Book Read Free

Delphi Complete Works of Dio Chrysostom

Page 92

by Dio Chrysostom


  THE THIRD DISCOURSE ON KINGSHIP

  περὶ ΒΑΣΙΛΕΙΑΣ γ.

  Σωκράτης Ἀθήνησι, πρεσβύτης ἀνὴρ καὶ πένης, ὃν καὶ σὺ γιγνώσκεις ἀκοῇ πρὸ πάνυ πολλῶν ἐτῶν γενόμενον, πυθομένου τινὸς εἰ εὐδαίμονα νομίζοι τὸν Περσῶν βασιλέα, Τυχόν, εἶπεν, εὐδαίμων: οὐκ ἔφη δὲ αὐτὸς εἰδέναι διὰ τὸ μὴ συγγενέσθαι αὐτῷ μηδὲ γιγνώσκειν ὁποῖός ἐστι τὴν διάνοιαν, ὡς οὐκ ἀλλαχόθεν οἶμαιγιγνόμενον τὸ εὐδαιμονεῖν, ἀπὸ χρυσωμάτων ἢ πόλεων ἢ χώρας ἢ ἄλλων ἀνθρώπων, ἑκάστῳ δὲ παρά τε αὑτοῦ καὶ τῆς αὑτοῦ διανοίας. [2] ὁ μὲν οὖν Σωκράτης, ὅτι ἐτύγχανεν ἄπειρος ὢν τοῦ Πέρσου τῆς ψυχῆς, ἄπειρος ἡγεῖτο εἶναι καὶ τῆς εὐδαιμονίας αὐτοῦ. ἐγὼ δέ, ὦ γενναῖε αὐτοκράτορ, παραγέγονά σοι, καὶ τυχὸν οὐδενὸς ἧττονἔμπειρός εἰμι τῆς σῆς φύσεως, ὅτι τυγχάνεις χαίρων ἀληθείᾳ καὶ παρρησίᾳ μᾶλλον ἢ θωπείᾳ καὶ ἀπάτῃ. [3] αὐτίκα τὰς μὲν ἀλόγους ἡδονὰς ὑποπτεύεις, καθάπερ ἀνθρώπους κόλακας, τοὺς δὲ πόνους ὑπομένεις, ἐλέγχους ὑπολαμβάνων εἶναι τῆς ἀρετῆς. ἐπειδὴ δὲ ὁρῶ σε, αὐτοκράτορ, ἐντυγχάνοντα τοῖς παλαιοῖς ἀνδράσι καὶσυνιέντα φρονίμων καὶ ἀκριβῶν λόγων, φημὶ δὴ σαφῶς ἄνδρα εἶναι μακάριον, τὸν μεγίστην μὲν ἔχοντα δύναμιν μετὰ τοὺς θεούς, κάλλιστα δὲ τῷ δύνασθαι χρώμενον. [4] ᾧ γὰρ ἐξὸν ἁπάντων μὲν ἀπολαύειν τῶν ἡδέων, μηδενὸς δὲ πειρᾶσθαι τῶν ἐπιπόνων, ῥᾳθυμοῦντα δὲ ὡς οἷόν τε βιοτεύειν, συνελόντι δὲ εἰπεῖν, πράττοντα ὅ,τι βούλεται,οὐ μόνον κωλύοντος οὐδενὸς ὅ,τι βούλεται ἀλλὰ καὶ ἐπαινούντων ἁπάντων, οὗτος ὁ ἀνήρ, [5] ὅταν ᾖ νομιμώτερος μὲν δικαστὴς τῶν κατὰ κλῆρον δικαζόντων, ἐπιεικέστερος δὲ βασιλεὺς τῶν ὑπευθύνων