Book Read Free

Complete Works of Euripides

Page 176

by Euripides

ἰδόνθ’· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται

  τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ.

  Ὃς εἶπ’ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις

  [915] βάλλοντας· ὑπὸ δ’ ἔτεινε Τυνδάρεως λόγους

  τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.

  Ἄλλος δ’ ἀναστὰς ἔλεγε τῷδ’ ἐναντία,

  μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ’ ἀνήρ,

  ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,

  [920] αὐτουργός οἵπερ καὶ μόνοι σῴζουσι γῆν

  ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,

  ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον·

  ὃς εἶπ’ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος

  στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,

  [925] κακὴν γυναῖκα κἄθεον κατακτανών,

  ἣ κεῖν’ ἀφῄρει, μήθ’ ὁπλίζεσθαι χέρα

  μήτε στρατεύειν ἐκλιπόντα δώματα,

  εἰ τἄνδον οἰκουρήμαθ’ οἱ λελειμμένοι

  φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.

  [930] Καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.

  [931] Κοὐδεὶς ἔτ’ εἶπε. Σὸς δ’ ἐπῆλθε σύγγονος,

  ἔλεξε δ’· ὦ γῆν Ἰνάχου κεκτημένοι,

  πάλαι Πελασγοί, Δαναί¨δαι δεύτερον,

  ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ

  [935] ἔκτεινα μητέρ’. Εἰ γὰρ ἀρσένων φόνος

  ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτ’ ἔτ’ ἂν

  θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών·

  τοὐναντίον δὲ δράσετ’ ἢ δρᾶσαι χρεών.

  Νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρ’ ἐμοῦ πατρὸς

  [940] τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτ’ ἐμέ,

  ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν·

  ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.

  Ἀλλ’ οὐκ ἔπειθ’ ὅμιλον, εὖ δοκῶν λέγειν.

  Νικᾷ δ’ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,

  [945] ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.

  Μόλις δ’ ἔπεισε μὴ πετρουμένους θανεῖν

  τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ

  ὑπέσχετ’ ἐν τῇδ’ ἡμέρᾳ λείψειν βίον

  σὺν σοί. Πορεύει δ’ αὐτὸν ἐκκλήτων ἄπο

  [950] Πυλάδης δακρύων· σὺν δ’ ὁμαρτοῦσιν φίλοι

  κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι

  πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.

  Ἀλλ’ εὐτρέπιζε φάσγαν’ ἢ βρόχον δέρῃ·

  ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲ

  [955] οὐδέν σ’ ἐπωφέλησεν, οὐδ’ ὁ Πύθιος

  τρίποδα καθίζων Φοῖβος, ἀλλ’ ἀπώλεσεν.

  Χορός

  Ὦ δυστάλαινα παρθέν’, ὡς ξυνηρεφὲς

  πρόσωπον εἰς γῆν σὸν βαλοῦσ’ ἄφθογγος εἶ,

  ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.

  Ἠλέκτρα

  [960] Κατάρχομαι στεναγμόν, ὦ Πελασγία,

  τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων,

  αἱματηρὸν ἄταν,

  κτύπον τε κρατός, ὃν ἔλαχ’ ἁ κατὰ χθονὸς

  νερτέρων Περσέφασσα καλλίπαις θεά.

  [965] Ἰαχείτω δὲ γᾶ Κυκλωπία,

  σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον,

  πήματ’ οἴκων.

  Ἔλεος ἔλεος ὅδ’ ἔρχεται

  τῶν θανουμένων ὕπερ,

  [970] στρατηλατᾶν Ἑλλάδος ποτ’ ὄντων.

  [971] Βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων

  πρόπασα γέννα Πέλοπος ὅ τ’ ἐπὶ μακαρίοις

  ζῆλος ὤν ποτ’ οἴκοις·

  Φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴς

  [975] φοινία ψῆφος ἐν πολίταις.

  Ἰὼ ἰώ, πανδάκρυτ’ ἐφαμέρων

  ἔθνη πολύπονα, λεύσσεθ’, ὡς παρ’ ἐλπίδας

  μοῖρα βαίνει.

  Ἕτερα δ’ ἕτερος ἀμείβεται

  [980] πήματ’ ἐν χρόνῳ μακρῷ·

  βροτῶν δ’ ὁ πᾶς ἀστάθμητος αἰών.

  [982] Μόλοιμι τὰν οὐρανοῦ

  μέσον χθονός <τε> τεταμέναν

  αἰωρήμασι πέτραν,

  ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι,

  βῶλον ἐξ Ὀλύμπου,

  ἵν’ ἐν θρήνοισιν ἀναβοάσω

  [985] γέροντι πατρὶ Ταντάλῳ

  ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων,

  οἳ κατεῖδον ἄτας,

  ποτανὸν μὲν δίωγμα πώλων

  τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε

  [990] πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον

  δικὼν ἐς οἶδμα πόντου,

  λευκοκύμοσιν

  πρὸς Γεραιστίαις

  ποντίων σάλων

  ᾐόσιν ἁρματεύσας.

