Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 120
Delphi Complete Works of Dio Chrysostom Page 120

by Dio Chrysostom


  THE TWENTIETH DISCOURSE: ON RETIREMENT

  ΠΕΡΙ ΑΝΑΧΩΡΗΣΕΩΣ.

  Τί γάρ ποτε τὸ τῆς ἀναχωρήσεώς ἐστι καὶ τίνας χρὴ τιθέναι τοὺς ἀναχωροῦντας; ἆρά γε τοὺς ἀπὸ τῶν προσηκόντων ἔργων αὐτοῖς καὶ πράξεων ἀφισταμένους, τούτους χρὴ φάσκειν ἀναχωρεῖν; οἷον εἴ τις Ἀθηναῖος ὤν, δέον αὐτὸν στρατεύεσθαι ὑπὲρ τῆς πατρίδος Λακεδαιμονίων εἰσβεβληκότων εἰς τὴν Ἀττικὴν ἢ Φιλίππου ἐπιόντος ἢ ἄλλων πολεμίων, ὁ δὲ ἀναχωρήσειεν εἰς Μέγαρα ἢ Αἴγιναν ἕνεκα τοῦ μὴ στρατεύεσθαι μηδὲ κινδυνεύειν, οὗτος [2] ἂν ἀνακεχωρηκέναι λέγοιτο; ἢ εἴ τις συχνὴν οὐσίαν κεκτημένος ἕνεκα τοῦ διαφυγεῖν τὰς λειτουργίας ἀπέλθοι ἐκ τῆς πόλεως; ἢ εἴ τις ἰᾶσθαι τοὺς νοσοῦντας ἱκανὸς ὤν, καὶ φίλων δὴ καὶ ἐπιτηδείων αὐτῷ καμνόντων, ὅπως μὴ κακοπαθῇ καὶ πράγματα ἔχῃ τούτους θεραπεύων, ἀπολίποι τε αὐτοὺς καὶ ἀποδημήσειεν εἰς ἕτερον τόπον; ἢ εἴ τις ἄλλος, ἐν πόλει δέον ἐξετάζεσθαι καὶ αὐτόν, ἄρχειν καὶ ἀρχαῖς ὑπηρετεῖν καὶ φυλακάς τινας φυλάττειν ἀγρυπνῶν μὴ βούλοιτο, ἀλλ̓ ὅπως τούτων ἀπηλλαγμένος ἁπάντων ἔσται καὶ μηδὲ εἷς αὐτὸν ἐξελέγξει μηδὲ κωλύσει πίνοντα καὶ καθεύδοντα καὶ ῥᾳθυμοῦντα, ἑτέρωσε ἀποχωροῖ ποι, ἆρα τούτους ἀναχωρεῖν ῥητέον; ἀλλ̓ οὗτοι μὲν δῆλον ὅτι φεύγουσί τε καὶ δραπετεύουσι, καὶ οὐκ ἂν εἴη πρόφασις αὐτοῖς οὐδὲ συγγνώμη τῆς τοιαύτης [3] σχολῆς τε καὶ ἀποδράσεως. μὴ οὖν τοὺς ἀπὸ τῶν ἀνωφελῶν πραγμάτων καὶ τῶν οὐ προσηκουσῶν αὐτοῖς ἀσχολιῶν ἀπιόντας καὶ σχολήν τινα πορίζοντας αὑτοῖς ἀπὸ τῶν ἐνοχλούντων μάτην ῥητέον ᾖ ὡς ἀναχωροῦντας. ἀλλ̓ οὕτως μὲν οὐχ ὁ μεταβὰς ἐκ πόλεώς τινος εἰς ἑτέραν πόλιν ἢ ἐκ τόπου εἰς ἕτερον τόπον ἀναχωρεῖν λέγοιτ̓ ἄν: ὅπου γὰρ ἂν ἀφίκηται, πολλὰ ἂν εἴη τὰ ἐμποδὼν αὐτῷ γιγνόμενα καὶ οὐκ ἐῶντα τὰ προσήκοντα ποιεῖν. καὶ γὰρ τὸ ἐπὶ πολύ τῳ ξυνεῖναι καὶ τὸ πίνοντα ἢ κυβεύοντα ἢ ἄλλο τι [p. 260] τῶν βλαβερῶν καὶ ἀσυμφόρων πράττοντα διατελεῖν πανταχοῦ τοιαῦτά ἐστιν καὶ τὸ συνδιατρίβειν ἀεὶ τῷ ἐντυχόντι ἀδολεσχοῦντα καὶ ἀκούοντα λόγων οὐδὲν χρησίμων ἢ περὶ τὰ βασιλέως πράγματα [4] διατρίβειν ἢ τὰ τοῦ δεῖνος, ὡς ἔφη τις. οὐ γάρ ἐστιν ἀνόητος τῆς αὑτοῦ ψυχῆς κύριος, ἀλλὰ ῥεμβόμενός τε καὶ ἀγόμενος ῥᾳδίως ὑπὸ τῆς τυχούσης προφάσεως καὶ ὁμιλίας. ὥστε οἱ πολλοὶ ἄνθρωποι, καθάπερ οἱ ἄσωτοι τῶν χρημάτων οὐκ ἂν δύναιντο ἀποδοῦναι λόγον πρὸς ὅ,τι ἀνηλώκασιν ἕκαστον αὐτῶν, φαίνεται δ̓ ὅμως ἀνηλωμένα πάνυ συχνὰ χρήματα, οὐδὲ οὗτοι τοῦ χρόνου τε καὶ βίου δύναιντ̓ ἂν ἀποδοῦναι λόγον, πρὸς ὅ,τι ἑκάστην ἡμέραν ἀνήλωσαν ἢ μῆνα ἢ ἐνιαυτόν: φαίνεται δ̓ οὖν παριὼν ὁ βίος καὶ δαπανώμενος ὁ χρόνος, οὐκ ὀλίγου ἄξιος [5] τοῖς ἀνθρώποις οὐδὲ ἥττονος, ἐμοὶ δοκεῖν, ἢ τὸ ἀργύριον. ἀλλ̓ ὅμως μιᾶς δραχμῆς ἀπολομένης ἀνάγκη αἰσθέσθαι καὶ δηχθῆναι ἁμῃγέπῃ: εἰ δὲ καὶ πλείους τις ἐκβάλοι, οὐ πολλοί εἰσιν οἱ ἐπὶ τῷ τοιούτῳ πρᾴως ἔχοντες: λέγω δὲ οὐ διὰ τὴν ἀμέλειαν λυπούμενοι καὶ δακνόμενοι καὶ διὰ τὸ μὴ προσέχειν ῾ἐφ̓ οἷς ἄξιον ἦν δάκνεσθαἰ, ἀλλ̓ ἐπὶ τῇ ἀπωλείᾳ τῶν δραχμῶν. ἡμέρας δὲ ἐξελθούσης καὶ ἀπολομένης καὶ δύο καὶ τριῶν οὐδείς ἐστιν ὃς ἐφρόντισεν. [6] ἀλλ̓ ἐκεῖ μὲν δύνανται λογίζεσθαι τὸ τοιοῦτον ὅτι εἰ μὴ προσέξουσι μηδὲ φροντιοῦσι τῶν τοιούτων, λάθοι ἂν αὐτοὺς ἡ σύμπασα οὐσία διαρρυεῖσα καὶ ἀπολομένη: ἐνταῦθα δὲ οὐ δύνανται ταὐτὸ τοῦτο λογίσασθαι, ὡς εἰ μὴ προνοήσουσιν ἑκάστης ἡμέρας καὶ φυλάξονται μὴ εἰκῇ προϊέναι, λάθοι ἂν αὐτοὺς ὁ σύμπας βίος διαρρυεὶς καὶ ἀπολόμενος. [7] ἀλλ̓ ὅτι γε οὐ τόπος ἐστὶν ὁ παρέχων οὐδὲ τὸ ἀποδημῆσαι τὸ μὴ φαῦλ̓ ἄττα πράττειν οὐδὲ τὸ εἰς Κόρινθον ἢ Θήβας ἀνακεχωρηκέναι τὸ δὲ τὸν βουλόμενον πρὸς αὑτῷ εἶναι — καὶ γὰρ ἐν Θήβαις καὶ ἐν Μεγάροις καὶ πανταχοῦ σχεδὸν οὗ τις ἂν ἀπέλθῃ [p. 261] τῆς Ἑλλάδος καὶ τῆς Ἰταλίας ἔνεστι τό τε ἀργεῖν καὶ τὸ ῥᾳθυμεῖν, καὶ οὐκ ἀπορήσει προφάσεως, ὅπου ἂν τύχῃ ὤν, δἰ ἣν βλακεύων τε καὶ ἀσχολούμενος ἀναλώσει καὶ πάνυ πολὺν χρόνον, ἂν οὕτως [8] τύχῃ. μὴ οὖν βελτίστη ᾖ καὶ λυσιτελεστάτη πασῶν ἡ εἰς αὑτὸν ἀναχώρησις καὶ τὸ προσέχειν τοῖς αὑτοῦ πράγμασιν, ἐάν τ̓ ἐν Βαβυλῶνι τύχῃ τις ὢν ἐάν τ̓ Ἀθήνησιν ἐάν τ̓ ἐν στρατοπέδῳ ἐάν τ̓ ἐν νήσῳ μικρᾷ καὶ μόνος. αἱ γὰρ τοιαῦται ἀναχωρήσεις καὶ ἀποδημίαι μικράν τινα ἔχουσι ῥοπὴν πρὸς τὸ σχολὴν ἄγειν καὶ τὸ πράττειν τὰ δέοντα: ὥσπερ τοῖς ἀσθενοῦσιν ἐφ̓ ἑτέρας καὶ ἑτέρας κλίνας κατακλίνεσθαι φέρει μέν τινα ἐνίοτε μικρὰν [9] ἀνάπαυσιν, οὐ μὴν ἱκανήν γε οὐδ̓ ὥστε ἀπαλλάξαι: — ἰδεῖν τε ἔστι καὶ τῷ πάνυ πολλῷ θορύβῳ τε καὶ πλήθει οὐ κωλυόμενον πράττειν ἕκαστον τὸ αὑτοῦ ἔργον, ἀλλ̓ ὅ τε αὐλῶν ἢ διδάσκων αὐλεῖν τοῦτο ποιεῖ πολλάκις ἐπ̓ αὐτῆς τῆς ὁδοῦ τὸ διδασκαλεῖον ἔχων καὶ οὐδὲν αὐτὸν ἐξίστησι τὸ πλῆθος οὐδὲ ὁ θόρυβος τῶν παριόντων, ὅ τε ὀρχούμενος ὁμοίως ἢ ὀρχηστοδιδάσκαλος πρὸς τούτῳ ἐστίν, ἀμελήσας τῶν μαχομένων τε καὶ ἀποδιδομένων καὶ ἄλλα πραττόντων, ὅ τε κιθαριστὴς ὅ τε ζωγράφος: ὃ δὲ πάντων σφοδρότατόν ἐστιν: οἱ γὰρ τῶν γραμμάτων διδάσκαλοι μετὰ τῶν παίδων ἐν ταῖς ὁδο
ῖς κάθηνται, καὶ οὐδὲν αὐτοῖς ἐμποδών ἐστιν [10] ἐν τοσούτῳ πλήθει τοῦ διδάσκειν τε καὶ μανθάνειν. ἤδη δέ ποτε εἶδον ἐγὼ διὰ τοῦ ἱπποδρόμου βαδίζων πολλοὺς ἐν τῷ αὐτῷ ἀνθρώπους ἄλλον ἄλλο τι πράττοντας, τὸν μὲν αὐλοῦντα, τὸν δὲ ὀρχούμενον, τὸν δὲ θαῦμα ἀποδιδόμενον, τὸν δὲ ποίημα ἀναγιγνώσκοντα, τὸν δὲ ᾄδοντα, τὸν δὲ ἱστορίαν τινὰ ἢ μῦθον διηγούμενον: καὶ οὐδὲ εἷς τούτων οὐδένα