ἐν ταῖς πόλεσιν ἀρχόντων, δικαιότερος δὲ στρατηγὸς τῶν ἑπομένων στρατιωτῶν, φιλοπονώτερος δὲ ἐν ἅπασι τοῖς ἔργοις τῶνὑπ᾽ ἀνάγκης πονούντων, ἔλαττον δὲ βουλόμενος τρυφᾶν τῶν μηδεμιᾶς εὐπορούντων τρυφῆς, εὐνούστερος δὲ τοῖς ὑπηκόοις τῶν φιλοτέκνων [p. 35] πατέρων, φοβερώτερος δὲ τοῖς πολεμίοις τῶν ἀνικήτων καὶ ἀμάχων θεῶν, πῶς οὐκ ἂν εἴποι τις τοῦδε τοῦ ἀνδρὸς ἀγαθὸν εἶναι τὸν δαίμονα, οἰκ αὐτῷ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι; [6] τῶν μὲν γὰρ πολλῶν ἀνθρώπων καὶ ἰδιωτῶν μικράν τινα ἀρχὴν ἐχόντων ὀλίγος ὁ δαίμων καὶ μόνου τοῦ ἔχοντος: ὅτου δ᾽ ἄν παμπληθεῖς μὲν ὑπακούωσι πόλεις, πάμπολλα δὲ ἔθνη κυβερνᾶται διὰ τῆς ἐκείνου γνώμης, ἀνήριθμα δὲ φῦλα ἀνθρώπων καὶ ἄμικτα ἀλλήλοις ἀποβλέπῃ πρὸς τὴν φρόνησιν, πάντων οὗτος ἀνθρώπων γίγνεται σωτὴρ καὶ φύλαξ, ἄνπερ ᾖ τοιοῦτος. τοῦ γὰρ πάντων ἄρχοντος καὶ κρατοῦντος ἡ μὲν φρόνησις ἱκανὴ καὶ τοὺς ἄφρονας ὠφελεὶν: βουλεύεται γὰρ ὁμοίως ὑπὲρ πάντων. [7] ἡ δὲ σωφροσύνη καὶ τοὺς ἀκολαστοτέρους σωφρονεστέρους ποιεῖ: ἐφορᾷ γὰρ ὁμοίως ἅπαντας. ἡ δὲ δικαιοσύνη καὶ τοῖς ἀδίκοις αὑτῆς μεταδίδωσιν, ἡ δὲ ἀνδρεία καὶ τοὺς ἧττον εὐψύχους οὐ μόνον σῴζειν, ἀλλὰ καὶ θαρραλεωτέρους ποιεῖν δύναται. [8] οὔτε γὰρ δειλὸς οὕτως ἄγαν οὐδεὶς ὥστε μὴ θαρρεῖν ἑπόμενος μεθ᾽ οὗ νικᾶν ἕτοιμον, οὔτε ἐπὶ τοσοῦτον ἀνειμένος ὥστε ῥᾳθυμεῖν παραταττόμενον ὁρῶν ᾧ μόνῳ τὸ προστάττειν ἔνειμεν ὁ θεός, οὐδ᾽ αὖ σφόδρα οὕτως ἀναίσχυντος ὥστε περὶ ἑτέρου πονεῖν ἀναγκαῖον, τούτῳ δὲ μὴ συμπονεῖν ἐθέλειν. [9] δοκεῖ δέ μοι καὶ Ὅμηρος αὐτὸ τοῦτο φράζειν: μνησθεὶς γὰρ τοῦ χρηστοῦ βασιλέως ἐπὶ πᾶσιν εἴρηκεν,

  ἀρετῶσι δὲ λαοὶ ὑπ᾽ αὐτοῦ.

  ὁ γὰρ τοιοῦτος βασιλεὺς τοῖς μὲν ἄλλοις καλὸν κτῆμα τὴν ἀρετὴν νενόμικεν, αὑτῷ δὲ καὶ ἀναγκαῖον. [10] τίνι μὲν γὰρ δεῖ πλείονος φρονήσεως ἢ τῷ βουλευομένῳ περὶ τῶν μεγίστων; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ὅτῳ πάντα ἔξεστι; τίνι δὲ ἀνδρείας ἰσχυροτέρας ἢ ὑφ᾽ [p. 36] [11] οὗ πάντα σῴζεται; τίνα δὲ μᾶλλον εὐφραίνει τὰ ἔργα τῆς ἀρετῆς ἢ τὸν σύμπαντας ἀνθρώπους θεατὰς καὶ μάρτυρας ἔχοντα τῆς αὑτοῦ ψυχῆς; ὥστε μήποτε πράξαντι μηδὲν οἷόν τε λαθεῖν, οὐ μᾶλλον ἢ τῷ ἡλίῳ πορεύεσθαι διὰ σκότους: πάντα γὰρ τἄλλα ἀναφαίνων πρῶτον ἑαυτὸν ἐπιδείκνυσι. [12] λέγω δὲ ταῦτα οὐκ ἀγνοῶν ὅτι τὰ ῥηθέντα νῦν ὑπ᾽ ἐμοῦ ἐν πλείονι χρόνῳ ἀνάγκη λέγεσθαι: ἀλλ᾽ οὐκ ἔστι δέος μήποτε ἐγὼ φανῶ τι κολακείᾳ λέγων. οὐ [13] γὰρ ὀλίγην οὐδὲ ἐν ὀλίγῳ χρόνῳ δέδωκα βάσανον τῆς ἐλευθερίας. εἰ δὲ ἐγὼ πρότερον μέν, ὅτε πᾶσιν ἀναγκαῖον ἐδόκει ψεύδεσθαι διὰφόβον, μόνος ἀληθεύειν ἐτόλμων, καὶ ταῦτα κινδυνεύων ὑπὲρ τῆς ψυχῆς, νῦν δέ, ὅτε πᾶσιν ἔξεστι τἀληθῆ λέγειν, ψεύδομαι, μηδενὸς κινδύνου παρεστῶτος, οὐκ ἂν εἰδείην οὔτε παρρησίας οὔτε κολακείας καιρόν. [14] καίτοι σύμπαντες οἱ πράττοντες ὁτιοῦν ἑκόντες ἢ χρημάτων ἕνεκα πράττουσιν ἢ δόξης ἢ δι᾽ ἡδονήν τινα ἄλλην ἢ [15] λοιπὸν οἶμαι δι᾽ ἀρετὴν καὶ τὸ καλὸν αὐτὸ τιμῶντες. ἐγὼ δὲ χρήματα μὲν λαβεῖν παρ᾽ οὐδενὸς πώποτε ἠξίωσα, πολλῶν δοῦναι βουλομένων, τῶν ἐμαυτοῦ δὲ ὀλίγων ὑπαρχόντων οὐ μόνον μεταδιδοὺς ἑτέροις, ἀλλὰ καὶ ῥίπτων φανήσομαι πολλάκις. [16] ἡδονὴν δὲ ποίαν ἐθηρώμην, ὁπότε καὶ τῶν κολάκων οἱ φανερῶς πεποιημένοιτέχνην ταύτην ὁμολογοῦσιν ἁπάντων ἀηδέστερον τὸ κολακεύειν; πῶ
ς γὰρ ἡδύ, ἵν᾽ ἄλλον ἀδίκως ἐπαινῇ τις, αὐτὸν δικαίως ψέγεσθαι; [17] καὶ μὴν οὐδὲ ἔνδοξον οὐδὲ καλὸν εἶναι δοκεῖ τὸ κολακεύειν, ἵνα τιμῆς ἕνεκεν ἢ δι᾽ ἀρετήν τις τοῦτο ἐπιτηδεύῃ. πασῶν γάρ, ὡς ἔπος εἰπεῖν, τῶν κακιῶν αἰσχίστην τις ἂν εὕροι τὴν κολακείαν. [18] πρῶτον μὲν γὰρ τὸ κάλλιστον καὶ δικαιότατον διαφθείρει, τὸν ἔπαινον, ὥστε μηκέτι δοκεῖν πιστὸν μηδὲ ἀληθῶς γιγνόμενον, καὶ τό γε πάντων δεινότατον, τὰ τῆς ἀρετῆς ἔπαθλα τῇ κακίᾳ δίδωσιν. ὥστε πολὺ χεῖρον δρῶσι τῶν διαφθειρόντων τὸ νόμισμα: οἱ μὲν γὰρ ὕποπτον ποιοῦσι τὸ νόμισμα, οἱ δὲ τὴν ἀρετὴν ἄπιστον.[p. 37] [19] ἔπειτα δὲ οἶμαι ἀεί ποτε μὲν ὁ πονηρὸς ἀνόητος λέγεται καὶ ἔστιν ὄντως, τῷ δὲ ἄφρονι πάντας ὑπερβέβληκεν ὁ κόλαξ. μόνος γὰρ τῶν ἀφανιζόντων τὴν ἀλήθειαν πρὸς ἐκείνους θαρρεῖ τὰ ψευδῆ λέγειν τοὺς μάλιστα εἰδότας ὅτι ψεύδεται. τίς γὰρ ἄπειρός ἐστι τῶν ἑαυτοῦ πραγμάτων; ἢ τίς ἠλίθιος οὕτως ὅστις οὐκ οἶδεν πότερον πόνοις ἢ ῥᾳθυμίᾳ χαίρει καὶ πότερον ἥδεται πλέον ἔχων ἢ τὰ δίκαια πράττων καὶ πότερον ἡδονῶν ἥττων ἐστὶν ἢ τῶν καλῶν πράξεων ἐραστής; [20] καὶ τοίνυν ὃ μάλιστα οἴεται, χαρίζεσθαι τοῖς ἐπαινουμένοις, ἐμοὶ δοκεῖ τούτου καὶ μάλιστα ἀποτυγχάνειν: τοὐναντίον γὰρ ἀπεχθάνεσθαι μᾶλλον ἢ χαρίζεσθαι τοῖς μὴ τελέως κούφοις. [21] αὐτίκα ὁ τὸν πένητα μακαρίζων ὡς πλούσιον αὐτὸς μὲν ψεύδεται, τῷ δὲ μακαριζομένῳ τὴν πενίαν ὀνειδίζει. πάλιν ὁ τὸν αἴσχιστον ὡς καλὸν ἐπαινῶν ἄλλο τι ἢ προφέρει τὸ αἶσχος αὐτῷ; ἢ ὁ τὸν ἀνάπηρον ὁλόκληρον εἶναι λέγων πῶς ἂν χαρίζοιτο ὑπομιμνήσκων τῆς ἀτυχίας; ὁ δὲ αὖ τὸν ἀνόητον ὡς φρόνιμον ὑμνῶν, οὗτος ἂν τυχὸν ἁπάντων εἴη πιθανώτερος διὰ τὴν ἄνοιαν τοῦ ἀκούοντος καὶ τοσούτῳ γε μείζονα ἐργάζεται βλάβην: ἀναπείθει γὰρ ὑπὲρ ἑαυτοῦ βουλεύεσθαι καὶ μὴ τοῖς φρονίμοις ἐπιτρέπειν. [22] ὁ μὲν γὰρ τὸν δειλὸν ὡς ἀνδρεῖον θαυμάζων, οὗτος δικαιότατα χρῆται τῇ ἀνοίᾳ τοῦ κολακευομένου: τάχιστα γὰρ ὂν οἶμαι ἀπόλοιτο πειθόμενος αὐτῷ καὶ τῆς ἀνδρείας τὰ ἔργα ἐπιχειρῶν. [23] καθόλου δὲ φωραθεὶς μὲν ὁ κόλαξ οὐ καταγιγνώσκεται μόνον, ἀλλὰ καὶ μισεῖται: δοκεῖ γὰρ καταγελῶν λέγειν: πείσας