  [995] Ὅθεν δόμοισι τοῖς ἐμοῖς

  ἦλθ’ ἀρὰ πολύστονος,

  λόχευμα ποιμνίοισι Μαιάδος τόκου,

  τὸ χρυσόμαλλον ἀρνὸς ὁπότ’

  ἐγένετο τέρας ὀλοὸν ὀλοὸν

  [1000] Ἀτρέος ἱπποβώτα·

  ὅθεν Ἔρις τό τε πτερωτὸν

  ἁλίου μετέβαλεν ἅρμα,

  τὰν πρὸς ἑσπέραν κέλευθον

  οὐρανοῦ προσαρμόσα-

  σα μονόπωλον ἐς Ἀῶ,

  [1005] ἑπταπόρου τε δράμημα Πελειάδος

  εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει,

  τῶνδέ τ’ ἀμείβει . . . θανάτους θανά-

  των τά τ’ ἐπώνυμα δεῖπνα Θυέστου

  λέκτρα τε Κρήσσας Ἀερόπας δολί-

  [1010] ας δολίοισι γάμοις· τὰ πανύστατα δ’

  εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε

  δόμων πολ
υπόνοις ἀνάγκαις.

  Χορός

  Καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει

  ψήφῳ θανάτου κατακυρωθείς,

  ὅ τε πιστότατος πάντων Πυλάδης,

  [1015] ἰσάδελφος ἀνήρ, ἰθύνων

  νοσερὸν κῶλον Ὀρέστου,

  ποδὶ κηδοσύνῳ παράσειρος.

  Ἠλέκτρα

  [1018] Οἲ ἐγώ· πρὸ τύμβου γάρ σ’ ὁρῶσ’ ἀναστένω,

  ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.

  [1020] Οἲ ἐγὼ μάλ’ αὖθις· ὥς σ’ ἰδοῦσ’ ἐν ὄμμασιν

  πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.

  Ὀρέστης

  Οὐ σῖγ’ ἀφεῖσα τοὺς γυναικείους γόους

  στέρξεις τὰ κρανθέντ’; Οἰκτρὰ μὲν τάδ’, ἀλλ’ ὅμως

  φέρειν σ’ ἀνάγκη τὰς παρεστώσας τύχας.

  Ἠλέκτρα

  [1025] Καὶ πῶς σιωπῶ; Φέγγος εἰσορᾶν θεοῦ

  τόδ’ οὐκέθ’ ἡμῖν τοῖς ταλαιπώροις μέτα.

  Ὀρέστης

  Σὺ μή μ’ ἀπόκτειν’· ἅλις ὑπ’ Ἀργείας χερὸς

  τέθνηχ’ ὁ τλήμων· τὰ δὲ παρόντ’ ἔα κακά.

  Ἠλέκτρα

  Ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου

  [1030] θανάτου τ’ ἀώρου. ζῆν ἐχρῆν σ’, ὅτ’ οὐκέτ’ εἶ.

  Ὀρέστης

  Μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,

  ἐς δάκρυα πορθμεύουσ’ ὑπομνήσει κακῶν.

  Ἠλέκτρα

  Θανούμεθ’· οὐχ οἷόν τε μὴ στένειν κακά.

  Πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.

  Ὀρέστης

  [1035] Τόδ’ ἦμαρ ἡμῖν κύριον· δεῖ δ’ ἢ βρόχους

  ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.

  Ἠλέκτρα

  Σύ νύν μ’, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ

  ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.

  Ὀρέστης

  Ἅλις τὸ μητρὸς αἷμ’ ἔχω· σὲ δ’ οὐ κτενῶ,

  [1040] ἀλλ’ αὐτόχειρι θνῇσχ’ ὅτῳ βούλῃ τρόπῳ.

  Ἠλέκτρα

  Ἔσται τάδ’· οὐδὲν σοῦ ξίφους λελείψομαι.

  ἀλλ’ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.

  Ὀρέστης

  Τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε

  θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.

  Ἠλέκτρα

  [1045] Ὦ φίλτατ’, ὦ ποθεινὸν ἥδιστόν τ’ ἔχων

  τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.

  Ὀρέστης

  [1047] Ἔκ τοί με τήξεις· καί σ’ ἀμείψασθαι θέλω

  φιλότητι χειρῶν. Τί γὰρ ἔτ’ αἰδοῦμαι τάλας;

  Ὦ στέρν’ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμ’ ἐμόν,

  [1050] τάδ’ ἀντὶ παίδων καὶ γαμηλίου λέχους

  προσφθέγματ’ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.