ἐκώλυσε προσέχειν αὑτῷ καὶ [11] τὸ προκείμενον πράττειν. καίτοι τούτων οὐδέν ἐστι τῶν ἔργων, ὃ συνάγει τὴν ψυχὴν καὶ καθίστησι καὶ καταφρονεῖν ποιεῖ τῶν ἄλλων ἁπάντων. παιδεία δέ, ὡς ἔοικε, καὶ φιλοσοφία, αἳ μάλιστα τοῦτο διαπράττονται, πολλῆς ἐρημίας τε καὶ ἀναχωρήσεως τυγχάνουσι δεόμεναι: καὶ ὥσπερ τοῖς νοσοῦσιν, εἰ μὴ πανταχόθεν ἐστὶ σιωπή τε καὶ ἡσυχία, οὐ δυνατὸν ὕπνου μεταλαβεῖν, οὕτως [p. 262] ἄρα καὶ τοῖς φιλολόγοις, εἰ μὴ πάντες ὑποσιγήσουσιν αὐτοῖς καὶ μήτε ὅραμα μηδὲν ἄλλο ἔσται μήτε ἀκούσματος ἀκούειν μηδενός, οὐκ ἄρα οἵα τε ἔσται ἡ ψυχὴ τοῖς αὑτῆς προσέχειν καὶ περὶ ταῦτα [12] γίγνεσθαι. ἀλλ̓ ἔγωγε ὁρῶ καὶ τοὺς πλησίον τῆς θαλάττης οὐδὲν πάσχοντας, ἀλλὰ καὶ διανοεῖσθαι δυναμένους ἃ βούλονται διανοεῖσθαι καὶ λέγοντας καὶ ἀκούοντας καὶ καθεύδοντας, ὁπόταν αὐτοῖς ᾖ καιρός, ὅτι οὐδὲν οἴονται προσήκειν αὑτοῖς τοῦ ψόφου τούτου οὐδὲ φροντίζουσιν. εἰ δέ γε ἐβούλοντο προσέχειν ὁπότε μείζων ἢ ἐλάττων γίγνοιτο ἦχος ἢ διαριθμεῖν τὰ κύματα τὰ προσπίπτοντα ἢ τοὺς λάρους τε καὶ τὰ ἄλλα ὄρνεα ὁρᾶν, ὅπως ἐπιπέτονται ἐπὶ τὰ κύματα καὶ νήχονται ῥᾳδίως ἐπ̓ αὐτῶν, οὐκ ἂν [13] ἦν αὐτοῖς σχολὴ ἄλλο τι ποιεῖν. οὐκοῦν καὶ ὅστις δυνατὸς ἐννοῆσαι περὶ τῶν πολλῶν ἀνθρώπων καὶ τοῦ θορύβου τοῦ κατ̓ αὐτοὺς καὶ τῶν πραγμάτων, ὅτι οὐδὲν διαφέρει ταῦτα τῶν ἐν τῇ θαλάττῃ γιγνομένων, οὐκ ἂν ἐνοχλοῖτο ὑπ̓ αὐτῶν. ἀλλὰ τοῦτό ἐστιν, ὡς ἔοικε, πολλοῦ ἄξιον τὸ μάθημα καὶ δίδαγμα, τὸ τὴν ψυχὴν ἐθίζειν ἕπεσθαι τῷ λόγῳ καὶ μὴ ἐπ̓ ἄλλ̓ ἄττα τρέπεσθαι ἢ τά τε προκείμενα [14] καὶ δοκοῦντα ὀρθῶς ἔχειν: καὶ ἡ μὲν οὕτως ἐθισθεῖσα ἡ ψυχὴ λόγῳ δυνήσεται ἅπαντα διαπράττεσθαι τὰ προσήκοντα αὐτῇ, ἡ δὲ ῥεμβομένη τε καὶ ἀλύουσα καὶ ἄλλοτε ἐπ̓ ἄλλο τρεπομένη, ὅταν τι προφανῇ ποτε ἡδονήν τινα ἢ ῥᾳστώνην ἔχον, ὥσπερ ὕδατος ἐν ἑτεροκλινεῖ χωρίῳ ὅποι ἔτυχε τρεπομένου, οὐδὲν [15] ἂν ὠφεληθείη οὐδ̓ ὑπὸ τῆς πάσης ἡσυχίας τε καὶ ἐρημίας. οἶδα γὰρ ἔγωγε καὶ τῶν κυνῶν τὰς μὲν καλῶς ἀχθείσας καὶ φιλοπόνους, ἐπειδὰν ἀφεθῶσιν, εὐθὺς ἀναζητούσας τὸ ἴχνος, καὶ οὐδ̓ εἰ πάντες ἀποκαλοῖεν, οὐκ ἄν ποτε τοῦτο ἀπολειπούσας, οὐδ̓ εἰ πολλαὶ μὲν φωναὶ πανταχόθεν φέροιντο, πολλαὶ δὲ ὀσμαὶ ἀπό τε τῶν καρπῶν καὶ ἀνθῶν ἐμπλέκοιντο, πολὺ δὲ πλῆθος ἀνθρώπων τε καὶ [p. 263] ἄλλων ζῴων φαίνοιτο καὶ ἴχνη τὰ μὲν ἵππων, τὰ δὲ βοῶν, τὰ δὲ προβάτων — οὐδὲν οὔτε ὁρᾷ τούτων οὔτε αἰσθάνεται αὐτῶν οὐδενός, ἀλλὰ ἐκεῖνο παριδοῦσα πανταχόθεν ἐκλέγει τὸ ἴχνος κἀκείνῳ ἕπεται, μέχρις ἂν εὕρῃ τε καὶ ἀναστήσῃ τὸν λαγών, καὶ μετὰ ταῦτα κατέχει διώκουσα, δἰ ὁποίων ἄν ποτε ἴῃ χωρίων, καὶ οὔτε πεδίον οὔτε ὄρος οὔτε τὰ λίαν τραχέα οὔτε χαράδρα ἢ ῥεῦμα ἀποκωλύει αὐτήν, πολλούς τινας δρόμους τοῦ λαγὼ θέοντος καὶ [16] πειρωμένου ἐξαπατᾶν: τὰς δὲ ἀμαθεῖς τε καὶ ἀπαιδεύτους κύνας βραδέως μὲν αἰσθανομένας, ταχέως δὲ ἀπαγορευούσας, εἰ δέ ποθεν ἀλλαχόθεν προσπέσοι θροῦς, εἴτε ὑλακὴ κυνῶν εἴτε ἀνθρώπων φθεγξαμένων ὁδοιπόρων ἢ νομέων, εὐθὺς ἀνακυπτούσας ἐκ τοῦ ἴχνους κἀκεῖ φερομένας. τούτων δὴ πάντων, ὅπερ ἔφην, τὸ ἔθος αἴτιον. ὁμοίως δὲ καὶ τὴν ψυχὴν ἐθίζειν ἂν δέοι μηδέποτε ἀποτρέπεσθαι μηδὲ ἀναχωρεῖν τοῦ δοκοῦντος εἶναι προσήκοντος ἔργου. εἰ δὲ μή, οὐ ῥᾴδιον περιγενέσθαι οὐδὲ ἐξεργάσασθαι οὐδὲν ἱκανῶς. [17] ἢ οὐκ ἐν ταῖς ἐρημίας καὶ ἡσυχίαις, οὐκ ἐνταῦθα μάλιστα ἀνευρήκασιν οἱ ἀνόητοι ἄνθρωποι, ὅπως μηδὲν διανοῶνται τῶν δεόντων, ἕτερα πολλὰ καὶ ἄτοπα διανοήματα, οἷς ἀγαπῶσι ξυνόντες, τυραννίδας τε καὶ πλούτους καὶ ἄλλ̓ ἄττα θαυμαστὰ ἀναπλάττοντες αὑτοῖς; οἱ μὲν θησαυρούς τινας ἀναπλάττοντες χρυσοῦ τε καὶ ἀργύρου πλῆθος ἐξαίφνης ἀμήχανον ὅσον κτώμενοι, οἱ δὲ βασιλεῖς τε καὶ μονάρχους πόλεών τε καὶ ἐθνῶν ἀποδεικνύντες σφᾶς αὐτούς, ἔπειτα ἤδη τὰ ἑξῆς περὶ τὴν τυραννίδα πάντα πράττοντες, τοὺς μέν τινας ἀποκτιννύντες, τοὺς δὲ ἐλαύνοντες, παρθένοις δὲ καὶ μειρακίοις καὶ γυναιξὶ πλησιάζοντες αἷς ἂν ἐθέλωσιν, ἑστιάσεων δὲ καὶ εὐωχιῶν τῶν πολυτελεστάτων μεταλαμβάνοντες, [18] οἱ δέ τινες ἀργύριον ἐκδανείζοντες ἢ ἄλλας ἐργασίας οἷον ἐγρηγορότες τε καὶ ὁρῶντες ὀνείρατα ποικίλα καὶ παντοδαπὰ πλάττοντες αὑτοῖς. ἐνίοτέ γε μὴν ἐκ τῶν ὀνειράτων τούτων ἀποβαίνει καὶ ὕπαρ αὐτοῖς τὰ φαυλότατα καὶ ἀτοπώτατα. τυραννίδες μὲν γὰρ οὐ πάνυ τι ἐκ τῶν τοιούτων γίγνονται: οὐ γὰρ ἐθέλει ἡ [p. 264] τυραννὶς ὑπὸ ῥᾳθύμου τε καὶ τρόπον τινὰ ἀεὶ κοιμωμένης διανοίας θηρεύεσθαι, ἀλλὰ τοὐναντίον ὑπὸ δριμείας τε καὶ ἀγρύπνου φροντίδος: δαπάναι δὲ καὶ ἔρωτες καὶ τοιαῦταί τινες διατριβαὶ πολλοῖς [19] ἤδη πολλάκις ἀπήν�
�ησαν. οἷον δὴ ἐγὼ οἶμαι τὸν Ἀλέξανδρον, ὡς ἐτύγχανε σχολὴν ἄγων ἐν τῇ Ἴδῃ περὶ τὰ βουκόλια, τοιαύτης ἐννοίας καὶ ἐπιθυμίας αὐτῷ γενομένης ὡς ἄρα εὔδαιμόν τε καὶ μακάριον τὸ τὴν πασῶν καλλίστην γυναῖκα ἔχειν, καὶ οὔτε βασιλεία τούτου ἄξιον τοῦ χρήματος οὔτε πλοῦτος οὔτε κρατεῖν μαχόμενον ἁπάντων ἀνθρώπων, μετὰ ταῦτα ἤδη διανοεῖσθαι τίς τε δὴ καὶ παρὰ τίσιν ἡ τοιαύτη γυνὴ καὶ πόθεν ἂν αὐτῷ τοιοῦτος [20] ὑπάρξαι γάμος: καὶ δὴ τὰς μὲν ἐν Ἰλίῳ νύμφας καὶ παρθένους ἅτε τύραννος ὢν ἠτίμαζε καὶ οὐκ ᾤετο ἀξίας τυχεῖν, ὁμοίως δὲ καὶ τὰς Λυδῶν τε καὶ Φρυγῶν τάς τε ἐν Λέσβῳ καὶ τὰς ἐν Μυσίᾳ γυναῖκας ὑπερεώρα. πυνθανόμενος δὲ ἐν Σπάρτῃ τινὰ εἶναι Διὸς λεγομένην θυγατέρα, Μενελάῳ συνοικοῦσαν, ἀνδρὶ βασιλεῖ καὶ βασιλέως ἀδελφῷ τῆς ξυμπάσης Ἑλλάδος, ἣν ἐμνήστευσάν τε καὶ ἔσπευσαν λαβεῖν πολλὰ ἕδνα καὶ δῶρα διδόντες οἱ πρῶτοί τε καὶ ἄκροι τῶν Ἑλλήνων: καὶ δὴ καὶ ἀδελφῶν ἀγαθῶν ἐλέγετο εἶναι Πολυδεύκους καὶ Κάστορος, Διὸς υἱῶν γενομένων: ἐπεθύμησεν [21] αὑτῷ ταύτην γενέσθαι τὴν γυναῖκα. ἄλλως μὲν οὖν οὐ πάνυ τι ἡγεῖτο δυνατόν, εἰ δὲ θεός τις ὑπόσχοιτο καὶ δοίη, τάχ̓ ἂν γενέσθαι τὸ τοιοῦτον. καὶ τίνα δὴ θεὸν ἄλλην εἰκὸς τὰς τοιαύτας χαρίζεσθαι χάριτας ἢ τὴν κρατοῦσάν τε καὶ ἄρχουσαν τῶν περὶ τοὺς γάμους τε καὶ ἔρωτας; οὔκουν ἐκείνης διδούσης ἀδύνατον ἡγεῖτο τὸν γάμον. πῶς ἂν οὖν ἐκείνην πείσαι χαρίσασθαι ἢ εἰ τρόπον τινὰ γίγνοιτο αὐτὸς προσφιλὴς τῇ θεῷ καὶ δωρεάν τινα καὶ χάριν δεδωκώς; ἀλλ̓ οὔτε χρημάτων αὐτὴν τυγχάνειν δεομένην, ἅτε χρυσῆν οὖσαν καὶ πάντα χρήματα ἁπλῶς κεκτημένην, οὔτε θυσιῶν: πάντας γὰρ αὐτῇ πανταχοῦ θύειν: οὔτε ἄλλῃ τινὶ ὁμιλίᾳ καὶ δεήσει ῥᾳδίως ὑπακοῦσαι ἄν: ἀλλ̓ εἰ οὗ μάλιστα ἐπιθυμεῖ [p. 265] καὶ ὃ πάντων τιμιώτατον νενόμικε, τοῦτο προσθείη τις αὐτῇ καὶ μαρτυρήσειεν, ὥς ἐστι καλλίστη, τάχ̓ ἂν ἀγαπῆσαι αὐτήν. [22] νικᾶν δὲ καὶ προκρίνεσθαι κατὰ τοῦτο τίνος ἄν ποτε ἀξιώσειεν ἢ θεῶν τῶν πρώτων καὶ μεγίστων, Ἀθηνᾶς τε καὶ Ἥρας; καὶ ἔτι μᾶλλον, εἰ φαίνοιντο ἐκεῖναι μεγάλα καὶ θαυμαστὰ παρεχόμεναι δῶρα ἕνεκα τῆς νίκης. οὕτω δὴ διελθών τε καὶ ἐξεργασάμενος τὴν αὑτοῦ δόξαν καὶ ἐπίνοιαν, οἷον ψυχῆς ἐν ὕπνῳ φαντασίαις καὶ δόξαις ἐπακολουθούσης καὶ μακρόν τι καὶ συντεταγμένον ὑφαινούσης ὄναρ, κριτής τε ὑπὸ τοῦ Διὸς γίγνεται τῶν θεῶν, καὶ τὰς μὲν αὐτάς τε ὑπερεῖδε καὶ τὰ δῶρα αὐτῶν, τὴν δὲ προέκρινεν ἐπὶ μισθῷ τε καὶ δώρῳ τῷ λαβεῖν τὸν γάμον ἐκείνης τῆς γυναικός, [23] ὑπὲρ ἧς ἐνεθυμήθη τε καὶ εὔξατο. εἰ μὲν οὖν αὐτὸ τοῦτο βουκόλος καὶ ἰδιώτης ἔτυχεν ὤν, οὐδὲν ἂν πρᾶγμα ἀπήντησεν ἐκ τοῦ τοιούτου ὀνείρατος. νῦν δὲ ἐπειδὴ τύραννος καὶ δυνάστης ἦν καὶ πλούτῳ τε ἰσχύων καὶ ἀρχῇ πόλεως τῆς τότε μεγίστης καὶ τῇ τῶν γονέων πρὸς αὐτὸν