δὲ ὡς ἀληθῶς λέγει οὐ μεγάλης τινὸς τυγχάνει χάριτος. τί γὰρ καὶ δοκεῖ χαρίζεσθαι τἀληθῆ λέγων; [24] πολύ γε μὴν πονηρότερός ἐστι τῶν ψευδομένων μαρτύρων. οἱ μὲν γὰρ οὐ διαφθείρουσι τὸν δικαστήν, ἀλλὰ μόνον ἐξαπατῶσιν: ὁ δὲ κολακεύων ἅμα δεκάζει τῷ ἐπαίνῳ. [25] ἵνα δὲ μήτε ἐγὼ κολακείας αἰτίαν ἔχω τοῖς θέλουσι διαβάλλειν μήτε σὺ τοῦ κατ᾽ ὀφθαλμοὺς ἐθέλειν ἐπαινεῖσθαι, ποιήσομαι τοὺς λόγους ὑπὲρ τοῦ χρηστοῦ βασιλέως, ὁποῖον εἶναι δεῖ [p. 38] [26] καὶ τίς ἡ διαφορὰ τοῦ προσποιουμένου μὲν ἄρχοντος εἶναι, πλεῖστον δὲ ἀπέχοντος ἀρχῆς καὶ βασιλείας. εἰ δέ τις φήσει με τοὺς αὐτοὺς ποιεῖσθαι λόγους, τοῦτο ἂν εἴη κοινὸν ἐμοὶ τὸ ἔγκλημα καὶ Σωκράτει. φασὶ γάρ ποτε Ἱππίαν τὸν Ἠλεῖον, διὰ χρόνου πλείονος ἀκούοντα τοῦ Σωκράτους περὶ δικαιοσύνης καὶ ἀρετῆς λέγοντος, [27] καὶ παραβάλλοντος, ὥσπερ εἰώθει, τοὺς κυβερνήτας καὶ ἰατροὺς καὶ σκυτοτόμους καὶ κεραμέας, εἰπεῖν, ἅτε σοφιστήν, Πάλιν σὺ ταὐτά, Σώκρατες; καὶ ὅς γελάσας ἔφη, Καὶ περὶ τῶν αὐτῶν. σὺ μὲν γάρ, ὡς ἔοικεν, ὑπὸ σοφίας οὐδέποτε ταὐτὰ περὶ τῶν αὐτῶν λέγεις, ἡμῖν δὲ ἓν τοῦτο δοκεῖ τῶν καλλίστων εἶναι. τοὺς μὲν γὰρ [28] ψευδομένους οἴδαμεν πολλὰ καὶ ἀνόμοια λέγοντας: τοῖς δὲ ἀληθεύουσιν οὐχ οἷόν τε ἕτερα εἰπεῖν τῶν ἀληθῶν. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἄλλην ὑπόθεσιν σπουδαιοτέραν ἢ σοὶ μᾶλλον προσήκουσαν, ἐκείνην ἂν ἐπεχείρουν ποιήσασθαι. νῦν δὲ οὔτε ἰατρὸν ἄλλους τινὰς ἀκούειν ἢ λέγειν λόγους φαίην ἂν ὀρθῶς ἢ τοὺς περὶ ὑγιείασσώματος καὶ νόσου: οὗτοι γὰρ ὑγιεινοὶ καλοῦνται ἰατροῖς: οὔτε κυβερνήτην ἢ τοὺς περὶ ὡρῶν καὶ ἀνέμων καὶ ἄστρων: οὗτοι γὰρ κυβερνητικοὶ δικαίως λέγονται: [29] οὔτε ἄρχοντα καὶ βασιλέα ἢ τοὺς περὶ ἀρχῆς τε καὶ διοικήσεως ἀνθρώπων. ὡς δὲ καὶ περὶ τούτων ἐνόμιζε Σωκράτης πειράσομαι εἰπεῖν. μετὰ γὰρ τὴν ἀπόκρισιν [30] τὴν περὶ τῆς εὐδαιμονίας