Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 108
Delphi Complete Works of Dio Chrysostom Page 108

by Dio Chrysostom


  μῆνιν ἄειδε, θεά, Πηληιάδεω Ἀχιλῆος

  οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγἐ ἔθηκε,

  πολλὰς δ᾽ ἰφθίμους ψυχὰς ἄϊδι προΐαψεν

  ἡρώων: αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν

  οἰωνοῖσί τε πᾶσι: Διὸς δ᾽ ἐτελείετο βουλή.

  [36] ἐνταῦθά φησι περὶ μόνης ἐρεῖν τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ τὰς συμφορὰς καὶ τὸν ὄλεθρον τῶν Ἀχαιῶν, ὅτι πολλὰ καὶ δεινὰ ἔπαθον [p. 125] καὶ πολλοὶ ἀπώλοντο καὶ ἄταφοι ἔμειναν, ὡς ταῦτα μέγιστα τῶν γενομένων καὶ ἄξια τῆς ποιήσεως, καὶ τὴν τοῦ Διὸς βουλὴν ἐν τούτοις φησὶ τελεσθῆναι, ὥσπερ οὖν καὶ συνέβη: τὴν δὲ ὕστερον μεταβολὴν τῶν πραγμάτων καὶ τὸν τοῦ Ἕκτορος θάνατον, ἃ ἔμελλε χαριεῖσθαι, οὐ φαίνεται ὑποθέμενος, οὐδὲ ὅτι ὕστερον ἑάλω τὸ Ἴλιον: ἴσως γὰρ οὐκ ἦν πω βεβουλευμένος ἀναστρέφειν ἅπαντα. [37] ἔπειτα βουλόμενος τὴν αἰτίαν εἰπεῖν τῶν κακῶν, ἀφεὶς τὸν Ἀλέξανδρον καὶ τὴν Ἑλένην περὶ Χρύσου φλυαρεῖ καὶ τῆς ἐκείνου θυγατρός. ἐγὼ οὖν ὡς ἐπυθόμην παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων ἑνὸς εὖ μάλα γέροντος ἐν τῇ Ὀνούφι, ἄλλα τε πολλὰ τῶν Ἑλλήνων καταγελῶντος ὡς οὐθὲν εἰδότων ἀληθὲς περὶ τῶν πλείστων, καὶ μάλιστα δὴ τεκμηρίῳ τούτῳ χρωμένου ὅτι Τροίαν τέ εἰσι πεπεισμένοι ὡς ἀλοῦσαν ὑπὸ Ἀγαμέμνονος καὶ ὅτι Ἑλένη συνοικοῦσα Μενελάῳ ἠράσθη Ἀλεξάνδρου: καὶ ταῦτα οὕτως ἄγαν πεπεισμένοι εἰσὶν ὑφ᾽ [38] ἑνὸς ἀνδρὸς ἐξαπατηθέντες ὥστε καὶ ὀμόσαι ἕκαστος. ἔφη δὲ πᾶσαν τὴν πρότερον ἱστορίαν γεγράφθαι παρ᾽ αὐτοῖς, τὴν μὲν ἐν τοῖς ἱεροῖς, τὴν δ᾽ ἐν στήλαις τισί, τὰ δὲ μνημονεύεσθαι μόνον ὑπ᾽ ὀλίγων, τῶν στηλῶν διαφθαρεισῶν, πολλὰ δὲ καὶ ἀγνοεῖσθαι τῶν ἐν ταῖς στήλαις γεγραμμένων διὰ τὴν ἀμαθίαν τε καὶ ἀμέλειαν τῶν ἐπιγιγνομένων: εἶναι δὲ καὶ ταῦτα ἐν τοῖς νεωτάτοις τὰ περὶ τὴν Τροίαν: τὸν γὰρ Μενέλαον ἀφικέσθαι παρ᾽ αὐτοὺς καὶ διηγήσασθαι ἅπαντα ὡς ἐγένετο. [39] δεομένου δέ μου διηγήσασθαι, τὸ μὲν πρῶτον οὐκ ἐβούλετο, λέγων ὅτι ἀλαζόνες εἰσὶν οἱ Ἕλληνες καὶ ἀμαθέστατοι ὄντες πολυμαθεστάτους ἑαυτοὺς νομίζουσι: τούτου δὲ μηθὲν εἶναι νόσημα χαλεπώτερον μήτε ἑνὶ μήτε πολλοῖς ἢ ὅταν τις ἀμαθὴς ὢν σοφώτατον ἑαυτὸν νομίζῃ. τοὺς γὰρ τοιούτους τῶν ἀνθρώπων μηδέποτε δύνασθαι τῆς ἀγνοίας ἀπολυθῆναι. [40] οὕτως δέ, ἔφη, γελοίως ἀπὸ τούτων διάκεισθε ὑμεῖς ὥστε ποιητὴν ἕτερον Ὁμήρῳ πεισθέντα καὶ ταὐτὰ πάντα ποιήσαντα περὶ Ἑλένης, Στησίχορον, ὡς οἶμαι, τυφλωθῆναί φατε ὑπὸ τῆς Ἑλένης, ὡς ψευσάμενον, αὖθις δὲ ἀναβλέψαι τἀναντία ποιήσαντα. καὶ ταῦτα λέγοντες [p. 126] [41] οὐδὲν ἧττον ἀληθῆ φασιν εἶναι τὴν Ὁμήρου ποίησιν καὶ ἀκούοντες τὸν μὲν Στησίχορον ἐν τῇ ὕστερον ᾠδῇ λέγειν ὅτι τὸ παράπαν οὐδὲ πλεύσειεν ἡ Ἑλένη οὐδαμόσε, ἄλλους δέ τινας ὡς ἁρπασθείη μὲν Ἑλένη ὑπὸ τοῦ Ἀλεξάνδρου, δεῦρο δὲ παρ᾽ ἡμᾶς εἰς Αἴγυπτον ἀφίκοιτο καὶ τοῦ πράγματος οὕτως ἀμφισβητουμένουκαὶ πολλὴν ἄγνοιαν ἔχοντος, οὐδὲ οὕτως ὑποπτεῦσαι δύνανται τὴν ἀπάτην. [42] τούτου δὲ αἴτιον ἔφη εἶναι ὅτι φιλήκοοί εἰσιν οἱ Ἕλληνες: ἃ δ᾽ ἂν ἀκούσωσιν ἡδέως τινὸς λέγοντος, ταῦτα καὶ ἀληθῆ νομίζουσι, καὶ τοῖς μὲν ποιηταῖς ἐπιτρέπουσιν ὅ,τι ἂν θέλωσι ψεύδεσθαι καί φασιν ἐξεῖναι αὐτοῖς, ὅμως δὲ πιστεύουσινοἷς ἂν ἐκεῖνοι λέγωσι, καὶ μάρτυρας αὐτοὺς ἐπάγονται ἐνίοτε περὶ ὧν ἀμφισβητοῦσι: παρὰ δὲ Αἰγυπτίοις μὴ ἐξεῖναι μηδὲν ἐμμέτρως λέγεσθαι μηδὲ εἶναι ποίησιν τὸ παράπαν: ἐπίστασθαι γὰρ ὅτι φάρμακον τοῦτο ἡδονῆς ἐστι πρὸς τὴν ἀκοήν. ὥσπερ οὖν οἱ διψῶντες οὐδὲν δέονται οἴνου, ἀλλ᾽ ἀπόχρη αὐτοῖς ὕδατος πιεῖν,οὕτως οἱ τἀληθῆ εἰδέναι θέλοντες οὐδὲν δέονται μέτρων, ἀλλ᾽ [43] ἐξαρκεῖ αὐτοῖς ἁπλῶς ἀκοῦσαι. ἡ δὲ ποίησις ἀναπείθει τὰ ψευδῆ ἀκούειν ὥσπερ ὁ οἶνος πίνειν μάτην. ὡς οὖν ἤκουσα παρ᾽ ἐκείνου, πειράσομαι εἰπεῖν, προστιθεὶς ἐξ ὧν ἐδόκει μοι ἀληθῆ τὰ λεγόμενα. ἔφη γὰρ ἐν Σπάρτῃ γενέσθαιΤυνδάρεων σοφὸν ἄνδρα καὶ βασιλέα μέγιστον, τούτου δὲ καὶ Λήδας δύο θυγατέρας κατὰ ταὐτὸ ὥσπερ ἡμεῖς ὀνομάζομεν, Κλυταιμνήστρας καὶ Ἑλένην, καὶ δύο ἄρρενας παῖδας διδύμους καλοὺς καὶ μεγάλους καὶ πολὺ τῶν Ἑλλήνων ἀρίστους. [44] εἶναι δὲ τὴν Ἑλένην ἐπὶ κάλλει περιβόητον καὶ πολλοὺς μνηστῆρας αὐτῆς ἔτι σμικρᾶσπαιδὸς οὔσης γενέσθαι καὶ ἁρπαγὴν ὑπὸ Θησέως βασιλέως ὄντος Ἀθηνῶν. τοὺς οὖν ἀδελφοὺς τῆς Ἑλένης εὐθέως ἐλθεῖν εἰς τὴν τοῦ Θησέως χώραν καὶ πορθῆσαι τὴν πόλιν καὶ κομίσασθαι τὴν ἀδελφήν. τὰς μὲν οὖν ἄλλας γυναῖκας ἀφιέναι λαβόντας: τὴν δὲ τοῦ Θησέως μητέρα αἰχμάλωτον ἄγειν, τιμωρουμένους αὐτόν: εἶναιγὰρ αὐτοὺς ἀξιομάχους πρὸς ἅπασαν τὴν Ἑλλάδα, καὶ καταστρέψασθαι [p. 127] [45] ῥᾳδίως ἄν, εἰ ἐβούλοντο. εἶπον οὖν ὅτι καὶ παρ᾽ ἡμῖν ταῦτα λέγεται, καὶ προσέτι ὡς αὐτὸς ἑορακὼς εἴην ἐν Ὀλυμπίᾳ ἐν τῷ ὀπισθοδόμῳ τοῦ νεὼ τῆς Ἥρας ὑπόμνημα τῆς ἁρπαγῆς ἐκείνης ἐν τῇ ξυλίνῃ κιβωτῷ τῇ ἀνατεθείσῃ ὑπὸ Κυψέλου, τοὺς Διοσκόρους ἔχοντας τὴν Ἑλένην ἐπιβεβηκυῖαν τῇ κεφαλῇ τῆς Αἴθρας καὶ τῆς κόμης ἕλκουσαν, καὶ ἐπίγραμμα ἐπιγεγραμμένον ἀρχαίοις γράμμασι. [46] μετὰ δὲ ταῦτα, ἔφη, φοβούμενος τοὺς Τυν
δαρίδας ὁ Ἀγαμέμνων: ἠπίστατο γὰρ ὅτι ξένος ὢν καὶ ἔπηλυς ἄρχοι τῶν Ἀργείων: ἐβούλετο προσλαβεῖν αὐτοὺς κηδεύσας, καὶ διὰ τοῦτο ἔγημε Κλυταιμνήστραν: τὴν δὲ Ἑλένην ἐμνήστευε μὲν τῷ ἀδελφῷ, οὐδεὶς δὲ ἔφασκε τῶν Ἑλλήνων ἐπιτρέψειν, καὶ γὰρ προσήκειν ἕκαστος αὑτῷ τοῦ γένους μᾶλλον ἢ Μενελάῳ, Πελοπίδῃ ὄντι. ἧκον δὲ καὶ ἔξωθεν πολλοὶ μνηστῆρες διά τε τὴν δόξαν τὴν περὶ τοῦ κάλλους καὶ τὴν δύναμιν τῶν ἀδελφῶν καὶ τοῦ πατρός. [47] ἐδόκει οὖν μοι καὶ τοῦτο ἀληθὲς λέγειν, ὅπου τὴν Κλεισθένους θυγατέρα τοῦ Σικυωνίων τυράννου καὶ τῶν ἀπὸ Ἰταλίας τινὰ μνηστεῦσαί φασιν: ἔτι δὲ Ἱπποδάμειαν τὴν Οἰνομάου Πέλοψ ἔγημεν ἐκ τῆς Ἀσίας ἀφικόμενος, Θησεὺς δὲ ἀπὸ τοῦ Θερμώδοντος ποταμοῦ μίαν τῶν Ἀμαζόνων: [48] ὡς δὲ ἐκεῖνος ἔφη, καὶ τὴν Ἰὼ ἀφικέσθαι ἐκδοθεῖσαν εἰς Αἴγυπτον, ἀλλὰ μὴ βοῦν γενομένην οὕτως οἰστρήσασαν ἐλθεῖν. οὕτως δὲ ἔθους ὄντος ἐκδιδόναι καὶ λαμβάνειν γυναῖκας παρ᾽ ἀλλήλων καὶ τοὺς πλεῖστον