Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 117
Delphi Complete Works of Dio Chrysostom Page 117

by Dio Chrysostom


  THE SIXTEENTH DISCOURSE: ON PAIN AND DISTRESS OF SPIRIT

  ΠΕΡΙ ΛΥΠΗΣ.

  Τὸ μὲν ὑφ̓ ἡδονῆς κρατεῖσθαι τοὺς πολλοὺς αἰτίαν ἴσως ἔχει: κηλούμενοι γὰρ καὶ γοητευόμενοι παρὰ ταύτῃ μένουσι: τὸ δὲ λύπῃ δεδουλῶσθαι παντελῶς ἄλογον καὶ θαυμαστόν. ὀδυνώμενοι γὰρ καὶ βασανιζόμενοι τῇ χαλεπωτάτῃ πασῶν βασάνῳ μένομεν ἐν αὐτῇ καὶ τὸν λόγον τὸν ἐλευθεροῦντα ἡμᾶς καὶ ἀπαλλάσσοντα τῆς ἀλγηδόνος οὐ προσιέμεθα. καίτοι τί μὲν ταπεινότερον ἀνδρὸς λυπουμένου; τί δὲ οὕτως αἰσχρὸν θέαμα; καθικνεῖται καὶ γὰρ οἶμαι καὶ τοῦ σώματος τὸ πάθος καὶ τοῦτο συστέλλει καὶ σκυθρωπὸν [2] καὶ δυσειδὲς ὀφθῆναι παρέχει. τὸ δὲ μὴ μόνον εἴκειν τῇ φορᾷ τῆς διανοίας, ἀλλὰ καὶ προσμηχανᾶσθαί τινα ἔξωθεν, οἷον μέλαιναν ἐσθῆτα καὶ συμπλοκὰς χειρῶν καὶ ταπεινὰς καθέδρας, ὡς ὑπὸ τούτων πάντων ἀναγκάζεσθαι τρόπον τινὰ τὴν διάνοιαν μηδέποτε ἀφίστασθαι τῆς λύπης, ἀλλ̓ ἀεὶ μνημονεύειν καὶ λυπεῖσθαι, διεγνωκότας δὴ ἔσεσθαί τινα ἀπαλλαγὴν τούτου καὶ μὴ πάντως ἀεὶ [3] φαίνεσθαί τινα αἰτίαν τοῦ πάθους, οὐχὶ σφόδρα εὔηθες; ἢ γὰρ [p. 242] προσήκοντος θάνατος λυπεῖ ἢ νόσος ἐκείνων τινὸς ἢ καὶ αὐτοῦ: πρὸς δὲ τούτοις ἀδοξία, χρημάτων ἀποβολὴ, τὸ μὴ περᾶναί τι τῶν προκειμένων ἢ παρὰ τὸ δέον, ἀσχολία, κίνδυνος, μυρία ἄλλα ὅσα συμβαίνει κατὰ τὸν βίον, καὶ σχεδὸν ἀνάγκη τούτων ἀεί τι παρεῖναι: [4] τὸ δὲ τελευταῖον, ἂν ἄρα γίγνηται χρόνος, ἐν ᾧ μηδὲν ἀπαντᾷ δύσκολον, ἀλλά τοι τὸ προσδοκᾶν αὐτὰ καὶ γιγνώσκειν ὡς δυνατόν ἐστι συμβῆναι, καθάψεται τῆς γνώμης τῶν οὕτως διακειμένων. οὔκουν καθ̓ ἕκαστον αὐτῶν δεῖ ποιεῖσθαι τὴν παραμυθίαν ῾ἀνήνυτον γὰρ τὸ πρᾶγμα καὶ λυπηρός ἐστιν ὁ βίος᾿, ἀλλὰ ὅλως ἐξελόντα τῆς ψυχῆς τὸ πάθος καὶ τοῦτο κρίναντα βεβαίως, ὅτι μὴ λυπητέον ἐστὶ περὶ μηδενὸς τῷ νοῦν ἔχοντι, τὸ λοιπὸν ἐλευθεριάζειν, καὶ πάντων ἄδεια τῶν δυσχερῶν ἔσται. οὐδὲν γάρ ἐστιν αὐτὸ δεινόν, ἀλλὰ ὑπὸ τῆς δόξης καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας [5] γίγνεται τοιοῦτον. οἱ γοῦν πολλοί, ἐὰν γένηταί τι τῶν νομιζομένων ἀτόπων, ἀεὶ τούτου μνημονεύουσι, δυσχεροῦς οὔσης τῆς