ἐπύθετο τοῦ Σωκράτους ὁ ἐκεῖνο τὸ ἐρώτημα ἐρωτήσας, ὦ Σώκρατες, ἔφη, τοῦτο μὲν ἐπίστασαι παντὸς μᾶλλον, ὅτι τῶν ὑπὸ τὸν ἥλιον ἀνθρώπων ἐκεῖνός ἐστιν ἰσχυρότατος καὶ μηδὲ τῶν θεῶν αὐτῶν ἥττονα ἔχων δύναμιν, ᾧ γε ἔνεστι καὶ τὰ ἀδύνατα δοκοῦντα ποιῆσαι δυνατά, εἰ βούλοιτο πεζεύεσθαι [31] μὲν τὴν θάλατταν, πλεῖσθαι δὲ τὰ ὄρη, τοὺς δὲ ποταμοὺς ἐκλείπειν ὑπὸ ἀνθρώπων πινομένους. ἢ οὐκ ἀκήκοας ὅτι Ξέρξης ὁ τῶν Περσῶν βασιλεὺς τὴν μὲν γῆν ἐποίησε θάλατταν, διελὼν τὸ μέγιστον τῶν ὀρῶν καὶ διαστήσας ἀπὸ τῆς ἠπείρου τὸν Ἄθω, διὰ δὲ τῆς [p. 39] θαλάττης τὸν πεζὸν στρατὸν ἄγων ἤλαυνεν ἐφ᾽ ἅρματος; ὥσπερ οἶμαι τὸν Ποσειδῶνά φησιν Ὅμηρος: καὶ τυχὸν ὁμοίως οἵ τε δελφῖνες καὶ τὰ κήτη κάτωθεν ὑπέπλει τὴν σχεδίαν, ὁπότε ἐκεῖνος ἤλαυνεν. [32] καὶ ὁ Σωκράτης, Οὐδὲ τοῦτό σοι ἔχω εἰπεῖν, εἴτε μέγιστον ὁ ταῦτα ποιῶν δύναται, καθάπερ σὺ λέγεις, εἴτε ἐλάχιστον ἢ τὸ παράπαν οὐδέν. αὐτίκα εἰ μὲν ἦν σώφρων καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ μετὰ γνώμης ἔπραττε�
� ὅσα ἔπραττεν, ἰσχυρὸν αὐτὸν ἡγοῦμαι καὶ μεγίστην ἔχειν τῷ ὄντι δύναμιν: [33] εἴ δὲ αὖ δειλὸς καὶ ἀνόητος καὶ ἀσελγὴς καὶ παράνομος καὶ δι᾽ ὕβριν ταῦτα ἐπιχειρῶν, τοὐναντίον ἔμοιγε ἀσθενέστερος εἶναι δοκεῖ τῶν σφόδρα πενήτων καὶ μηδὲ ἕνα γῆς κεκτημένων βῶλον, ὥστε διαθρύψαι μακέλλῃ τροφῆς ἕνεκεν, οὐχ ὅπως τὰ μέγιστα διθρύπτειν ὄρη, καθάπερ σὺ φῄς. [34] ὁ γὰρ ἀδύνατος μὲν ὀργὴν ἐπικατασχεῖν πολλάκις ὑπὲρ μικρῶν γιγνομένην, ἀδύνατος δὲ ἐπιθυμίαν παῦσαι τῶν αἰσχίστων, ἀδύνατος δὲ ἀπώσασθαι λύπην, ἐνίοτε μηδενὸς λυπηροῦ παρόντος, οὐ δυνάμενος δὲ ὑπομεῖναι πόνους, οὐδὲ τοὺς ἡδονῆς ἕνεκεν γιγνομένους, ἀδύνατος δὲ τῆς ψυχῆς ἀπελάσαι φόβον, οὐδὲν ὠφελοῦντα ἐν τοῖς δεινοῖς, ἀλλὰ τὰ μέγιστα βλάπτοντα, [35] πῶς οὐκ ἄνανδρος σφόδρα, ἡττώμενος μὲν γυναικῶν, ἡττώμενος δὲ εὐνούχων; ἢ σὺ τὸν ἰσχυρὸν