ἀπέχοντας τοῖς ἐνδοξοτάτοις, καὶ τὸν Ἀλέξανδρον ἀφικέσθαι κατὰ μνηστείαν ἔφη, πιστεύοντα τῇ δυνάμει τοῦ πατρός, σχεδόν τι βασιλεύοντος τῆς Ἀσίας ἁπάσης, καὶ οὐδὲ πολὺ τῆς Τροίας ἀπεχούσης, ἄλλως τε καὶ τῶν Πελοπιδῶν ἤδη δυναστευόντων ἐν τῇ Ἑλλάδι καὶ πολλῆς ἐπιμιξίας γενομένης. [49] ἐλθόντα δὲ μετὰ πολλοῦ πλούτου καὶ παρασκευῆς ὡς ἐπὶ μνηστείαν, καὶ διαφέροντα κάλλει, εἰς λόγους αὐτὸν καταστῆναι Τυνδάρεῴ τε καὶ τοῖς ἀδελφοῖς τῆς Ἑλένης, λέγοντα περὶ τῆς ἀρχῆς τῆς Πριάμου καὶ τῶν χρημάτων τοῦ πλήθους καὶ τῆς ἄλλης δυνάμεως, καὶ ὅτι αὑτοῦ γίγνοιτο ἡ βασιλεία: τὸν δὲ [p. 128] Μενέλαον ἰδιώτην ἔφη εἶναι: τοῖς γὰρ Ἀγαμέμνονος παισίν, ἀλλ᾽ οὐκ ἐκείνῳ τὴν ἀρχὴν προσήκειν: καὶ ὡς θεοφιλὴς εἴη καὶ ὡς ἡ Ἀφροδίτη αὐτῷ ὑπόσχοιτο τὸν ἄριστον γάμον τῶν ἐν ἀνθρώποις: αὐτὸς οὖν προκρῖναι τῆν ἐκείνου θυγατέρα, ἐξὸν αὐτῷ λαβεῖν ἐκ τῆς Ἀσίας τινά, εἰ βούλοιτο, εἴτε τοῦ Αἰγυπτίων βασιλέως εἴτε [50] τοῦ Ἰνδῶν. τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἔλεγεν αὐτὸς ἄρχειν ἀρξάμενος ἀπὸ Τροίας μέχρι Αἰθιοπίας: καὶ γὰρ Αἰθιόπων βασιλεύειν τὸν αὑτοῦ ἀνεψιὸν Μέμνονα, ἐκ Τιθωνοῦ ὄντα τοῦ Πριάμου ἀδελφοῦ. καὶ ἄλλα πολλὰ ἔλεγεν ἐπαγωγά, καὶ δῶρα ἐδίδου τῇ τε Λήδᾳ καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν, ὅσα οὐδὲ ξύμπαντεσοἱ Ἕλληνες ἐδύναντο. ἔφη δὲ καὶ ξυγγενὴς εἶναι τῆς Ἑλένης καὶ αὐτός: ἀπὸ γὰρ Διὸς εἶναι τὸν Πρίαμον: πυνθάνεσθαι δὲ κἀκείνους καὶ τὴν ἀδελφὴν αὐτῶν Διὸς ὄντας. τῷ δὲ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ μὴ προσήκειν ὀνειδίζειν αὐτῷ τὴν πατρίδα: καὶ γὰρ αὐτοὺς εἶναι Φρύγας ἀπὸ Σιπύλου. πολὺ δὴ κρεῖττον τοῖσβασιλεῦσι κηδεύειν τῆς Ἀσίας ἢ τοῖς ἐκεῖθεν μετανάσταις. καὶ γὰρ Λαομέδοντα Τελαμῶνι δοῦναι τὴν ἑαυτοῦ θυγατέρα Ἡσιόνην: ἐλθεῖν γὰρ αὐτὸν εἰς Τροίαν μνηστῆρα μετὰ Ἡρακλέους, ἄγειν δὲ καὶ τὸν Ἡρακλέα φίλον ὄντα καὶ ξένον Λαομέδοντι. [51] πρὸς οὖν ταῦτα ὁ Τυνδάρεως ἐβουλεύετο μετὰ τῶν παίδων. καὶ ἐδόκει αὐτοῖς σκοποῦσιν οὐ χεῖρον εἶναι