μνήμης, ὅμοιον δή τι πάσχοντες τοῖς παιδίοις. καὶ γὰρ ἐκεῖνα τοῦ πυρὸς ἅψασθαι προθυμεῖται, καίτοι σφόδρα ἀλγοῦντα, κἂν [6] ἀφῇς, ἅψεται πάλιν. ὥσπερ οὖν τοῖς εἰς πόλεμον ἐξιοῦσιν οὐδέν ἐστιν ὄφελος, ἂν γυμνοὶ προελθόντες ἔπειτα ἕκαστον τῶν φερομένων βελῶν ἐκκλίνειν ἐθέλωσιν ῾οὐ γὰρ ἔνι φυλάττεσθαι πάντἀ, δεῖ δὲ θώρακος στερεοῦ καὶ τῆς ἄλλης πανοπλίας, ὥστε, κἂν ἐμπέσῃ τι, μὴ διικνεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ τοῖς εἰς τὸν βίον προελθοῦσιν οὐχ οἷόν τε ἐκκλίνειν οὐδὲ φυλάττεσθαι ὥστε ὑπὸ μηδενὸς παίεσθαι τῶν ἐκ τῆς τύχης, μυρίων ἐφ̓ ἕκαστον φερομένων, ἀλλὰ διανοίας ἰσχυρᾶς ἐστιν ἡ χρεία, μάλιστα μὲν ἀτρώτου καὶ πρὸς μηδὲν εἰκούσης, εἰ δὲ μή, μή γε ῥᾳδίως μηδὲ ὑπὸ τοῦ τυχόντος τιτρωσκομένης: ἐπεὶ πολλάκις ἀνάγκη κεντεῖσθαι καὶ μυρία [p. 243] [7] τραύματα λαμβάνειν. καὶ γὰρ οἱ τοὺς πόδας ἔχοντες ἁπαλοὺς καὶ παντελῶς ἀτρίπτους, ἔπειτα γυμνοῖς αὐτοῖς βαδίζοντες, οὐδέποτε τοιαύτην εὑρήσουσιν ὁδὸν ὥστε μὴ νύττεσθαι μηδὲ ἀλγεῖν, ἀλλὰ καὶ τὸ τυχὸν αὐτῶν ἅπτεται: τοῖς δὲ ἠσκηκόσιν οὐδὲ ἡ πάνυ τραχεῖα χαλεπή. τοσούτων οὖν δυσκόλων ὄντων ἀπὸ τοῦ σώματος ἀρξαμένοις, τί δεῖ προσδοκᾶν ἢ πῶς ἔνεστιν ἑκάστου τούτων αἰσθανόμενον καὶ ῥᾳδίως ἐνδιδόντα μὴ κακοδαιμονέστατον ἁπάντων εἶναι, ἀεὶ [8] προσευχόμενον τοῖς θεοῖς ὅπως μὴ τοῦτο μηδὲ τοῦτο συμβῇ: καθάπερ εἴ τις ἐν ὄμβρῳ πορευόμενος σκέπασμα μὲν ἔχοι μηδέν, εὔχοιτο δὲ μόνον ἕκαστον τῶν σταλαγμῶν διαφυγεῖν ῾πολὺ γοῦν τῶν σταλαγμῶν συνεχέστερά ἐστι τὰ δυσχερῆ τὰ παρὰ τῆς τύχης᾿ ἢ νὴ Δία εἴ τις πλέων ἀντὶ τοῦ τοῖς οἴαξι προσέχειν καὶ τὸ προσπῖπτον δέχεσθαι καλῶς εὔχοιτο μηδὲν τῶν κυμάτων κατὰ τὴν ναῦν γενέσθαι. φέρε γάρ, ὦ μάταιε, κἂν πάντα σοι τἄλλα ἔχῃ κατὰ τρόπον, ἀλλὰ τοῦ γε εἰς τὴν ἐπιοῦσαν ἡμέραν βιώσεσθαι τίνα ἔχεις πίστιν καὶ μὴ μεταξὺ πάντων ἀθρόως ἀφαιρεθῆναι τῶν δοκούντων ἀγαθῶν; οὐκοῦν σε περὶ τούτου πρώτου προσήκει λυπεῖσθαι [9] καὶ δεδιέναι τὴν ἀδηλότητα τοῦ πράγματος. ἂν δὲ ἐκεῖνο ἐννοηθῇς ὅτι μηδεὶς ὅλως ἐστὶ τοῦ βίου κύριος, ἀλλὰ πάντες οἱ μακάριοι καὶ λίαν εὐδαίμονες δόξαντες εἶναι τεθνήκασι καὶ σοὶ πάρεστιν ἤδη τοῦτο τὸ πέρας, κἂν ἐπὶ πλεῖστον ἔλθῃς τοῦ βίου, πολὺν λῆρον ἡγήσῃ καὶ μεγάλην εὐήθειαν τὸ νομίζειν ὅλως τι δεινὸν εἶναι τῶν γιγνομένων ἢ μέγα ἢ θαυμαστόν, δίχα γε ἑνὸς τοῦ χωρὶς λύπης καὶ φόβου καὶ τῶν τοιούτων παθῶν μίαν γοῦν ἡμέραν [10] διαγαγεῖν. τὸν Ἰάσονά φασι χρισάμενον δυνάμει τινί, λαβόντα παρὰ τῆς Μηδείας, ἔπειτα οἶμαι μήτε παρὰ τοῦ δράκοντος μηδὲν παθεῖν μήτε ὑπὸ τῶν ταύρων τῶν τὸ πῦρ ἀναπνεόντων. ταύτην [p. 244] οὖν δεῖ κτήσασθαι τὴν δύναμιν παρὰ τῆς Μηδείας, τουτέστι τῆς φρονήσεως, λαβόντα, καὶ τὸ λοιπὸν ἁπάντων καταφρονεῖν. εἰ δὲ μή, πάντα πῦρ ἡμῖν καὶ πάντα ἄϋπνοι δράκοντες. [11] καίτοι τῶν λυπουμένων ἕκαστος αὑτῷ τὸ συμβεβηκός φησιν εἶναι δεινότατον καὶ μάλιστα ἄξιον λύπης: καὶ γὰρ τῶν φερόντων ἕκαστος, ὃ φέρει,
τοῦτ̓ εἶναι δοκεῖ βαρύτατον. ἔστι δὲ ἀσθενοῦς τοῦτο καὶ φαύλου σώματος: τὸ γὰρ αὐτὸ ἕτερος λαβὼν ἂν ἰσχυρότερος ῥᾳδίως οἴσει.

  THE SEVENTEENTH DISCOURSE: ON COVETOUSNESS

  ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ.

  Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων ὑπὲρ τούτων οἴονται λέγειν τῷ φιλοσόφῳ προσήκειν ὑπὲρ ὧν ἕκαστος οὐκ ἔχει τὴν ἀληθῆ δόξαν, ὅπως ἀκούσαντες ὑπὲρ ὧν ἀγνοοῦσι μάθωσι: περὶ δὲ τῶν γνωρίμων καὶ πᾶσιν ὁμοίως φαινομένων περιττὸν εἶναι διδάσκειν. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἡμᾶς οἷς νομίζομεν ὀρθῶς ἔχειν ἐμμένοντας καὶ μηδὲν ἔξωθεν πράττοντας τῆς ὑπαρχούσης ὑπολήψεως, οὐδ̓ ἂν αὐτὸς ᾤμην ἀναγκαῖον εἶναι διατείνασθαι περὶ τῶν προδήλων. [2] ἐπεὶ δὲ οὐχὶ τὴν ἄγνοιαν ἡμᾶς τῶν ἀγαθῶν καὶ τῶν κακῶν τοσοῦτον ὁρῶ λυποῦσαν ὅσον τὸ μὴ πείθεσθαι τοῖς ὑπὲρ τούτων διαλογισμοῖς μηδὲ ἀκολουθεῖν αἷς ἔχομεν αὐτοὶ δόξαις, μεγάλην ὠφέλειαν ἡγοῦμαι τὸ συνεχῶς ἀναμιμνήσκειν καὶ διὰ τοῦ λόγου παρακαλεῖν πρὸς τὸ πείθεσθαι καὶ φυλάττειν ἔργῳ τὸ προσῆκον. ὥσπερ γὰρ οἶμαι καὶ τοὺς ἰατροὺς καὶ τοὺς κυβερνήτας ὁρῶμεν πολλάκις τὰ αὐτὰ προστάττοντας, καίτοι τὸ πρῶτον ἀκηκοότων οἷς ἂν κελεύωσιν, ἀλλ̓ ἐπειδὰν ἀμελοῦντας αὐτοὺς καὶ μὴ προσέχοντας βλέπωσιν, οὕτως καὶ κατὰ τὸν βίον χρήσιμόν ἐστι γίγνεσθαι πολλάκις περὶ τῶν αὐτῶν τοὺς λόγους, ὅταν εἰδῶσι μὲν οἱ πολλοὶ τὸ [p. 245] [3] δέον, μὴ μέντοι πράττωσιν. οὐ γάρ ἐστι τέλος οὔτε τοῖς κάμνουσι