εἶναι λέγεις τὸν καὶ τοῦ μαλακωτάτου πάντων ἀσθενέστερον, ὕπνου; ὑφ᾽ οὗ ξυμποδισθεὶς πολλάκις ἄνευ δεσμῶν οὐχ ὅπως ἄλλοις, ἀλλ᾽ οὐδ᾽ ἑαυτῷ δύναται βοηθεῖν οὐδὲ ἐπίκουρον οὐδένα καλέσαι τῶν βουλομένων ἀμύνειν; [36] ταῦτα δὲ ἀκούσας εἶπεν, Ἐκεῖνο μέντοι οἶσθα δήπου, ὦ Σώκρατες, ὅτι τῆς ἁπάσης οἰκουμένης τοῦ πλείστου καὶ ἀρίστου βασιλεύει μέρους. ἔξω γὰρ τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας καί τινων ὀλίγων ἐθνῶν ἄλλων τῶν κατὰ τὴν Εὐρώπην ξύμπαντα τἄλλα ὑφ᾽ ἑαυτῷ πεποίηται, [37] καὶ τῆς μὲν [p. 40] καλουμένης Ἀσίας ὅλης ἄρχει μέχρις Ἰνδῶν: πολλοὺς δὲ καὶ αὐτῶν φασιν ὑπακούειν: τῆς δὲ Λιβύης τοῦ πλείονος μέρους: ἐν δὲ τῇ Εὐρώπῃ Θρᾴκης καὶ Μακεδονίας: ἁπάντων τούτων κρατεῖ: ὅθεν δὴ καὶ μέγας βασιλεὺς κέκληται μόνος ἐκεῖνος. [38] καὶ ὁ Σωκράτης εἶπεν, Ἀλλ᾽ οὐδὲ τοῦτο οἶδα ὅλως γε, εἰ βασιλεύς ἐστι τὴν ἀρχὴνοὐδεμιᾶς πόλεως ἢ κώμης. σὺ ἄρα, εἶπε, μόνος ἀνήκοος εἶ τούτων ἃ πάντες ἴσασιν; ἀκούω, ἔφη, πολλῶν λεγόντων ἃ σὺ λέγεις καὶ Ἑλλήνων καὶ βαρβάρων: ὃ δὲ οὐκ ἐᾷ με γιγνώσκειν ὃ λέγω τοιοῦτόν ἐστιν: [39] οὐκ οἶδα, ὦ ἄριστε, εἰ νομίμως καὶ δικαίως τούτων ἁπάντων προέστηκεν καὶ τοιοῦτος ὢν ὁποῖον εἴρηκα πολλάκις:εἰ μὲν γὰρ εὐγνώμων καὶ φιλάνθρωπος καὶ νόμιμος ὢν ἐπὶ σωτηρίᾳ καὶ τῷ συμφέροντι τῶν ἀρχομένων ἐπιμελεῖται, αὐτὸς πρῶτος εὐδαίμων καὶ φρόνιμος ὤν, καθάπερ εἶπον, καὶ τοῖς ἄλλοις μεταδιδοὺς καὶ τῆς αὑτοῦ εὐδαιμονίας, οὐ δίχα θεὶς τό τε αὑτοῦ καὶ τὸ τῶν ἀρχομένων συμφέρον, ἀλλὰ τότε χαίρων μάλιστα καὶ τότε νομίζωνἄριστα πράττειν, ὅταν ὁρᾷ καλῶς πράττοντας τοὺς ἀρχομένους, [40] δυνάμει τε μέγιστός ἐστιν καὶ βασιλεὺς ἀληθῶς: εἰ δὲ φιλήδονος καὶ φιλοχρήματος καὶ ὑβριστὴς καὶ παράνομος, αὑτὸν οἰόμενος αὔξειν μόνον, ὡς ἂν πλεῖστα μὲν χρήματα κεκτημένος, μεγίστας δὲ καὶ πλείστας καρπούμενος ἡδονάς, ῥᾳθύμως δὲ διάγων