  Ἠλέκτρα

  Φεῦ·

  πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι

  καὶ μνῆμα δέξαιθ’ ἕν, κέδρου τεχνάσματα;

  Ὀρέστης

  Ἥδιστ’ ἂν εἴη ταῦθ’· ὁρᾷς δὲ δὴ φίλων

  [1055] ὡς ἐσπανίσμεθ’, ὥστε κοινωνεῖν τάφου.

  Ἠλέκτρα

  Οὐδ’ εἶφ’ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,

  Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;

  Ὀρέστης

  [1058] Οὐδ’ ὄμμ’ ἔδειξεν, ἀλλ’ ἐπὶ σκήπτροις ἔχων

  τὴν ἐλπίδ’, εὐλαβεῖτο μὴ σῴζειν φίλους.

  [1060] Ἀλλ’ εἶ’ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος

  δράσαντε κατθανούμεθ’ ἀξιώτατα.

  Κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,

  παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δ’ αὖ χρεὼν

  ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.

  [1065] Πυλάδη, σὺ δ’ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,

  καὶ κατθανόντοιν εὖ περίστειλον δέμας

  θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.

  Καὶ χαῖρ’· ἐπ’ ἔργον δ’, ὡς ὁρᾷς, πορεύομαι.

  Πυλάδης

  Ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,

  [1070] εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας.

  Ὀρέστης

  Τί γὰρ προσήκει κατθανεῖν σ’ ἐμοῦ μέτα;

  Πυλάδης

  Ἤρου; Τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;

  Ὀρέστης

  Οὐκ ἔκτανες σὴν μητέρ’, ὡς ἐγὼ τάλας.

  Πυλάδης

  Σὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ.

  Ὀρέστης

  [1075] Ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι.

  Σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δ’ οὐκ ἔστι δή,

  καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.

  Γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδ’ ἐσφάλης,

  ἥν σοι κατηγγύησ’ ἑταιρίαν σέβων·

  [1080] σὺ δ’ ἄλλο λέκτρον παιδοποίησαι λαβών,

  κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτ’ ἔστι δή.

  Ἀλλ’, ὦ ποθεινὸν ὄμμ’ ὁμιλίας ἐμῆς,

  χαῖρ’· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν·

  οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.

  Πυλάδης

  [1085] Ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.

  Μήθ’ αἷμά μου δέξαιτο κάρπιμον πέδον,

  μὴ λαμπρὸς αἰθήρ, εἴ σ’ ἐγὼ προδούς ποτε

  ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.

  Καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,

  [1090] καὶ πάντ’ ἐβούλευσ’ ὧν σὺ νῦν τίνεις δίκας·

  καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδ’ ὁμοῦ.

  Ἐμὴν γὰρ αὐτήν, ἧς <γε> λέχος ἐπῄνεσα,


  κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτε

  γῆν Δελφίδ’ ἐλθὼν Φωκέων ἀκρόπτολιν,

  [1095] ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,

  νῦν δ’ οὐκέτ’ εἰμὶ δυστυχοῦντί σοι φίλος;

  Οὐκ ἔστιν. Ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·

  ἐπεὶ δὲ κατθανούμεθ’, ἐς κοινοὺς λόγους

  ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.

  Ὀρέστης

  [1100] Ὦ φίλτατ’, εἰ γὰρ τοῦτο κατθάνοιμ’ ἰδών.

  Πυλάδης

  Πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς.

  Ὀρέστης

  Μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.

  Πυλάδης

  Σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.

  Ὀρέστης

  Μηδὲν τρέσῃς τάσδ’· ὡς πάρεισ’ ἡμῖν φίλαι.

  Πυλάδης

  [1105] Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.

  Ὀρέστης

  Πῶς; Τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γ’ ἔσται καλῶς.

  Πυλάδης

  Σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.

  Ὀρέστης

  Μάλιστα· καὶ δὴ πάντ’ ἀποσφραγίζεται.

  Πυλάδης

  Ἀλλ’ οὐκέθ’, Ἅιδην νυμφίον κεκτημένη.

  Ὀρέστης

  [1110] Καὶ πῶς; Ἔχει γὰρ βαρβάρους ὀπάονας.

  Πυλάδης

  Τίνας; Φρυγῶν γὰρ οὐδέν’ ἂν τρέσαιμ’ ἐγώ.

  Ὀρέστης

  Οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.

  Πυλάδης

  Τρυφὰς γὰρ ἥκει δεῦρ’ ἔχουσα Τρωικάς;

  Ὀρέστης

  Ὥσθ’ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.

  Πυλάδης

  [1115] Οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.

  Ὀρέστης

  Καὶ μὴν τόδ’ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.

  Πυλάδης

 

‹ Prev