τὸ γνῶναι τὸ συμφέρον αὐτοῖς, ἀλλ̓ οἶμαι τὸ χρήσασθαι: τοῦτο γὰρ αὐτοῖς παρέξει τὴν ὑγίειαν: οὔτε τοῖς ἄλλοις τὸ μαθεῖν γε τὰ ὠφελοῦντα καὶ βλάπτοντα πρὸς τὸν βίον, ἀλλὰ τὸ μὴ διαμαρτάνειν ἐν τῇ τούτων αἱρέσει. καθάπερ γὰρ ἔστιν ἰδεῖν τοὺς ὀφθαλμιῶντας ἐπισταμένους μὲν ὅτι λυπεῖ τὸ προσάγειν τοῖς ὀφθαλμοῖς τὰς χεῖρας, ὅμως δὲ οὐκ ἐθέλοντας ἀπέχεσθαι, παραπλησίως καὶ περὶ τὰ ἄλλα πράγματα οἱ πολλοὶ καὶ λίαν εἰδότες ὡς οὐ λυσιτελεῖ τι [4] ποιεῖν, οὐδὲν ἧττον ἐμπίπτουσιν εἰς αὐτό. τίς γοῦν οὐκ οἶδε τὴν ἀκρασίαν ὡς μέγα ἐστὶ κακὸν τοῖς ἔχουσιν; ἀλλ̓ ὅμως μυρίους ἄν τις ἀκρατεῖς εὕροι. καὶ νὴ Δία γε τὴν ἀργίαν ἅπαντες ἴσασιν ὡς οὐ μόνον οὐχ οἵα τε πορίζειν τὰ δέοντα πρὸς τὸ ζῆν, ἀλλ̓ ἔτι καὶ τὰ ὄντα ἀπόλλυσι: καίτοι σχεδόν τι πλείους ἔστιν εὑρεῖν τοὺς [5] ἀργοὺς τῶν ἐθελόντων τι πράττειν. ὅθεν οἶμαι προσήκει τοὺς ἄμεινον φρονοῦντας ἀεὶ καὶ συνεχῶς ὑπὲρ τούτων λέγειν, ἐάν πως γένηται δυνατὸν ἐπιστρέψαι καὶ βιάσασθαι πρὸς τὸ κρεῖττον. ὥσπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἱεροφάντης οὐχ ἅπαξ προαγορεύει τοῖς μυουμένοις ἕκαστον ὧν χρή, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπὲρ τῶν συμφερόντων λόγους ὥσπερ τινὰ πρόρρησιν ἱερὰν λυσιτελεῖ [6] πολλάκις, μᾶλλον δὲ ἀεὶ λέγεσθαι. τὰ γοῦν φλεγμαίνοντα τῶν σωμάτων οὐκ εὐθὺς ἐνέδωκε πρὸς τὴν πρώτην καταιόνησιν, ἄλλ̓ ἂν συνεχῶς τοῦτο ποιῇ τις, ἐμαλάχθη καὶ ῥᾷον ἔσχεν: οὐκοῦν ὁμοίως καὶ τὴν ἐν τῇ ψυχῇ τῶν πολλῶν φλεγμονὴν ἀγαπητὸν εἴ τις δύναιτο πραϋναι διηνεκῶς τῷ λόγῳ χρώμενος. Φημὶ δὴ καὶ περὶ τῆς πλεονεξίας εἰδέναι μὲν ἅπαντας ὡς οὔτε συμφέρον οὔτε καλόν ἐστιν, ἀλλὰ τῶν μεγίστων κακῶν αἴτιον, μὴ μέντοι γε ἀπέχεσθαι μηδὲ ἐθέλειν μηδένα ἀνθρώπων ἴσον [7] ἔχειν τῷ πέλας. καίτοι τὴν μὲν ἀργίαν καὶ τὴν ἀκρασίαν καὶ καθόλου πάσας ἁπλῶς τὰς ἄλλας κακίας εὕροι τις ἂν αὐτοῖς τοῖς ἔχουσι βλαβεράς, καὶ νουθεσίας μὲν οἶμαι καὶ καταγνώσεως τοὺς ἔν τινι τούτων ὑπάρχοντας δικαίως τυγχάνοντας, οὐ μὴν μισουμένους γε οὐδὲ κοινοὺς ἅπασι δοκοῦντας ἐχθρούς. ἡ πλεονεξία [p. 246] δὲ μέγιστον μέν ἐστιν αὐτῷ τινι κακόν: λυπεῖ δὲ καὶ τοὺς πέλας: καὶ τὸν πλεονέκτην οὐδεὶς ἐλεεῖ δήπουθεν οὐδὲ ἀξιοῖ διδάσκειν, [8] προβάλλονται δὲ ἅπαντες καὶ πολέμιον αὑτῶν νομίζουσιν. ἕκαστος οὖν αὐτῶν εἰ βούλεται γνῶναι τὸ μέγεθος τῆς τοιαύτης πονηρίας, ἐννοησάτω πῶς αὐτὸς ἔχει πρὸς τοὺς ἐπιχειροῦντας πλεονεκτεῖν: οὕτως γὰρ ἂν συμβάλοι πῶς καὶ τοὺς λοιποὺς ἀνάγκη πρὸς ἐκεῖνον ἔχειν, ἐὰν ᾖ τοιοῦτος. καὶ μὴν ὅ γε Εὐριπίδης, οὐδενὸς ἧττον ἔνδοξος ὢν τῶν ποιητῶν, τὴν Ἰοκάστην εἰσάγει λέγουσαν πρὸς τὸν Ἐτεοκλέα, παρακαλοῦσαν αὐτὸν ἀποστῆναι τοῦ πλεονεκτεῖν τὸν ἀδελφόν, οὕτω πως: [9] τί τῆς κακίστης δαιμόνων ἐφίεσαι πλεονεξίας, παῖ; μὴ σύ γ̓. ἄδικος ἡ θεός. πολλοὺς δ̓ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας εἰσῆλθε κἀξῆλθ̓ ἐπ̓ ὀλέθρῳ τῶν χρωμένων: ἐφ̓ ᾗ σὺ μαίνει. τοῦτο κάλλιστον βροτοῖς, ἰσότητα τιμᾶν καὶ φίλους εἶναι φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖν: τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ̓ ἀεὶ πολέμιον καθίσταται τοὔλασσον, ἐχθρᾶς θ̓ ἡμέρας κατάρχεται. [10] παρεθέμην δὲ ἑξῆς τὰ ἰαμβεῖα. τὸ γὰρ τοῖς καλῶς εἰρημένοις αὐτοῖς χρῆσθαι νοῦν ἔχοντός ἐστιν. ἐν δὴ τούτοις ἅπαντα ἔνεστι τὰ συμβαίνοντα ἐκ τῆς πλεονεξίας, ὅτι μήτε ἰδίᾳ μήτε κοινῇ συμφέρει, τοὐναντίον δὲ καὶ τὴν τῶν οἴκων εὐδαιμονίαν καὶ τὴν τῶν πόλεων ἀνατρέπει καὶ διαφθείρει: καὶ πάλιν ὡς νόμος ἀνθρώποις τιμᾶν τὸ ἴσον, καὶ τοῦτο μὲν κοινὴν φιλίαν καὶ πᾶσιν εἰρήνην πρὸς ἀλλήλους ποιεῖ, τὰς δὲ διαφορὰς καὶ τὰς
ἐμφύλους ἔριδας καὶ τοὺς ἔξω πολέμους κατ̓ οὐδὲν ἕτερον συμβαίνοντας ἢ διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν, ἐξ ὧν ἕκαστος καὶ τῶν ἱκανῶν ἀποστερεῖται. [p. 247] [11] καίτοι τί τοῦ ζῆν ἀναγκαιότερόν ἐστιν, ἢ τί τούτου περὶ πλείονος ποιοῦνται πάντες; ἀλλ̓ ὅμως καὶ τοῦτο ἀπολλύουσι χρημάτων, οἱ δὲ καὶ τὰς πατρίδας τὰς αὑτῶν ἀναστάτους ἐποίησαν. μετὰ ταῦτα τοίνυν ὁ αὐτὸς ποιητὴς οὔ φησιν ἐν τοῖς θείοις εἶναι πλεονεξίαν: διὰ τοῦτο ἄφθαρτα καὶ ἀγήρω μένειν αὐτὰ, τὴν προσήκουσαν ἓν ἕκαστον ἑαυτῷ τάξιν φυλάττοντα, τήν τε νύκτα καὶ τὴν ἡμέραν καὶ τὰς ὥρας. εἰ γὰρ μὴ τοῦτον εἶχε τὸν τρόπον, οὐκ ἂν αὐτῶν οὐδὲν δύνασθαι διαμένειν. ὅταν οὖν καὶ τοῖς θείοις ἡ πλεονεξία φθορὰν ἐπιφέρῃ, τί χρὴ νομίζειν τἀνθρώπεια πάσχειν ἀπὸ ταύτης τῆς