καὶἀπόνως: [41] τοὺς δὲ ὑπηκόους ἅπαντας ἡγούμενος δούλους καὶ ὑπηρέτας τῆς αὑτοῦ τρυφῆς, οὐδὲ ποιμένος ἐπιεικοῦς ἔχων ἦθος, σκέπης καὶ νομῆς προνοούμενος τοῖς αὑτοῦ κτήνεσιν, ἔτι δὲ θῆρας ἀπαμύνων καὶ φῶρας προφυλάττων, ἀλλ᾽ αὐτὸς πρῶτος διαρπάζων τε καὶ φθείρων καὶ τοῖς ἄλλοις ἐπιτρέπων, καθάπερ, οἶμαι, πολεμίωνλείαν, οὐκ ἄν ποτε εἴποιμι τὸν τοιοῦτον ἄρχοντα ἢ αὐτοκράτορα ἢ βασιλέα, πολὺ δὲ μᾶλλον τύραννον καὶ λευστῆρα, ὥς [p. 41] ποτε προσεῖπεν ὁ Ἀπόλλων τὸν Σικυώνιον τύραννον, εἰ καὶ πολλὰς μὲν ἔχοι τιάρας, πολλὰ δὲ σκῆπτρα ὑπακούοιεν αὐτῷ. [42] τοιαῦτα μὲν ἐκεῖνος εἰώθει λέγειν, προτρέπων ἀεὶ πρὸς ἀρετὴν καὶ βελτίους ποιῶν καὶ ἄρχοντας καὶ ἰδιώτας. ὅμοια δὲ εἰρήκασι περὶ ἀρχῆς καὶ βασιλείας οἱ μετ᾽ αὐτόν, ὡς οἷόν τε ἑπόμενοι τῇ σοφωτάτῃ γνώμῃ. αὐτὰ δὲ πρῶτα δηλοῖ τὰ ὀνόματα τὴν διαφορὰν τῶν πραγμάτων. [43] λέγεται γὰρ ἡ μὲν ἀρχὴ νόμιμος ἀνθρώπων διοίκησις καὶ πρόνοια ἀνθρώπων κατὰ νόμον, βασιλεία δὲ ἀνυπεύθυνος ἀρχή, βασιλεὺς δὲ καὶ αὐτοκράτωρ ὁ αὐτὸς ἀνυπεύθυνος ἄρχων ὁ δὲ νόμος βασιλέως δόγμα. [44] ὁ δὲ τύραννος καὶ ἡ τυραννὶς ἐναντίον τούτοις βίαιος καὶ παράνομος χρῆσις ἀνθρώπων τοῦ δοκοῦντος ἰσχύειν πλέον. [45] οὕτω δὲ καὶ ἡμεῖς διανοούμεθα καὶ φαμὲν περὶ τοῦ θείου καὶ θεοφιλοῦς αὐτοκράτορος καὶ βασιλέως τρία γὰρ εἴδη, τὰ φανερώτατα, πολιτειῶν ὀνομάζεται γιγνομένων κατὰ νόμον καὶ δίκην μετὰ δαίμονός τε ἀγαθοῦ καὶ τύχης ὁμοίας: μία μὲν ἡ πρώτη καὶ μάλιστα συμβῆναι δυνατή, περὶ ἧς ὁ νῦν λόγος, εὖ διοικουμένης πόλεως ἢ πλειόνων ἐθνῶν ἢ ξυμπάντων ἀνθρώπων ἑνὸς ἀνδρὸς ἀγαθοῦ γνώμῃ καὶ ἀρετῇ: [46] δευτέρα δὲ ἀριστοκρατία καλουμένη, οὔτε ἑνὸς οὔτε πολλῶν τινων, ἀλλὰ ὀλίγων τῶν ἀρίστων ἡγουμένων, πλεῖον ἀπέχουσα ἤδη τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος: τοῦτο ἔμοιγε δοκεῖ καὶ Ὅμηρος εἰπεῖν διανοηθείς,

 

‹ Prev