Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 95
Delphi Complete Works of Dio Chrysostom Page 95

by Dio Chrysostom


  ἀνδρὶ παρ᾽ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,

  ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν:

  ὁ δὲ Ἀλέξανδρος δοκεῖ μοι ἑλέσθαι ἂν καὶ τοῦ τρίτου μέρους τῶν νεκρῶν ἄρχειν ἀποθανὼν ἢ ζῆν τὸν ἅπαντα χρόνον θεὸς γενόμενος, [51] μόνον εἰ μὴ βασιλεὺς γένοιτο τῶν ἄλλων θεῶν. μόνου δ᾽ ἴσωσοὐκ ἂν ὑπερεῖδε τοῦ Διός, ὅτι βασιλέα καλοῦσιν αὐτὸν οἱ ἄνθρωποι: ὅθεν καὶ ἐκόλαζεν αὐτὸν ὁ Διογένης πάντα τρόπον. ἔφη οὖν, ὦ Διόγενες, σὺ μέν μοι παίζειν δοκεῖς: ἐγὼ δὲ ἂν Δαρεῖον [p. 65] ἕλω καὶ ἔτι τὸν Ἰνδῶν βασιλέα, οὐδέν με κωλύσει τῶν πώποτε βασιλέων μέγιστον εἶναι. τί γὰρ ἐμοὶ λοιπόν ἐστι κρατήσαντι Βαβυλῶνος καὶ Σούσων καὶ Ἐκβατάνων καὶ τῶν ἐν Ἰνδοῖς πραγμάτων; [52] καὶ ὃς ὁρῶν αὐτὸν φλεγόμενον ὑπὸ τῆς φιλοτιμίας κἀκεῖ τῇ ψυχῇ ὅλον τεταμένον καὶ φερόμενον, ὥσπερ αἱ γέρανοι, ὅποι ἂν ὁρμήσωσιν, [53] ἀποτείνασαι ἑαυτὰς πέτονται, Ἀλλ᾽ οὐδὲν ἕξεις, ἔφη, πλέον οὐδενὸς οὐδὲ τῷ ὄντι βασιλεύσεις ἀφ᾽ ἧς ἔχεις ταύτης διανοίας, οὐδὲ ἂν ὑπερβαλλόμενος τὸ ἐν Βαβυλῶνι τεῖχος οὕτως ἕλῃς τὴν πόλιν, ἀλλὰ μὴ διορύττων ἔξωθεν καὶ ὑπορύττων, ὁμοίως δὲ καὶ τὸ ἐν Σούσοις καὶ τὸ ἐν Βάκτροις, οὐδ᾽ ἂν Κῦρον μιμησάμενος κατὰ τὸν ποταμὸν εἰσρυῇς, ὥσπερ ὕδρος, οὐδ᾽ ἂν ἑτέραν προσλάβῃς [55] μείζω τῆς Ἀσίας ἤπειρον, τὸν Ὠκεανὸν διανηξάμενος. καὶ τίς, εἶπεν, ἔτι μοι καταλείπεται πολέμιος, ἐὰν ἕλω τούτους οὓς εἶπον; ὁ πάντων, ἔφη, δυσμαχώτατος, οὐ περσίζων, οὐ μηδίζων τῇ φωνῇ, καθάπερ οἶμαι Δαρεῖος, ἀλλὰ μακεδονίζων τε καὶ ἑλληνίζων. καὶ ὃς ἐταράχθη τε καὶ ἠγωνίασεν μή τινα ἐπίσταιτο ἐν Μακεδονίᾳ ἢ ἐν τῇ Ἑλλάδι παρασκευαζόμενον ὡς πολεμήσοντα καὶ ἤρετο, [56] τίς οὗτός ἐστιν ἐμὸς πολέμιος ἐν τῇ Ἑλλάδι ἢ Μακεδονίᾳ; σύ, ἔφη, ἀγνοεῖς, πάντων μάλιστα γιγνώσκειν οἰόμενος; ἔπειτα, ἔφη, οὐκ ἐρεῖς αὐτόν, ἀλλὰ κρύψεις; πάλαι γάρ, εἶπε, λέγω, σὺ δὲ οὐκ ἀκούεις, ὅτι σὺ αὑτῷ μάλιστα ἔχθιστος εἶ καὶ πολεμιώτατος, μέχρι ἂν ᾖς κακὸς καὶ ἀνόητος. καὶ οὗτος, ἔφη, ἐστὶν ἁνήρ, ὃν σὺ ἀγνοεῖς, ὡς οὐδένα ἄλλον. [57] οὐδεὶς γὰρ τῶν ἀφρόνων καὶ πονηρῶν ἐπίσταται ἑαυτόν. οὐ γὰρ ἂν τοῦτο πρῶτον προσέταττεν ὁ Ἀπόλλων ὡς χαλεπώτατον ἑκάστῳ, γνῶναι ἑαυτόν. [58] ἢ οὐ τὴν ἀφροσύνην ἡγῇ μεγίστην καὶ τελεωτάτην πασῶν νόσον καὶ βλάβην τοῖς ἔχουσι καὶ τὸν ἄφρονα ἄνδρα αὐτὸν αὑτῷ βλαβερώτατον; ἢ οὐ τὸν βλαβερώτατον ἑκάστῳ καὶ πλείστων κακῶν αἴτιον, τοῦτον ἔχθιστον καὶ πολεμιώτατον ἐκείνῳ ὁμολογεῖς εἶναι; [59] πρὸς ταῦτα χαλέπαινε καὶ πήδα, ἔφη, καὶ μιαρώτατον ἀνθρώπων ἐμὲ νόμιζε καὶ λοιδόρει [p. 66] πρὸς ἅπαντας, ἐὰν δέ σοι δόξῃ, τῷ δορατίῳ διαπερόνησον: ὡς ἀκούσει παρὰ μόνου ἀνθρώπων ἐμοῦ τἀληθῆ, καὶ παρ᾽ οὐδενὸς ἄλλου ἀνθρώπων ἂν μάθοις. πάντες γάρ εἰσι χείρους ἐμοῦ καὶ ἀνελευθερώτεροι. [60] ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, παρ᾽ οὐδὲν μὲν ἡγούμενος, εἰ καί τι πείσεται, πλὴν σαφῶς γε εἰδὼς ὅτι οὐδὲν ἔσοιτο. ἠπίστατογὰρ τὸν Ἀλέξανδρον δοῦλον ὄντα τῆς δόξης καὶ οὐδέποτ᾽ ἂν ἁμαρτόντα περὶ ἐκείνην. [61] ἔφη οὖν αὐτὸν μηδὲ τὸ σημεῖον τὸ βασιλικὸν ἔχειν. καὶ ὁ Ἀλέξανδρος θαυμάσας, Οὐκ ἄρτι ἔλεγες, ἔφη, ὅτι οὐδὲν δεῖ σημείων τῷ βασιλεῖ; ναὶ μὰ Δί᾽, εἶπε, τῶν γε ἔξωθεν, οῖον τιάρας καὶ πορφύρας: τούτων γὰρ οὐδέν ἐστιν ὄφελος: τὸ δὲ [62] ἐκ τῆς φύσεως αὐτῷ δεῖ προσεῖναι πάντων μάλιστα. καὶ τί τοῦτό ἐστιν, ἔφη ὁ Ἀλέξανδρος; ὃ καὶ τῶν μελιττῶν, ἦ δ᾽ ὅς, τῷ βασιλεῖ πρόσεστιν. ἢ οὐκ ἀκήκοας ὅτι ἐστὶ βασιλεὺς ἐν ταῖς μελίτταις φύσει γιγνόμενος, οὐκ ἐκ γένους τοῦτο ἔχων, ὥσπερ ὑμεῖς φατε, ἀφ᾽ Ἡρακλέους ὄντες; τί οὖν τοῦτό ἐστιν, εἶπεν ὁ Ἀλέξανδρος, [63] τὸ σημεῖον; οὐκ ἀκήκοας, εἶπε, τῶν γεωργῶν ὅτι μόνη ἐκείνη ἡ μέλιττα ἄνευ κέντρου ἐστίν, ὡς οὐδὲν αὐτῇ δέον ὅπλου πρὸς οὐδένα; οὐδεμία γὰρ αὐτῇ τῶν ἄλλων μελιττῶν ἀμφισβητήσει περὶ τῆς βασιλείας οὐδὲ μαχήσεται τοῦτο ἐχούσῃ. σὺ δέ μοι δοκεῖς οὐ [64] μόνον περιπατεῖν, ἀλλὰ καὶ καθεύδειν ἐν τοῖς ὅπλοις. οὐκ οἶσθα,ἔφη, ὅτι φοβουμένου ἐστὶν ἀνθρώπου ὅπλα ἔχειν; φοβούμενος δὲ οὐδέποτ᾽ ἂν οὐδεὶς γένοιτο βασιλεύς, οὐ μᾶλλον ἢ δοῦλος. ἀκούσας δὲ ὁ Ἀλέξανδρος ὀλίγου ἐκ τῆς χειρὸς ἀφῆκε τὸ δοράτιον. [65] ταῦτα δὲ ἔλεγεν ὁ Διογένης, προτρέπων αὐτὸν εὐεργεσίᾳ πιστεύειν καὶ τῷ δίκαιον παρέχειν αὑτόν, ἀλλὰ μὴ τοῖς ὅπλοις. σὺ δέ, ἔφη, καὶτὸν θυμὸν ἐν τῇ ψυχῇ φορεῖς ἠκονημένον, χαλεπὸν οὕτως καὶ βίαιον κέντρον. [66] οὐκ ἀπορρίψας ταῦτα ἃ νῦν ἔχεις, ἐξωμίδα λαβὼν λατρεύσεις τοῖς αὑτοῦ κρείττοσιν, ἀλλὰ περιελεύσῃ διάδημα ἔχων καταγέλαστον; μικρῷ δὲ ὕστερον ἴσως λόφον φύσεις καὶ τιάραν, ὥσπερ οἱ ἀλεκτρυόνες; οὐκ ἐννενόηκας τὴν τῶν Σακῶν ἑορτήν, ἣν[p. 67] Πέρσαι ἄγουσιν, οὗ νῦν ὥρμηκας στρατεύεσθαι; καὶ ὃς εὐθὺς ἠρώτα, Ποίαν τινά; [67] ἐβούλετο γὰρ πάντα εἰδέναι τὰ τῶν Περσῶν πράγματα. λαβόντες, ἔφη, τῶν δεσμωτῶν ἕνα τῶν ἐπὶ θανάτῳ καθίζουσιν εἰς τὸν θρόνον τὸν τοῦ βασιλέως, καὶ τὴν ἐσθῆτα διδόασιν αὐτῷ τὴν βασιλικήν, καὶ προστάττειν ἐῶσι καὶ πίνειν καὶ τρυφᾶν καὶ ταῖς παλλακαῖς χρῆσθαι τὰς ἡμέρας ἐκείνας ταῖς βασιλέως, καὶ οὐδεὶ
ς οὐδὲν αὐτὸν κωλύει ποιεῖν ὧν βούλεται. μετὰ δὲ ταῦτα ἀποδύσαντες καὶ μαστιγώσαντες ἐκρέμασαν. [68] τίνος οὖν ἡγῇ τοῦτο εἶναι σύμβολον καὶ διὰ τί γίγνεσθαι παρὰ τοῖς Πέρσαις; οὐχ ὅτι πολλάκις ἀνόητοι ἄνθρωποι καὶ πονηροὶ τῆς ἐξουσίας ταύτης καὶ τοῦ ὀνόματος τυγχάνουσιν, ἔπειτα χρόνον τινὰ ὑβρίσαντες αἴσχιστα καὶ τάχιστα ἀπόλλυνται; [69] οὐκοῦν τότε, ἐπειδὰν ἄρωσι τὸν ἄνθρωπον ἐκ τῶν δεσμῶν, εἰκός ἐστι τὸν μὲν ἀνόητον καὶ ἄπειρον τοῦ πράγματος χαίρειν καὶ μακαρίζειν ἑαυτὸν ἐπὶ τοῖς γιγνομένοις, τὸν δὲ εἰδότα ὀδύρεσθαι καὶ μὴ ἐθέλειν ἑκόντα συνακολουθεῖν, [70] ἀλλὰ μᾶλλον, ὥσπερ εἶχε, μένειν ἐν ταῖς πέδαις. μὴ οὖν πρότερον, ὦ μάταιε, βασιλεύειν ἐπιχείρει πρὶν ἢ φρονῆσαι. τέως δέ, ἔφη, κρεῖττον μηδὲν προστάττειν, ἀλλὰ μόνον αὐτὸν ζῆν διφθέραν ἔχοντα. σύ, ἔφη, κελεύεις ἐμὲ διφθέραν λαβεῖν τὸν ἀφ᾽ Ἡρακλέους γεγονότα καὶ τῶν Ἑλλήνων ἡγεμόνα καὶ Μακεδόνων βασιλέα; πάνυ γε, εἶπεν, ὥσπερ ὁ πρόγονός σου. [71] ποῖος, ἔφη, πρόγονος; Ἀρχέλαος. ἢ οὐκ αἰπόλος ἦν ὁ Ἀρχέλαος οὐδὲ ἦλθεν εἰς Μακεδονίαν αἶγας ἐλαύνων; πότερον οὖν αὐτὸν ἐν πορφύρᾳ μᾶλλον ἢ ἐν διφθέρᾳ οἴει τοῦτο ποιεῖν; καὶ ὁ Ἀλέξανδρος ἀνείθη τε καὶ ἐγέλασε καὶ ἔφη, Τὰ περὶ τὸν χρησμόν, ὦ Διόγενες, λέγεις. [72] ὁ δὲ στρυφνῷ τῷ προσώπῳ, Ποῖον, εἶπε, χρησμόν; οὐκ οἶδα ἔγωγε, πλὴν ὅτι αἰπόλος ἦν ὁ Ἀρχέλαος. ἀλλ᾽ ἂν ἀπαλλαγῇς τοῦ τύφου καὶ τῶν νῦν πραγμάτων, ἔσῃ βασιλεύς, οὐ λόγῳ τυχόν, ἀλλ᾽ ἔργῳ: καὶ κρατήσεις οὐ μόνον τῶν ἀνδρῶν ἁπάντων, ἀλλὰ καὶ τῶν γυναικῶν, [73] ὥσπερ ὁ Ἡρακλῆς, ὅν σου φῂς πρόγονον εἶναι. καὶ ὅς, Ποίων, ἔφη, γυναικῶν; ἢ δῆλον, ἔφη, ὅτι τῶν Ἀμαζόνων λέγεις; ἀλλ᾽ ἐκείνων, [p. 68] ἦ δ᾽ ὅς, οὐδὲν ἦν κρατῆσαι χαλεπόν: ἑτέρου δέ τινος γένους, δεινοῦ καὶ ἀγρίου παντελῶς. ἢ οὐκ ἀκήκοας τὸν Λιβυκὸν μῦθον; [74] καὶ ὃς οὐκ ἔφη ἀκηκοέναι. διηγεῖτο δὴ μετὰ ταῦτα προθύμως καὶ ἡδέως, βουλόμενος αὐτὸν παραμυθήσασθαι, καθάπερ αἱ τίτθαι τὰ παιδία, ἐπειδὰν αὐτοῖς πληγὰς ἐμβάλωσι, παραμυθούμεναι καὶ [75] χαριζόμεναι μῦθον αὐτοῖς ὕστερον διηγήσαντο. εὖ δὲ ἴσθι, ἔφη, ὅτι οὐ πρότερον ἔσῃ βασιλεύς, πρὶν ἂν ἱλάσῃ τὸν αὑτοῦ δαίμονα καὶ θεραπεύσας ὡς δεῖ ἀποδείξῃς ἀρχικόν τε καὶ ἐλευθέριον καὶ βασιλικόν, ἀλλὰ μή, ὡς νῦν ἔχεις, δοῦλον καὶ ἀνελεύθερον καὶ πονηρόν. [76] ἐνταῦθα δὴ ὁ Ἀλέξανδρος ἐκπεπληγμένος τοῦ ἀνθρώπουτὸ ἀνδρεῖον καὶ τὸ ἀδεές, νομίσας πλέον τι τῶν ἄλλων ἐπίστασθαι αἰ τόν, παντοδαπὸς ἦν ἱκετεύων μὴ φθονῆσαι μηδένα τρόπον, ἀλλὰ φράσαι τίς ἔστιν ὁ δαίμων αὐτοῦ καὶ πῶς χρὴ ἱλάσασθαι αὐτόν. ἤλπιζε γὰρ ὄνομά τι ἀκούσεσθαι δαίμονος καὶ θυσίας τινὰς ἢ καθαρμούς, οὓς δεῖ ἐπιτελέσαι. [77] κατιδὼν οὖν αὐτὸν ὁ Διογένηστεθορυβημένον καὶ σφόδρα τῇ ψυχῇ μετέωρον, προσέπαιζε καὶ περιεῖλκεν, εἴ πως δύναιτο κινηθεὶς ἀπὸ τοῦ τύφου καὶ τῆς δόξης μικρόν τι ἀνανῆψαι. [78] καὶ γὰρ δὴ ᾐσθάνετο αὐτὸν νῦν μὲν ἡδόμενον, νῦν δὲ λυπούμενον ἐν τῷ αὐτῷ καὶ τὴν ψυχὴν αὐτοῦ ἄκριτον οὖσαν, ὥσπερ τὸν ἀέρα ἐν ταῖς τροπαῖς, ὅταν ἐκ τοῦ αὐτοῦ νέφουσὕῃ τε καὶ λάμπῃ ὁ ἥλιος. συνίει δὲ ὅτι καὶ τοῦ τρόπου κατεφρόνει, ἐν ᾧ διελέγετο πρὸς αὐτόν, ἅτε οὐδέποτε ἀκηκοὼς δεινοῦ λέγειν ἀνδρός, ἀλλὰ τοὺς τῶν σοφιστῶν θαυμάζων λόγους, ὡς ὑψηλούς τε καὶ μεγαλοπρεπεῖς. [79] βουλόμενος οὖν χαρίσασθαι αὐτῷ, ἅμα τε ἐπιδεῖξαι ὅτι οὐκ ἀδύνατός ἐστιν ὥσπερ ἵππον εὐμαθῆκαὶ πειθόμενον, ὅταν αὐτῷ δοκῇ, τὸν λόγον ἐπᾶραι, λέγει πρὸς αὐτὸν οὕτως περὶ δαιμόνων, ὅτι οὐκ εἰσὶν ἔξωθεν τῶν ἀνθρώπων οἱ πονηροὶ καὶ ἀγαθοὶ δαίμονες, οἱ τὰς συμφορὰς καὶ τὰς εὐτυχίας φέροντες αὐτοῖς, ὁ δὲ ἴδιος ἑκάστου νοῦς, [80] οὗτός ἐστι δαίμων τοῦ ἔχοντος ἀνδρός, ἀγαθὸς μὲν ὁ τοῦ φρονίμου καὶ ἀγαθοῦ δαίμων, πονηρὸς δὲ ὁ τοῦ πονηροῦ, ὡσαύτως δὲ ἐλεύθερος μὲν ὁ τοῦ ἐλευθέρου, δοῦλος δὲ ὁ τοῦ δούλου, καὶ βασιλικὸς μὲν ὁ τοῦ βασιλικοῦ καὶ μεγαλόφρονος, ταπεινὸς δὲ ὁ τοῦ ταπεινοῦ καὶ ἀγεννοῦς. [81] ἵνα δέ, ἔφη, μὴ καθ᾽ ἓν ἕκαστον ἐπιὼν πολύ τι πλῆθος ἐπάγωμαι [p. 69] λόγων, ἐρῶ τοὺς κοινοτάτους καὶ φανερωτάτους δαίμονας, ὑφ᾽ ὧν ἅπαντες, ὡς εἰπεῖν, ἐλαύνονται τύραννοι καὶ ἰδιῶται καὶ πλούσιοι καὶ πένητες καὶ ὅλα ἔθνη καὶ πόλεις. ἐνταῦθα δὴ πάντα ἀνεὶς κάλων μάλα ὑψηλῶς καὶ ἀδεῶς τὸν ἑξῆς διεπέραινε λόγον. [82] πολλαὶ μέν, ὦ παῖ Φιλίππου, περὶ πάντα κακίαι τε καὶ διαφθοραὶ τῶν ἀθλίων ἀνθρώπων, καὶ τοσαῦται σχεδὸν ὅσας οὐ δυνατὸν διελθεῖν. τῷ ὄντι γὰρ κατὰ τὸν ποιητὴν

 

‹ Prev