νόσου; καλῶς δὲ μέμνηται καὶ μέτρων καὶ σταθμῶν, ὡς ὑπὲρ τοῦ δικαίου καὶ τοῦ πλεονεκτεῖν μηδένα μηδενὸς [12] τούτων εὑρημένων. ὁ δὲ Ἡσίοδος καὶ πλέον εἶναι τοῦ παντός φησι τὸ ἥμισυ, τὰς ἐκ τοῦ πλεονεκτεῖν βλάβας οἶμαι καὶ ζημίας λογιζόμενος. τίς γὰρ πώποτε ἢ βασιλεὺς ἢ δυνάστης ἢ δῆμος ἐπιχειρήσας ὑπερβῆναι τὸ δίκαιον καὶ τοῦ πλείονος ὀρεχθῆναι οὐχ ἅπασαν μὲν τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἀπέβαλε, μεγάλαις δὲ καὶ ἀμηχάνοις ἐχρήσατο συμφοραῖς, ἅπασι δὲ τοῖς μετ̓ αὐτὸν παραδείγματα ἐμφανῆ τῆς ἀνοίας καὶ τῆς πονηρίας κατέλιπεν; ἢ τίς τῶν ἐλαττοῦσθαι βουλομένων καὶ τὴν δοκοῦσαν ἧτταν ῥᾳδίως ὑπομένειν οὐ πολλαπλάσια μὲν τῶν ἄλλων ἐκτήσατο, αὐτομάτως αὐτῷ καὶ δίχα πόνου περιγιγνόμενα, πλεῖστον δὲ χρόνον τὴν εὐημερίαν κατέσχεν, ἀσφαλέστατα δὲ ἐχρήσατο τοῖς παρὰ τῆς [13] τύχης ἀγαθοῖς; αὐτίκα γοῦν οἱ τῆς Ἰοκάστης υἱεῖς οὐκ, ἐπεὶ διέστησαν τοῦ πλείονος χάριν, ὁ μὲν μόνος ἄρχειν βουλόμενος, ὁ δ̓ ἐξ ἅπαντος τρόπου ζητῶν κομίσασθαι τῆς δυναστείας τὸ μέρος, οὐκ ἀδελφοὶ μὲν ὄντες ἀλλήλους ἀπέκτειναν, μεγάλων δὲ κακῶν αἴτιοι κατέστησαν τοῖς συναραμένοις ἀμφότεροι, τῶν μὲν ἐπιστρατευσάντων παραχρῆμα ἀπολομένων, τῶν δὲ ἀμυναμένων μετὰ μικρὸν [14] ἡττηθέντων, ἐπειδὴ τοὺς νεκροὺς οὐκ εἴων ταφῆναι; καὶ μὴν δἰ ἑνὸς ἀνδρὸς πλεονεξίαν, τοῦ τὴν Ἑλένην ἁρπάσαντος καὶ τὰ τοῦ [p. 248] Μενελάου κτήματα, οἱ τὴν μεγίστην τῆς Ἀσίας οἰκοῦντες πόλιν ἀπώλοντο μετὰ παίδων καὶ γυναικῶν, καὶ μίαν γυναῖκα ὑποδεξάμενοι καὶ χρήματα ὀλίγα τηλικαύτην τιμωρίαν ἔτισαν. ὁ τοίνυν Ξέρξης, ὁ τῆς ἑτέρας ἠπείρου κύριος, ἐπειδὴ καὶ τῆς Ἑλλάδος ἐπεθύμησε καὶ τοσοῦτον στόλον καὶ τοσαύτας μυριάδας συναγαγὼν ἤλασεν, ἅπασαν μὲν αἰσχρῶς ἀπέβαλε τὴν δύναμιν, μόλις δὲ τὸ σῶμα ἴσχυσε διασῶσαι φεύγων αὐτός. πορθουμένης δὲ μετὰ ταῦτα τῆς χώρας καὶ [15] τῶν πόλεων τῶν ἐπὶ θαλάττῃ φέρειν ἠναγκάζετο. καὶ μὴν Πολυκράτην φασίν, ἕως μὲν Σάμου μόνης ἦρχεν, εὐδαιμονέστατον ἁπάντων γενέσθαι: βουλόμενον δέ τι καὶ τῶν πέραν πολυπραγμονεῖν, διαπλεύσαντα πρὸς Ὀροίτην, ὡς χρήματα λάβοι, μηδὲ ῥᾳδίου γε θανάτου τυχεῖν, ἀλλὰ ἀνασκολοπισθέντα ὑπὸ τοῦ βαρβάρου διαφθαρῆναι. ταῦτα μέν, ἵν̓ ᾖ παραδείγματα