Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 88
Delphi Complete Works of Dio Chrysostom Page 88

by Dio Chrysostom


  ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,

  τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγἐ ὀπίσσω

  ζωῷ, ἀτὰρ τεθνεῶτί γ᾽ ἐφεψιόωνται ἅπαντες:

  ὃς δ᾽ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,

  τοῦ μέντοι κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι

  πάντας ἐπ᾽ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.

  [48] τὸ μὲν οὖν ἐμόν, ὅπερ ἔφην, ἥδιστα καὶ προθυμότατα τοῦτον εἴποιμ᾽ ἂν τὸν λόγον, τὸν ὑπὲρ τοῦ Διὸς καὶ τῆς τοῦ παντὸς φύσεως. ἐπεὶ δὲ πλείων ἐστὶ παντὸς τοῦ καιροῦ τοῦ παρόντος καὶ δεόμενος ἀποδείξεων ἀκριβεστέρων, αὖθίς ποτε ἴσως γένοιτ᾽ [49] ἂν σχολὴ διελθεῖν αὐτόν. εἰ δ᾽ ἄρα μῦθον ἐθέλοις τινὰ ἀκοῦσαι, μᾶλλον δὲ ἱερὸν καὶ ὑγιῆ λόγον σχήματι μύθου λεγόμενον, τυχὸν οὐκ ἄτοπός σοι φανήσεται νῦν τε καὶ ὕστερον ἐνθυμουμένῳ κατὰ σαυτὸν ὃν ἐγώ ποτε ἤκουσα γυναικὸς Ἠλείας ἢ Ἀρκαδίας ὑπὲρ Ἡρακλέους διηγουμένης. [50] ὡς γὰρ ἔτυχον ἐν τῇ φυγῇ ποτε ἀλώμενος: καὶ πολλήν γε χάριν οἶδα τοῖς θεοῖς, ὅτι με οὐκ εἴασαν θεατὴν γενέσθαι πολλῶν καὶ ἀδίκων πραγμάτων: ἐπῄειν δ᾽ οὖν ὡς ἐδυνάμην πλείστην γῆν ἐν ἀγύρτου σχήματι καὶ στολῇ, τοῦτο μὲν παρ᾽ Ἕλληνας, τοῦτο δὲ παρὰ βαρβάρους,

  αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.

  καὶ δή ποτε ἀφικόμενος εἰς Πελοπόννησον ταῖς μὲν πόλεσιν οὐ [51] πάνυ προσῄειν, περὶ δὲ τὴν χώραν διέτριβον, ἅτε πολλὴν ἱστορίαν ἔχουσαν, νομεῦσι καὶ κυνηγέταις, γενναίοις τε καὶ ἁπλοῖς ἤθεσιν, [p. 10] [52] ἐπιμιγνύμενος. καὶ δὴ βαδίζων ὡς ἀφ᾽ Ἡραίας εἰς Πῖσαν παρὰ τὸν Ἀλφειὸν μέχρι μέν τινος ἐπετύγχανον τῆς ὁδοῦ, μεταξὺ δὲ εἰς ὕλην τινὰ καὶ δυσχωρίαν ἐμπεσὼν καὶ πλείους ἀτραποὺς ἐπὶ βουκόλἰ ἄττα καὶ ποίμνας φερούσας, οὐδενὶ συναντῶν οὐδὲ δυνάμενος ἐρέσθαι, διαμαρτάνω τε καὶ ἐπλανώμην μεσημβρίᾳ σταθερᾷ. ἰδὼνοὖν ἐπὶ ὑψηλῷ τινι δρυῶν