαος
Ἤκουσα, φείδου δ’· ὀλιγάκις λέγειν κακά.
Ὀρέστης
Φειδόμεθ’· ὁ δαίμων δ’ ἐς ἐμὲ πλούσιος κακῶν.
Μενέλαος
[395] Τί χρῆμα πάσχεις; Τίς σ’ ἀπόλλυσιν νόσος;
Ὀρέστης
Ἡ σύνεσις, ὅτι σύνοιδα δείν’ εἰργασμένος.
Μενέλαος
Πῶς φῄς; Σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ὀρέστης
Λύπη μάλιστά γ’ ἡ διαφθείρουσά με
Μενέλαος
Δεινὴ γὰρ ἡ θεός, ἀλλ’ ὅμως ἰάσιμος.
Ὀρέστης
[400] Μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.
Μενέλαος
Ἤρξω δὲ λύσσης πότε; Τίς ἡμέρα τότ’ ἦν;
Ὀρέστης
Ἐν ᾗ τάλαιναν μητέρ’ ἐξώγκουν τάφῳ.
Μενέλαος
Πότερα κατ’ οἴκους ἢ προσεδρεύων πυρᾷ;
Ὀρέστης
Νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενέλαος
[405] Παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
Ὀρέστης
Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενέλαος
Ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;
Ὀρέστης
Ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενέλαος
Οἶδ’ ἃς ἔλεξας, ὀνομάσαι δ’ οὐ βούλομαι.
Ὀρέστης
[410] Σεμναὶ γάρ· εὐπαίδευτα δ’ ἀπετρέπου λέγειν.
Μενέλαος
Αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
Ὀρέστης
Οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
Μενέλαος
Οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ὀρέστης
Ἀλλ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
Μενέλαος
[415] Μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.
Ὀρέστης
Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενέλαος
Ἀμαθέστερός γ’ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ὀρέστης
Δουλεύομεν θεοῖς, ὅ τι ποτ’ εἰσὶν οἱ θεοί.
Μενέλαος
Κᾆτ’ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ὀρέστης
[420] Μέλλει· τὸ θεῖον δ’ ἐστὶ τοιοῦτον φύσει.
Μενέλαος
Πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ὀρέστης
Ἕκτον τόδ’ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
Μενέλαος
Ὡς ταχὺ μετῆλθόν σ’ αἷμα μητέρος θεαί.
Ὀρέστης
/> Οὐ σοφός, ἀληθὴς δ’ ἐς φίλους <ἔφυν φίλος.>
Μενέλαος
[425] Πατρὸς δὲ δή τι σ’ ὠφελεῖ τιμωρία;
Ὀρέστης
Οὔπω· τὸ μέλλον δ’ ἴσον ἀπραξίᾳ λέγω.
Μενέλαος
Τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;
Ὀρέστης
Μισούμεθ’ οὕτως ὥστε μὴ προσεννέπειν.
Μενέλαος
Οὐδ’ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;
Ὀρέστης
[430] Ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.
Μενέλαος
Τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;
Ὀρέστης
Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.
Μενέλαος
Συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.
Ὀρέστης
Οὗ γ’ οὐ μετῆν μοι· διὰ τριῶν δ’ ἀπόλλυμαι.
Μενέλαος
[435] Τίς δ’ ἄλλος; Ἦ που τῶν ἀπ’ Αἰγίσθου φίλων;
Ὀρέστης
Οὗτοί μ’ ὑβρίζουσ’, ὧν πόλις τὰ νῦν κλύει.
Μενέλαος
Ἀγαμέμνονος δὲ σκῆπτρ’ ἐᾷ σ’ ἔχειν πόλις;
Ὀρέστης
Πῶς, οἵτινες ζῆν οὐκ ἐῶσ’ ἡμᾶς ἔτι;
Μενέλαος
Τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;
Ὀρέστης
[440] Ψῆφος καθ’ ἡμῶν οἴσεται τῇδ’ ἡμέρᾳ.
Μενέλαος
Φεύγειν πόλιν τήνδ’; Ἢ θανεῖν ἢ μὴ θανεῖν;
Ὀρέστης
Θανεῖν ὑπ’ ἀστῶν λευσίμῳ πετρώματι.
Μενέλαος
Κᾆτ’ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;
Ὀρέστης
Κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.
Μενέλαος
[445] Ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;
Ὀρέστης
Πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.