ὑμῖν, ἔκ τε τῶν σφόδρα παλαιῶν καὶ τῶν μετὰ ταῦτα καὶ τῶν ἐν ποιήμασι καὶ τῶν ἄλλως [16] ἱστορουμένων παρήνεγκα. ἄξιον δ̓ ἐνθυμηθῆναι καὶ τὸν θεόν, ὡς κἀκεῖνος κολάζειν πέφυκε τοὺς πλεονεκτοῦντας. Λακεδαιμονίοις γὰρ χρωμένοις, εἰ δίδωσιν αὐτοῖς τὴν Ἀρκαδίαν, οὐ μόνον ἀπεῖπε καὶ τὴν ἀπληστίαν ὠνείδισεν, οὕτως εἰπών: Ἀρκαδίην μ̓ αἰτεῖς, μέγα μ̓ αἰτεῖς, οὔτοι δώσω: ἀλλὰ καὶ τιμωρίαν αὐτοῖς ἐπέθηκε, προειπὼν μὲν τὸ μέλλον, οὕτως δὲ ὥστε ἐκείνους μὴ συνέντας ἐπὶ Τεγέαν στρατεύεσθαι καὶ ταῖς γιγνωσκομέναις ὑπὸ πάντων συμφοραῖς περιπεσεῖν. καίτοι φανερῶς τὴν Ἀρκαδίαν αὐτοῖς ἀρνούμενος οὐδὲ τὴν Τεγέαν ἐδίδου. τὸ γὰρ ἰσχυρότατον τῆς Ἀρκαδίας καὶ μέγιστον τοῦτ̓ ἦν. ἀλλ̓ ὅμως διὰ τὴν πλεονεξίαν οὐδὲ ὦτα ἔχουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐδὲ [17] τῶν λεγομένων αἰσθάνονται. πάλιν τοίνυν Ἀθηναίοις ἐρωτῶσι περὶ τῆς νήσου Σικελίας ἔχρησε προσλαβεῖν τῇ πόλει τὴν Σικελίαν, λόφον τινὰ ἐγγὺς ὄντα τῆς πόλεως. οἱ δὲ τῶν μὲν παρακειμένων καὶ τῶν ἐν ὀφθαλμοῖς ἠμέλησαν: οὕτως δ̓ ἔκφρονες ὑπῆρχον [p. 249] διὰ τὴν ἐπιθυμίαν τοῦ πλείονος, ὥστε τὸν θεὸν αὐτοῖς ἐνόμιζον λέγειν ἐν ἑνὶ τείχει περιλαβεῖν τὰς Ἀθήνας καὶ τὴν ἀπὸ μυρίων που σταδίων οὖσαν νῆσον. τοιγαροῦν ἐκεῖσε πλεύσαντες οὐ μόνον Σικελίας διήμαρτον, ἀλλὰ καὶ τῆς Ἀττικῆς ἐστερήθησαν, καὶ τὴν πόλιν αὐτὴν ἐπεῖδον ἐπὶ τοῖς πολεμίοις γεγενημένην. [18] καὶ τὰ μὲν τοιαῦτα εἰ θέλοι τις ἐπεξιέναι, δῆλον ὡς οὐδ̓ ἐν ἔτει ἐπιλείψει. σκοπεῖτε δ̓ ὅτι τὴν ἰσχὺν οἱ πλεῖστοι τῶν ἀγαθῶν εἶναι νομίζουσιν: ἀλλ̓ οἶμαι τοῖς ἐπ̓ ἄκρον ἰσχύουσι καὶ λίαν ὑπερβάλλουσι τῇ κατὰ τὸ σῶμα εὐεξίᾳ συμφέρει μέρος τι αὐτῆς ἀφελεῖν: τὸ γὰρ πλέον οἶμαι τοῦ συμμέτρου παγχάλεπον. ὁμοίως ὁ πλοῦτος ἔχων τὴν χρείαν, ἐὰν μὲν ᾖ μέτριος, οὐ λυπεῖ τοὺς ἔχοντας, ἀλλ̓ εὐχερέστερον καὶ νὴ Δἴ ἀνεπιδεῆ παρέχει τὸν βίον: ἐὰν δὲ ὑπερβάλῃ, πλείονας παρέχει τὰς φροντίδας καὶ τὰ λυπηρὰ τῆς δοκούσης ἡδονῆς, καὶ πολλοὶ μετενόησαν σφόδρα πλουτήσαντες, ο