συστροφὴν οἷον ἄλσος, ᾠχόμην ὡς ἀποψόμενος ἐντεῦθεν ὁδόν τινα ἢ οἰκίαν. [53] καταλαμβάνω οὖν λίθους τέ τινας εἰκῇ ξυγκειμένους καὶ δέρματα ἱερείων κρεμάμενα καὶ ῥόπαλα καὶ βακτηρίας, νομέων τινῶν ἀναθήματα, ὡς ἐφαίνετο, ὀλίγον δὲ ἀπωτέρω καθημένην γυναῖκα ἰσχυρὰν καὶ μεγάλην, τῇδὲ ἡλικίᾳ πρεσβυτέραν, τὰ μὲν ἄλλα ἄγροικον στολὴν ἔχουσαν, [54] πλοκάμους δέ τινας πολιοὺς καθεῖτο. ταύτην ἕκαστα ἀνηρώτων. ἣ δὲ πάνυ πρᾴως καὶ φιλοφρόνως δωρίζουσα τῇ φωνῇ τόν τε τόπον ἔφραζεν ὡς Ἡρακλέους ἱερὸς εἴη, καὶ περὶ αὑτῆς, ὅτι παῖδα ἔχοι ποιμένα καὶ πολλάκις αὐτὴ νέμοι τὰ πρόβατα: ἔχειν δὲ μαντικὴνἐκ μητρὸς θεῶν δεδομένην, χρῆσθαι δὲ αὐτῇ τούς τε νομέας πάντας τοὺς πλησίον καὶ τοὺς γεωργοὺς ὑπὲρ καρπῶν καὶ βοσκημάτων γενέσεως καὶ σωτηρίας. [55] καὶ σὺ δὲ ἐλήλυθας, ἔφη, οὐκ ἄνευ θείας τύχης εἰς τόνδε τὸν τόπον: οὐ γὰρ ἐάσω σε ἀπελθεῖν μάτην. καὶ μετὰ τοῦτο ἤδη προέλεγεν ὅτι οὐ πολὺς χρόνος ἔσοιτόμοι τῆς ἄλης καὶ τῆς ταλαιπωρίας, οὔτε σοί, εἶπεν, οὔτε τοῖς ἄλλοις ἀνθρώποις. [56] ταῦτα δὲ ἔλεγεν, οὐχ ὥσπερ οἱ πολλοὶ τῶν λεγομένων ἐνθέων ἀνδρῶν καὶ γυναικῶν, ἀσθμαίνουσα καὶ περιδινοῦσα τὴν κεφαλὴν καὶ πειρωμένη δεινὸν ἐμβλέπειν, ἀλλὰ πάνυ ἐγκρατῶς καὶ σωφρόνως. συμβαλεῖς δέ, ἔφη, ποτὲ ἀνδρὶ καρτερῷ,πλείστης ἄρχοντι χώρας καὶ ἀνθρώπων: τούτῳ μήποτε ὀκνήσῃς εἰπεῖν τόνδε τὸν μῦθον, εἰ καί σου καταφρονεῖν τινες μέλλοιεν ὡς ἀδολέσχου καὶ πλάνητος. [57] οἱ γὰρ ἀνθρώπων λόγοι καὶ τὰ πάντα σοφίσματα οὐδενὸς ἄξια πρὸς τὴν παρὰ τῶν θεῶν ἐπίπνοιαν καὶ [p. 11] φήμην. ὅσοι γάρ ποτε σοφοὶ καὶ ἀληθεῖς κατ᾽ ἀνθρώπους λόγοι περὶ θεῶν τε καὶ τοῦ σύμπαντος, οὐκ ἄνευ θείας ποτε βουλήσεως καὶ τύχης ἐν ψυχῇ ποτε ἀνθρώπων ἐγένοντο διὰ τῶν πρώτων μαντικῶν τε καὶ θείων ἀνδρῶν: [58] οἷον ἐν Θρᾴκῃ τινὰ λέγουσιν Ὀρφέα γενέσθαι Μούσης υἱόν, ἄλλον δὲ ποιμένα ἐν ὄρει τινὶ τῆς Βοιωτίας αὐτῶν ἀκοῦσαι τῶν Μουσῶν: ὅσοι δὲ ἄνευ δαιμονίου κατοχῆς καὶ ἐπιπνοίας λόγους τινὰς ὡς ἀληθεῖς παρ᾽ αὑτῶν ἐκόμισαν εἰς τὸν