εὐνοίᾳ, τὰ λοιπὰ ἤδη ἔργῳ ἐξειργάσατο ὡς ἐπὶ τούτοις ἀληθῶς γεγονόσι, ναῦς τε ναυπηγησάμενος καὶ ἑταίρους συναγαγών: καὶ πλεύσας ἐπί τε τὴν Ἑλλάδα καὶ Σπάρτην καὶ εἰς τὴν οἰκίαν ἀφικόμενος τὴν Μενελάου καὶ Ἑλένης καὶ ξενίων τυχών, ἀναπείσας καταλιπεῖν αὐτὴν τὸν ἄνδρα καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων εἰς Τροίαν πολλῶν καὶ χαλεπῶν πραγμάτων καὶ συμφορῶν [24] ἀρχήν. οὕτως αἱ μὲν ἰδιωτικῆς καὶ ἀδυνάτου ψυχῆς ἔννοιαί τε καὶ ἐπιθυμίαι ὑπηνέμιοί τε καὶ ἀδρανεῖς, καὶ οὐδὲν ἀπ̓ αὐτῶν γίγνεται χαλεπόν, ἀλλ̓ ὥσπερ τὰ τῷ ὄντι ὀνείρατα ἀναστάντων εὐθὺς οἴχεται καὶ οὐδὲν αὐτῶν, ὥς φασι, τὸν ἥλιον οὐδὲ τὴν ἡμέραν ὑπομένει, παραπλησίως καὶ τὰ τοιαῦτα ἔχει ἐπιθυμήματά τε καὶ ἐλπίσματα. τὰ δὲ τῶν μονάρχων ἢ πλουσίων ἢ ἄλλην τινὰ ἐχόντων δύναμιν ἐπὶ πέρας ἀφικνεῖται πολλάκις χαλεπόν τε καὶ [25] φοβερόν. καὶ ἔστιν ὅμοιον, ὥσπερ ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ὑπηνεμίοις γεννήμασιν. φασὶ γὰρ δὴ ᾠὰ γίγνεσθαι οὕτως ἄνευ συνουσίας [p. 266] τε καὶ μίξεως ἄρρενος, ἃ καλοῦσιν ὑπηνέμια, ὡς ὑπ̓ ἀνέμῳ προσπεσόντι γιγνόμενα. ὅθεν δὴ καὶ Ὅμηρος, ἐμοὶ δοκεῖν, οὐκ ἀδύνατον ἡγησάμενος οὐδὲ ἀπίθανον τοῖς ἀνθρώποις φανῆναι ἵππων ὑπηνέμιον γένος, τὸν Βορρᾶν ἔφη ἐρασθέντα Τρωικῶν τινων ἵππων ἐμπλῆσαί τε αὐτὰς γονῆς καὶ γένος ἵππων ἐξ αὐτῶν γενέσθαι. πολλάκις ἔκ τινος ἐνθυμήματος ψευδοῦς καὶ ἀδυνάτου [26] ἀποβῆναι πρᾶγμα ἀληθές. εἴρηται δέ μοι πάντα ταῦτα ἀπ̓ ἐκείνης τῆς ἀρχῆς καὶ ἐκτροπῆς, ὅτι δεῖ τὴν ψυχὴν ἐθίζεσθαι τὰ δέοντα πράττειν καὶ διανοεῖσθαι πανταχοῦ τε καὶ ἐν ἅπαντι θορύβῳ καὶ ἐν ἁπάσῃ ἠσυχίᾳ. εἰ δὲ μή, τὸ τῆς ἐρημίας τε καὶ ἡσυχίας οὐδὲν μεῖζον καὶ ἀσφαλέστερον τοῖς ἀνοήτοις τῶν ἀνθρώπων πρὸς τὸ μὴ πολλὰ καὶ ἄτοπα διανοεῖσθαί τε καὶ ἁμαρτάνειν.

 

‹ Prev