Μενέλαος
Ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.
Ὀρέστης
[448] Ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
Ἀλλ’ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
[450] μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
ἀλλ’ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
Ὄνομα γάρ, ἔργον δ’ οὐκ ἔχουσιν οἱ φίλοι
[455] οἱ μὴ ‘πὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.
Χορός
Καὶ μὴν γέροντι δεῦρ’ ἁμιλλᾶται ποδὶ
ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.
Ὀρέστης
[459] Ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε
[460] στείχει πρὸς ἡμᾶς, οὗ μάλιστ’ αἰδώς μ’ ἔχει
ἐς ὄμματ’ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
Καὶ γάρ μ’ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
φιλήματ’ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
παῖδ’ ἀγκάλαισι περιφέρων, Λήδα θ’ ἅμα,
[465] τιμῶντέ μ’ οὐδὲν ἧσσον ἢ Διοσκόρω·
οἷς, ὦ τάλαινα καρδία ψυχή τ’ ἐμή,
ἀπέδωκ’ ἀμοιβὰς οὐ καλάς. Τίνα σκότον
λάβω προσώπῳ; Ποῖον ἐπίπροσθεν νέφος
θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
Τυνδάρεως
[470] Ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
Μενέλαον; Ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
Ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
[475] στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.
Μενέλαος
Ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
Τυνδάρεως
Ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμ’ ἐμόν.
ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
Ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
[480] στίλβει νοσώδεις ἀστραπάς, στύγημ’ ἐμόν.
Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;
Μενέλαος
Τί γάρ; Φίλου μοι πατρός ἐστιν ἔκγονος.
Τυνδάρεως
Κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
Μενέλαος
Πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.
Τυνδάρεως
[485] Βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.
Μενέλαος
Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
Τυνδάρεως
Καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.
Μενέλαος
Πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ’ ἐν τοῖς σοφοῖς.
Τυνδάρεως
Κέκτησό νυν σὺ τοῦτ’, ἐγὼ δ’ οὐ κτήσομαι.
Μενέλαος
[490] Ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.
Τυνδάρεως
[491] Πρὸς τόνδ’ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;
Εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
τούτου τίς ἀνδρῶν ἐγένετ’ ἀσυνετώτερος,
ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
[495] οὐδ’ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;
Ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα ,
[499] αἴσχιστον ἔργον οὐ γὰρ αἰνέσω ποτέ
[500] χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,
ὁσίαν διώκοντ’, ἐκβαλεῖν τε δωμάτων
&
nbsp; μητέρα· τὸ σῶφρόν τ’ ἔλαβεν ἀντὶ συμφορᾶς
καὶ τοῦ νόμου τ’ ἂν εἴχετ’ εὐσεβής τ’ ἂν ἦν.
Νῦν δ’ ἐς τὸν αὐτὸν δαίμον’ ἦλθε μητέρι.
[505] Κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,
αὐτὸς κακίων μητέρ’ ἐγένετο κτανών.
Ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·
εἰ τόνδ’ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
χὡ τοῦδε παῖς αὖ μητέρ’ ἀνταποκτενεῖ,
[510] κἄπειθ’ ὁ κείνου γενόμενος φόνῳ φόνον
λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
Καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·
ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
οὐδ’ εἰς ἀπάντημ’, ὅστις αἷμ’ ἔχων κυροῖ,
[515] φυγαῖσι δ’ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.
Αἰεὶ γὰρ εἷς ἔμελλ’ ἐνέξεσθαι φόνῳ,
τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
Ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
πρώτην δὲ θυγατέρ’, ἣ πόσιν κατέκτανεν·
[520] Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτ’ αἰνέσω
οὐδ’ ἂν προσείποιμ’· οὐδὲ σὲ ζηλῶ, κακῆς
γυναικὸς ἐλθόνθ’ οὕνεκ’ ἐς Τροίας πέδον.
Ἀμυνῶ δ’, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
[525] παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσ’ ἀεί.
Ἐπεὶ τίν’ εἶχες, ὦ τάλας, ψυχὴν τότε,
ὅτ’ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
μήτηρ; Ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,
δακρύοις γέροντ’ ὀφθαλμὸν ἐκτήκω τάλας.
[530] Ἓν <δ’> οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·
μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
μανίαις ἀλαίνων καὶ φόβοις. Τί μαρτύρων
ἄλλων ἀκούειν δεῖ μ’, ἅ γ’ εἰσορᾶν πάρα;