βίον ἀτόπους καὶ πονηρούς. ἄκουε δὴ τοῦδε τοῦ μύθου σφόδρα ἐγρηγορώς τε καὶ τὸν νοῦν προσέχων, ὅπως διαμνημονεύσας ἀπαγγείλῃς πρὸς ἐκεῖνον, ᾧ φημί σε συμβαλεῖν. ἔστι δὲ περὶ τοῦδε τοῦ θεοῦ, παρ᾽ ᾧ νῦν ἐσμεν. [59] ἦν μὲν γάρ, ὡς πάντες λέγουσι, Διὸς υἱὸς ἐξ Ἀλκμήνης, βασιλεὺς δὲ οὐ μόνον Ἄργους, ἀλλὰ καὶ τῆς Ἑλλάδος ἁπάσης. τοῦτο δὲ οἱ πολλοὶ οὐκ ἴσασιν, ἀλλ᾽ ὅτι αὐτὸς ἀπεδήμει στρατευόμενος καὶ φυλάττων τὴν ἀρχήν, οἱ δ᾽ Εὐρυσθέα φασὶ βασιλεύειν τότε ὃς ἦν πάντων φιλοπονώτατος καὶ πολὺ κρείττων τῶν ἐκεῖ. ταῦτα μὲν οὖν λέγεται μάτην ὑπ᾽ αὐτῶν. [60] ἐκεῖνος δὲ οὐ μόνον τῆς Ἑλλάδος ἦν βασιλεύς, ἀλλ᾽ ἀπ᾽ ἀνίσχοντος ἡλίου μέχρι δυομένου πάσης ἦρχε γῆς καὶ τῶν ἀνθρώπων ἁπάντων, [61] παρ᾽ οἷς ἱερά ἐστιν Ἡρακλέους. ἦν δὲ καὶ πεπαιδευμένος ἁπλῶς, πολυτρόπως οὐδὲ περιττῶς σοφίσμασι καὶ πανουργήμασιν ἀνθρώπων κακοδαιμόνων. λέγουσι δὲ καὶ ταῦτα περὶ Ἡρακλέους, ὡς γυμνὸς ᾔει μόνον ἔχων λεοντῆν καὶ ῥόπαλον. [62] τοῦτο δὲ οὕτως λέγουσιν, ὅτι ἐκεῖνος οὔτε χρυσίον οὔτε ἀργύριον οὔτε ἐσθῆτα περὶ πολλοῦ ἐποιεῖτο, ἀλλὰ ταῦτα πάντα ἐνόμιζε τοῦ μηδενὸς ἄ
ξια, πλὴν ὅσον δοῦναι καὶ χαρίσασθαι. πολλοῖς γοῦν οὐ μόνον χρήματα ἄπειρα καὶ γῆν καὶ ἀγέλας ἵππων καὶ βοῶν, ἀλλὰ βασιλείας καὶ πόλεις ὅλας ἐδωρήσατο. ἐπίστευε γὰρ αὑτοῦ πάντα εἶναι καὶ οὐδὲν ἀλλότριον, προσγίγνεσθαι δὲ τοῖς δοθεῖσι τὴν εὔνοιαν τῶν λαβόντων. [63] οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθές φασιν ὅτι [p. 12] δὴ περιῄει μόνος ἄνευ στρατιᾶς. οὐ γὰρ δυνατὸν πόλεις τε ἐξαιρεῖν καὶ τυράννους ἀνθρώπους καταλύειν καὶ πᾶσι πανταχοῦ προστάττειν χωρὶς δυνάμεως. δτι δὲ αὐτουργὸς ἦν καὶ τῇ ψυχῇ πρόθυμος καὶ τὸ σῶμα ἱκανὸς καὶ πάντων μάλιστα ἐπόνει, μόνον αὐτὸν ἔφασαν βαδίζειν καὶ πράττειν ἅπαντα ὅσα βούλοιτο. [64] καὶμὴν ὅ γε πατὴρ αὐτοῦ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο, ὁρμάς τε ἀγαθὰς ἐπιπέμπων καὶ εἰς ὁμιλίας ἀνθρώπων ἀγαθῶν ἄγων. ἐσήμαινε δὲ καὶ δι᾽ οἰωνῶν καὶ δι᾽ ἐμπύρων καὶ διὰ πάσης μαντικῆς ἕκαστα. [65] ἐπεὶ δὲ ἐώρα βουλόμενον ἄρχειν αὐτόν, οὐ τῶν ἡδονῶν οὐδὲ τῶν πλεονεξιῶν ἐπιθυμοῦντα, ὧν ἕνεκεν οἱ πολλοὶ τούτου ἐρῶσιν, ἀλλ̓ὡς ἂν δύνηται πλεῖστα καὶ πλείστους εὖ ποιεῖν, ἐπιστάμενος αὐτοῦ γενναίαν οὖσαν τὴν φύσιν, ὅμως δὲ ὑπονοῶν ὅσον ἦν ἐν αὐτῷ θνητόν, καὶ ὅτι πολλὰ παραδείγματα ἐν ἀνθρώποις πονηρὰ εἴη τρυφῆς καὶ ἀκολασίας καὶ πολλοὶ παρατρέπουσιν ἄκοντα τὸν πεφυκότα ὀρθῶς ἔξω τῆς αὑτοῦ φύσεώς τε καὶ γνώμης, ταῦτα [66] λογιζόμενος Ἑρμῆν ἔπεμψε, κελεύσας ἃ δεῖ ποιεῖν. ὁ δὲ ἀφικόμενος εἰς Θήβας, ἔνθα νέος ὢν ἐτρέφετο Ἡρακλῆς, ἔφραζέν τε ὃς εἴη καὶ παρ᾽ ὅτου πεμφθείς, καὶ ἄγει λαβὼν αὐτὸν ἄφραστον καὶ ἄβατον ἀνθρώποις ὁδόν, ἕως ἦλθεν ἐπί τινα ὑπεροχὴν ὄρους περιφανῆ καὶ σφόδρα ὑψηλήν, τὰ δὲ ἔξωθεν δεινῶς ἀπότομον κρημνοῖσὀρθίοις καὶ βαθείᾳ φάραγγι ποταμοῦ κύκλῳ περιρρέοντος, πολὺν ψόφον τε καὶ ἦχον ἀναδιδόντος, ὡς τοῖς κάτωθεν ἀναβλέπουσι μίαν ὁρᾶσθαι τὴν ἄνω κορυφήν, τὸ δὲ ἀληθὲς ἦν δίδυμος ἐκ μιᾶς ῥίζης, καὶ πολύ γε ἀλλήλων διεστήκεσαν. [67] ἐκαλεῖτο δὲ αὐτῶν ἡ μὲν βασίλειος ἄκρα, ἱερὰ Διὸς βασιλέως, ἡ δὲ ἑτέρα τυραννική,Τυφῶνος ἐπώνυμος. δύο δὲ εἶχον ἔξωθεν ἐφόδους εἰς αὑτάς, ἑκατέρα ἡ μὲν βασίλειος ἀσφαλῆ καὶ πλατεῖαν, ὡς ἀκινδύνως τε καὶ ἀπταίστως δι᾽ αὐτῆς εἰσιέναι ἐφ᾽ ἅρματος ἐλαύνοντα, εἴ τῳ δεδομένον εἴη παρὰ τοῦ μεγίστου θεῶν: ἡ δὲ ἑτέρα [p. 13] στενήν τε καὶ σκολιὰν καὶ βίαιον, ὡς τοὺς πλείστους πειρωμένους αὐτῆς οἴχεσθαι κατὰ τῶν κρημνῶν καὶ τοῦ ῥεύματος, ἅτε οἶμαι παρὰ δίκην ἰόντας. [68] φαίνεται μὲν οὖν, ὅπερ ἔφην, τοῖς πολλοῖς, ἅτε ὁρῶσι μακρόθεν, ἄμφω μία τε καὶ ἐν ταὐτῷ σχεδόν, ὑπερέχει δὲ ἡ βασίλειος κορυφὴ τοσοῦτον ὥστ᾽ ἐκείνη μὲν ἐπάνω τῶν νεφῶν ἐστιν, ἐν αὐτῷ τῷ τε καθαρῷ καὶ αἰθρίῳ ἀέρι, ἡ δὲ ἑτέρα πολὺ κατωτέρω, περὶ αὐτὴν μάλιστα τὴν τῶν νεφῶν συστροφήν, σκοτεινὴ καὶ ἀχλυώδης. [69] ἄγων οὖν ἐκεῖσε ὁ Ἑρμῆς ἐπέδειξε τὴν φύσιν τοῦ χωρίου. τοῦ δὲ Ἡρακλέους, ἅτε νέου καὶ φιλοτίμου, προθυμουμένου θεάσασθαι τἄνδον, Οὐκοῦν ἕπου, φησίν, ἵνα καὶ σαφῶς ἴδῃς τὴν διαφορὰν τῶν ἄλλων, ἃ λανθάνει τοὺς ἀνοήτους. [70] ἐπεδείκνυεν οὖν αὐτῷ πρῶτον ἐπὶ τῆς μείζονος κορυφῆς καθημένην ἐν θρόνῳ λαμπρῷ γυναῖκα εὐειδῆ καὶ μεγάλην, ἐσθῆτι λευκῇ κεκοσμημένην, σκῆπτρον ἔχουσαν οὐ χρυσοῦν οὐδὲ ἀργυροῦν, ἀλλ᾽ ἑτέρας φύσεως καθαρᾶς καὶ πολὺ λαμπροτέρας, ὁποίαν μάλιστα τὴν Ἥραν γράφουσι: [71] τὸ δὲ πρόσωπον φαιδρὸν ὁμοῦ καὶ σεμνόν, ὡς τοὺς μὲν ἀγαθοὺς ἅπαντας θαρρεῖν ὁρῶντας, κακὸν δὲ μηδένα δύνασθαι προσιδεῖν, μὴ μᾶλλον ἢ τὸν ἀσθενῆ τὴν ὄψιν ἀναβλέψαι πρὸς τὸν τοῦ ἡλίου κύκλον: καθεστηκὸς δὲ καὶ ὅμοιον αὐτῆς τὸ εἶδος ὁρᾶσθαι καὶ τὸ βλέμμα οὐ μετατρεπόμενον: [72] πολλὴν δ᾽ εὐφημίαν τε καὶ ἡσυχίαν ἀθόρυβον κατέχειν τὸν τόπον. ἦν δὲ ἅπαντα μεστὰ καρπῶν τε καὶ ζῴων εὐθηνούντων ἀπὸ παντὸς γένους: παρῆν δὲ καὶ χρυσὸς αὐτόθι ἄπλετος σεσωρευμένος καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος. οὐ μὴν ἐκείνη γε οὐδὲν τῷ χρυσῷ προσεῖχεν οὐδὲ ἐτέρπετο, [73] ἀλλὰ μᾶλλον τοῖς καρποῖς τε καὶ ζῴοις. ἰδὼν οὖν αὐτὴν ὁ Ἡρακλῆς ᾐδέσθη τε καὶ ἠρυθρίασεν, τιμῶν καὶ σεβόμενος, ὡς ἂν ἀγαθὸς παῖς μητέρα γενναίαν. καὶ ἤρετο τίς ἐστι θεῶν τὸν Ἑρμῆν: ὁ δὲ εἶπεν, Αὕτη σοι μακαρία δαίμων Βασιλεία, Διὸς βασιλέως ἔκγονος. ὁ δὲ Ἡρακλῆς ἐχάρη καὶ ἐθάρρησε πρὸς αὐτήν. καὶ αὖθις ἐπήρετο τὰς σὺν αὐτῇ γυναῖκας. τίνες εἰσίν; ἔφη: ὡς [p. 14] [74] εὐσχήμονες καὶ μεγαλοπρεπεῖς καὶ ἀρρενωποί. ἥδε μέν, ἔφη, σοι ἡ προσορῶσα γοργόν τε καὶ πρᾷον, ἐκ δεξιῶν καθημένη, Δίκη, πλείστῳ δὴ καὶ φανερωτάτῳ λάμπουσα κάλλει. παρὰ δὲ αὐτὴν Εὐνομία, πάνυ ὁμοία καὶ μικρὸν διαφέρουσα τὸ εἶδος. [75] ἐκ δὲ τοῦ ἐπὶ θάτερα μέρους γυνὴ σφόδρα ὡραία καὶ ἁβρῶς ἐσταλμένη καὶμειδιῶσα ἀλύπως: εἰρήνην καλοῦσιν αὐτήν: ὁ δ᾽ ἐγγὺς οὗτος ἑστηκὼς τῆς Βασιλείας παρ᾽ αὐτὸ τὸ σκῆπτρον ἔμπροσθεν ἰσχυρὸς ἀνήρ, πολιὸς καὶ μεγαλόφρων, οὗτος δὴ καλεῖται Νόμος, ὁ δὲ αὐτὸς καὶ λόγος ὀρθὸς κέκληται, σύμβουλος καὶ πάρεδρος, οὗ χωρὶς οὐδὲν ἐκείναις πρᾶξαι θέμις οὐδὲ διανοηθῆναι. [76] ταῦτα μὲν οὖνἀκούων καὶ ὁρῶν ἐτέρπετο καὶ προσεῖχε τὸν νοῦν, ὡς οὐδέποτε αὐτῶ�
� ἐπιλησόμενος. ἐντεῦθεν δὴ ἐπεὶ κατιόντες ἐγένοντο κατὰ τὴν τυραννικὴν εἴσοδον, Δεῦρο, ἔφη, θέασαι καὶ τὴν ἑτέραν, ἧς ἐρῶσιν οἱ πολλοὶ καὶ περὶ ἧς πολλὰ καὶ παντοδαπὰ πράγματα ἔχουσι, φονεύοντες οἱ ταλαίπωροι, παῖδές τε γονεῦσι πολλάκις ἐπιβουλεύοντεσκαὶ γονεῖς παισὶ καὶ ἀδελφοὶ ἀδελφοῖς, τὸ μέγιστον κακὸν ἐπιποθοῦντες καὶ μακαρίζοντες, ἐξουσίαν μετὰ ἀνοίας. [77] καὶ δὴ πρῶτον μὲν αὐτῷ τὰ περὶ τὴν εἴσοδον ἐδείκνυεν, ὡς μία μὲν ἐφαίνετο πρόδηλος, καὶ αὐτὴ σχεδὸν, ὁποίαν πρότερον εἶπον, ἐπισφαλὴς καὶ παρ᾽ αὐτὸν φέρουσα τὸν κρημνόν, πολλαὶ δὲ ἄδηλοικαὶ ἀφανεῖς διαδύσεις, καὶ κύκλῳ πᾶς ὑπόνομος ὁ τόπος καὶ διατετμημένος ὑπ᾽ αὐτὸν οἶμαι τὸν θρόνον, αἱ δὲ πάροδοι καὶ ἀτραποὶ πᾶσαι πεφυρμέναι αἵματι καὶ μεσταὶ νεκρῶν. διὰ δὲ τούτων οὐδεμιᾶς ἦγεν αὐτόν, ἀλλ᾽ ἔξωθεν καθαρωτέραν, ἅτε οἶμαι θεατὴν ἐσόμενον. [78] ἐπεὶ δὲ εἰσῆλθον, καταλαμβάνουσι τὴν Τυραννίδα καθημένηνὑψηλὴν ἐξεπίτηδες, προσποιουμένην καὶ ἀφομοιοῦσαν αὑτὴν τῇ Βασιλείᾳ, πολὺ δέ, ὡς ἐνόμιζεν, ὑψηλοτέρῳ καὶ κρείττονι τῷ θρόνῳ, μυρίας ἄλλας τινὰς ἔχοντι γλυφάς, καὶ διαθέσει χρυσοῦ καὶ ἐλέφαντος καὶ ἠλέκτρου καὶ ἐβένου καὶ παντοδαπῶν χρωμάτων πεποικιλμένῳ. τὴν δὲ βάσιν οὐκ ἦν ἀσφαλὴς ὁ θρόνος οὐδὲ[p. 15] [79] ἡδρασμένος, ἀλλὰ κινούμενός τε καὶ ὀκλάζων. ἦν δὲ οὐδ᾽ ἄλλο οὐδὲν ἐν κόσμῳ διακείμενον, ἀλλὰ πρὸς δόξαν ἅπαντα καὶ ἀλαζονείαν καὶ τρυφήν, πολλὰ μὲν σκῆπτρα, πολλαὶ δὲ τιᾶραι καὶ διαδήματα ἐπὶ τῆς κεφαλῆς. καὶ δὴ μιμουμένη τὸ ἐκείνης ἦθος ἀντὶ μὲν τοῦ προσφιλοῦς μειδιάματος ταπεινὸν ἐσεσήρει καὶ ὕπουλον, ἀντὶ δὲ τοῦ σεμνοῦ βλέμματος σκυθρωπὸν ὑφεωρᾶτο καὶ ἄγριον. [80] ἵνα δὲ φαίνοιτο μεγαλόφρων, οὐ προσέβλεπε τοὺς προσιόντας, ἀλλ᾽ ὑπερεώρα καὶ ἠτίμαζεν. ἐκ δὲ τούτου πᾶσιν ἀπηχθάνετο, πάντας δὲ ὑπενόει. καθημένη δὲ ἀτρεμίζειν οὐκ ἐδύνατο, θαμινὰ δὲ κύκλῳ περιέβλεπε καὶ ἀνεπήδα πολλάκις