ἱ δὲ δἰ αὐτὸ τοῦτο ἄποροι καὶ τῶν ἐλαχίστων κατέστησαν. [19] εἶεν: ἀλλ̓ ἐν ἡμῖν αὐτοῖς, εἰ τῶν τῆς φύσεως μερῶν ἕκαστον ἐθέλοι πλεονεκτεῖν, ἔσθ̓ ὅπως τὸν βραχύτατον καιρὸν διαμεῖναι δυνησόμεθα; λέγω δὲ οἷον εἰ πλέον τινὶ τοῦ συμμέτρου αἷμα γίγνοιτο ἢ νὴ Δία τὸ πνεῦμα τὸ θερμὸν ὅ,τι δήποτ̓ ἐν ἡμῖν ἐπιτείνοι παρὰ τὴν σύμμετρον καὶ τὴν προσήκουσαν, οὐχὶ μεγάλας ἐπίστασθε καὶ χαλεπὰς ἐκ τούτων ἀπαντᾶν νόσους; ἐν δὲ ταῖς ἁρμονίαις τῶν ὀργάνων τούτων, εἰ πλεονεκτήσειε τῶν φθόγγων τις τῇ τάσει, πρὸς τοῦ Διὸς οὐκ ἀνάγκη πᾶσαν λελύσθαι τὴν ἁρμονίαν; [20] σφόδρα δ̓ ἔγωγε θαυμάζω τί ἂν ἐποιήσαμεν, εἰ μὴ καὶ τοῦ βίου τὸ ἐλάχιστον παρὰ τῶν θεῶν μέτρον εἴχομεν, οἵπερ καὶ νῦν ὥσπερ εἰς τὸν αἰῶνα παρασκευαζόμενοι πλέον ἄλλος ἄλλου φιλοτιμούμεθα ἔχειν. ὥσπερ οὖν εἴ τις εἰδὼς ὅτι ἢ δὔ ἢ τριῶν ἡμερῶν, ἐὰν πλεῖστος διαγένηται χρόνος, ἔχει πλοῦν, ἔπειτα δὲ ἐνιαυτοῦ σῖτα ἐμβάλοιτο, ἀνόητος δόξει, τὸν αὐτὸν τρόπον, εἴ τις ἐπιστάμενος ὅτι πλείω τῶν ἑβδομήκοντα ἐτῶν οὐκ ἂν βιώσειεν, εἰς ἔτη χίλια [p. 250] πορίζοιτο βίον ἴσως οὐχ ὁμοίως ἂν εἴη μαινόμενος; ἔνιοι μὲν γὰρ τοσαῦτα παρασκευάζονται, ὡς, εἴ γ̓ ἔπλεον, εὐθὺς ἂν καταδῦναι [21] τὴν ναῦν. καὶ νὴ Δία γε συμβαίνει μυρίοις. εἶεν: εἰ δὲ δή τις ἐφ̓ ἑστίασιν κεκληκὼς δέκα ἀνθρώπους ἢ πεντεκαίδεκα, τούτους αὐτὸν ἐμπλῆσαι δέον, ὁ δὲ πεντακοσίοις ἢ χιλίοις ἑτοιμάζοι τροφήν, οὐ παντελῶς ἐξεστάναι δόξει; τοιγαροῦν καὶ ἡμεῖς εἰδότες τὰς τοῦ σώματος χρείας εὐαριθμήτους τινάς ῾ἐσθῆτος γὰρ οἶμαι καὶ σκέπης καὶ τροφῆς δεόμεθἀ, ἔπειτα κατατεινόμεθα ὥσπερ στρατοπέδῳ τὰ ἐπιτήδεια συνάγοντες ῾καὶ νὴ Δία γε εἰκότως: οἱ γὰρ πολλοὶ βόσκουσι παῤ ἑαυτοῖς τῶν ἐπιθυμιῶν στρατόπεδον̓ καὶ ἐσθῆτα μὲν οὐδεὶς βούλεται μείζω τοῦ σώματος ἔχειν, ὡς δύσχρηστον ὄν: οὐσίαν δὲ τῷ παντὶ μείζω τῆς χρείας ἔχειν ἅπαντες ἐπιθυμοῦσιν, οὐκ εἰδότες ὅτι τοῦτο ἐκείνου χαλεπώτερον. [22] δοκεῖ δὲ καὶ Κροῖσος καλῶς ὁ Λυδός, τὴν ἀπληστίαν τῶν ἀνθρώπων ἐλέγξαι βουλόμενος, εἰς τοὺς θησαυροὺς εἰσαγαγών τινας τοσοῦτο χρυσίον αὐτοῖς ἐπιτρέπειν ἐξενεγκεῖν ὅσον ἕκαστος ἂν: δύνηται τῷ σώματι. τοὺς γὰρ πολλοὺς οὐ μόνον τὸν κόλπον ἐμπλήσαντας, ἀλλὰ καὶ τῇ κεφαλῇ τοῦ ψήγματος ἐκφέρειν καὶ τῷ στόματι, καὶ μόλις πορεύεσθαι πάνυ γελοίους καὶ διεστραμμένους. οὕτως οὖν καὶ κατὰ τὸν βίον πορεύεσθαί τινας ἀσχημονοῦντας ὑπὸ τῆς πλεονεξίας καὶ καταγελάστους ὄντας.

 

‹ Prev