προσλαβεῖν τοὺς ἐκ τῆς Ἀσίας βασιλέας. τὴν μὲν γὰρ Πελοπιδῶν οἰκίαν ἔχειν Κλυταιμνήστραν συνοικοῦσαν Ἀγαμέμνονι: λοιπὸν δέ, εἰ Πριάμῳ κηδεύσειαν, καὶ τῶν ἐκεῖ πραγμάτων κρατεῖν καὶ μηδένα αὐτοὺς κωλύειν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ἄρχειν ἁπάσης. πρὸς δὲ ταῦτα ἠγωνίζετο [52] μὲν ὁ Ἀγαμέμνων, ἡττᾶτο δὲ τοῖς δικαίοις. ἔφη γὰρ ὁ Τυνδάρεως ἱκανὸν εἶναι αὐτῷ κηδεύσαντι: καὶ ἅμα ἐδίδασκεν ὅτι οὐδὲ συμφέροι τὸν ἀδελφὸν αὐτοῦ τυγχάνειν τῶν: οὕτω γὰρ μᾶλλον ἐπιβουλεύσειν: οὐδὲ γὰρ Ἀτρεῖ Θυέστην εὔνουν γενέσθαι. μάλιστα δ᾽ ἔπειθε λέγων αὐτὸν ὅτι οὐκ ἀνέξονται οἱ ἄλλοι μνηστῆρες τῶνἙλλήνων ἀποτυχόντες, οὔτε Διομήδης οὔτε Ἀντίλοχος οὔτε Ἀχιλλεύς, ἀλλὰ πολεμήσουσι: καὶ ὅτι κινδυνεύσει τοὺς δυνατωτάτους ποιῆσαι [p. 129] [53] τῶν Ἑλλήνων πολεμίους. κρεῖττον οὖν εἶναι μὴ καταλιπεῖν ἀρχὴν πολέμου καὶ στάσεως ἐν τοῖς Ἕλλησι. τὸν δὲ ἄχθεσθαι μέν, οὐκ ἔχειν δὲ ὅπως κωλύσῃ τὸν Τυνδάρεων: κύριον γὰρ εἶναι τῆς αὑτοῦ θυγατρός: καὶ ἅμα φοβεῖσθαι τοὺς παῖδας αὐτοῦ. καὶ οὕτως δὴ λαβεῖν Ἀλέξανδρον τὴν Ἑλένην ἐκ τοῦ δικαίου, πείσαντα τοὺς γονεῖς αὐτῆς καὶ τοὺς ἀδελφούς, καὶ ἀφικέσθαι ἄγοντα μετὰ πολλοῦ ζήλου καὶ χαρᾶς: καὶ τόν τε Πρίαμον καὶ τὸν Ἕκτορα καὶ τοὺς ἄλλους ἅπαντας ἥδεσθαι τῷ γάμῳ, καὶ τὴν Ἑλένην ὑποδέχεσθαι μετὰ θυσιῶν καὶ εὐχῶν. [54] σκόπει δέ, ἔφη, τὴν εὐήθειαν τοῦ ἐναντίου λόγου, εἴ σοι δοκεῖ δυνατὸν εἶναι πρῶτον μὲν ἐρασθῆναί τινα γυναικός, ἣν οὐπώποτε εἶδεν: ἔπειτα καὶ πεῖσαι καταλιποῦσαν τὸν ἄνδρα καὶ τὴν πατρίδα καὶ πάντας τοὺς ἀναγκαίους, ἔτι δὲ οἶμαι θυγατρίου γεγονυῖαν μητέρα, συνακολουθῆσαι ἀνδρὶ ἀλλοφύλῳ. διὰ ταύτην γὰρ τὴν ἀλογίαν συνέπλασαν τὸν περὶ τῆς Ἀφροδίτης μῦθον πολὺ τούτων ἀποπληκτότερον. [55] εἰ δὲ ὁ Ἀλέξανδρος ἐνεθυμήθη, πῶς ὅ τε πατὴρ ἐπέτρεψεν οὐκ ὢν ἀνόητος, ἀλλὰ καὶ σφόδρα δοκῶν νοῦν ἔχειν, ἥ τε μήτηρ; πῶς δὲ εἰκὸς τὸν Ἕκτορα ὕστερον μὲν ὀνειδίζειν καὶ λοιδορεῖσθαι αὐτῷ περὶ τῆς ἁρπαγῆς, ὥς φησιν Ὅμηρος: λέγει γὰρ οὕτως:

 

‹ Prev