ἐκ τοῦ θρόνου. τὸ δὲ χρυσίον αἴσχιστα ἐφύλαττεν ἐν τοῖς κόλποις, πάλιν δὲ ἐρρίπτει φοβηθεῖσα ἀθρόον, εἶτ᾽ εὐθὺς ἥρπαζεν ὅ,τι ἔχοι τις τῶν παριόντων καὶ τὸ βραχύτατον. [81] ἡ δὲ ἐσθὴς παντοδαπή, τοῦτο μὲν ἁλουργίδων, τοῦτο δὲ φοινικῶν, τοῦτο δὲ κροκωτῶν: ἦσαν δὲ καὶ λευκοί τινες φαινόμενοι τῶν πέπλων: πολλὰ δὲ καὶ κατέρρηκτο τῆς στολῆς. χρώματα δὲ παντοδαπὰ ἠφίει, φοβουμένη καὶ ἀγωνιῶσα καὶ ἀπιστοῦσα καὶ ὀργιζομένη, καὶ ποτὲ μὲν ὑπὸ λύπης ταπεινή, ποτὲ δὲ ὑφ᾽ ἡδονῆς μετέωρος ἑωρᾶτο, καὶ νῦν μὲν ἐγέλα τῷ προσώπῳ [82] πάνυ ἀσελγῶς, πάλιν δὲ εὐθὺς ἐθρήνει. ἦν δὲ καὶ ὅμιλος περὶ αὐτὴν γυναικῶν οὐδὲν ἐκείναις ὁμοίων, αἷς ἔφην εἶναι περὶ τὴν Βασιλείαν, ἀλλ᾽ Ὠμότης καὶ Ὕβρις καὶ Ἀνομία καὶ Στάσις, αἳ πᾶσαι διέφθειρον αὐτὴν καὶ κάκιστα ἀπώλλυον. ἀντὶ δὲ Φιλίας Κολακεία παρῆν, δουλοπρεπὴς καὶ ἀνελεύθερος, οὐδεμιᾶς ἧττον ἐπιβουλεύουσα ἐκείνων, ἀλλὰ μάλιστα δὴ πάντων ἀπολέσαι ζητοῦσα. [83] ὡς δὲ καὶ ταῦτα ἱκανῶς τεθέατο, πυνθάνεται αὐτοῦ ὁ Ἑρμῆς πότερα αὐτὸν ἀρέσειε τῶν πραγμάτων καὶ ποτέρα τῶν γυναικῶν. ἀλλὰ τὴν μὲν ἑτέραν, ἔφη, θαυμάζω καὶ ἀγαπῶ, καὶ δοκεῖ μοι θεὸς ἀληθῶς εἶναι, ζήλου καὶ μακαρισμοῦ ἀξία, ταύτην δὲ τὴν ὑστέραν ἐχθίστην ἔγωγε ἡγοῦμαι καὶ μιαρωτάτην, ὥστε ἥδιστα ἂν αὐτὴν ὤσαιμι κατὰ τούτου τοῦ σκοπέλου καὶ ἀφανίσαιμι. ταῦτ᾽ [p. 16] [84] οὖν ἐπῄνεσεν ὁ Ἑρμῆς καὶ τῷ Διὶ ἔφρασεν. κἀκεῖνος ἐπέτρεψεν αὐτῷ βασιλεύειν τοῦ σύμπαντος ἀνθρώπων γένους, ὡς ὄντι ἱκανῷ. τοιγαροῦν ὅπου μὲν ἴδοι τυραννίδα καὶ τύραννον ἐκόλαζε καὶ ἀνῄρει παρά τε Ἕλλησι καὶ βαρβάροις: ὅπου δὲ βασιλείαν καὶ βασιλέα, ἐτίμα καὶ ἐφύλαττεν. καὶ διὰ τοῦτο τῆς γῆς καὶ τῶν ἀνθρώπωνσωτῆρα εἶναι, οὐχ ὅτι τὰ θηρία αὐτοῖς ἀπήμυνεν: πόσον γὰρ ἄν τι καὶ βλάψειε λέων ἤ σῦς ἄγριος; ἀλλ᾽ ὅτι τοὺς ἀνημέρους καὶ πονηροὺς ἀνθρώπους ἐκόλαζε καὶ τῶν ὑπερηφάνων τυράννων κατέλυε καὶ ἀφῃρεῖτο τὴν ἐξουσίαν. καὶ νῦν ἔτι τοῦτο δρᾷ, καὶ βοηθός ἐστι καὶ φύλαξ σοι τῆς ἀρχῆς, ἕως ἄν τυγχάνῃς βασιλεύων.

 

‹ Prev