Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 126
Delphi Complete Works of Dio Chrysostom Page 126

by Dio Chrysostom


  THE THIRTIETH DISCOURSE: CHARIDEMUS

  ΧΑΡΙΔΗΜΟΣ.

  Δ. Ἀκηκόειν μὲν καὶ πρότερον πρὶν ὑμᾶς ἰδεῖν πρὸ ἱκανοῦ περὶ τῆς Χαριδήμου τελευτῆς. εὐθὺς γὰρ ἐπυνθανόμην, ὡς παρέβαλον δευρί, περί τε ἄλλων τινῶν καὶ μάλιστα δὴ περὶ τούτων ἀμφοτέρων, ὅπου τε εἶεν καὶ ὅ,τι πράττοιεν. καί μοί τις ἐντυχὼν οὐ πάνυ τι αὐτοὺς ἐπιστάμενος, ἀλλ̓ ὅσον ἀκοῦσαι τὰ ὀνόματα, ἠρώτησεν εἰ τοὺς Τιμάρχου υἱεῖς λέγω: κἀμοῦ φήσαντος, τοῦτον ἐδήλου, τὸν νεώτερον δὴ λέγων, ἐν Μεσσήνῃ ἔτι εἶναι μετὰ σοῦ διὰ τὸ πένθος τἀδελφοῦ: τελευτῆσαι γὰρ αὐτοῖν τὸν πρεσβύτερον. [2] φανερὸς οὖν ἦν Χαρίδημον ἀπαγγέλλων τεθνηκέναι: καὶ τότε μὲν ἐδόκει καὶ ἀμφιβολία τις εἶναι, καίτοι σαφῶς τἀνθρώπου εἰρηκότος: αὖθις δὲ ἀκριβέστερον ἔγνωμεν. καὶ οἶμαί γε ἐμαυτὸν οὐ πολύ τι ἔλαττον ὑμῶν δηχθῆναι: τὸ μὲν γὰρ μᾶλλον φάναι οὐ θεμιτὸν οὐδὲ ὅσιον ἡμῖν, εἴ τις ἐκεῖνον μᾶλλον ἐφίλει ὑμῶν τοῦ τε [3] πατρὸς καὶ ἀδελφοῦ. καίτοι οὐ μέγα ἰσχύειν ἔοικεν ἡ φύσις ἐν τοῖς φαύλοις: οἷόν τι καὶ περὶ τοῦτον τὸν Ὀπούντιον ἀκούω γεγονέναι χαρίεντα καὶ κομψὸν νεανίσκον ἀποβαλόντα, ἡμέτερον κἀκεῖνον ἑταῖρον, ἀλλ̓ ὅμως ἔλαττον αὐτὸν λυπηθῆναί φασιν ἢ εἴ τι ἄλλο τῶν ἐκ τῆς οἰκίας ἀπολωλέκει. ἀλλ̓ ὑμεῖς γε πάνυ ἐοίκατον ἀχθομένω τῇ συμφορᾷ: καὶ οὐδὲν θαυμαστόν: ἐπεὶ καὶ τῇ πόλει ὑμῶν καὶ τῇ Ἑλλάδι πάσῃ ὠφέλιμος ἂν ἦν τοιοῦτος ἀνὴρ ἐν τῷ βίῳ διαγενόμενος οἷος δὴ Χαρίδημος τάχα ἔμελλεν ἔσεσθαι. οὐ γὰρ ἔγωγε ἐκείνου μειρακίου ὄντος οὐδένα ἔγνων εὐψυχότερον οὐδὲ ἄμεινον πεφυκότα. [4] — Τ. Εἴ γε ᾔδεις ὅπως διέκειτο πρὸς σέ, πολὺ ἂν μᾶλλον ἐνεκωμίαζες αὐτόν. ἐμοὶ μὲν γὰρ ἐδόκει κἀμοῦ τοῦ πατρός, οὐ μόνον τῶν ἄλλων ἀνθρώπων σὲ προτιμᾶν, ὅς γε καὶ ἐν τῇ νόσῳ κἀπειδὴ πρὸς αὐτῷ σχεδόν τι τῷ θανάτῳ ἦν, καὶ ἡμῶν ἔνδον ὄντων καὶ ἄλλων ξυγγενῶν καὶ πολιτῶν καὶ γνωρίμων σὲ ὠνόμαζε, τὸ παράπαν [p. 296] πάνυ μόλις ἤδη φθεγγόμενος, καὶ ἡμᾶς ἐκέλευε λέγειν, ὅταν σοι ἐντύχωμεν, ὅτι σοῦ μεμνημένος ἐτελεύτα. καὶ γὰρ τὸ συνεῖναι αὐτῷ καὶ διαλέγεσθαι ἕως ὑστάτου παρέμεινεν. οὐ μὴν ἀλλὰ καὶ ζῶν οὕτω διέκειτο ὥστε καὶ τῇ σιωπῇ καὶ τῷ βαδίσματι καὶ τοῖς [5] ἄλλοις πᾶσί σε ἐμιμεῖτο, ὡς ἔλεγον οἱ εἰδότες. — Δ. Οὔτοι ταῦτα ἐμιμεῖτο ἐκεῖνος οὔτε ἐμὲ οὔτε ἄλλον οὐδένα, ἀλλ̓ οὕτως πεφύκει. πρότερον δὲ ἴσως ὑμᾶς ἔτι παῖς ὤν ἐλάνθανεν: ἔπειτα προϊὼν ἐκδηλότερος ἐγένετο. πολὺ γὰρ μᾶλλον ἐκείνῳ ἔπρεπεν ἢ ἄλλῳ τινὶ τό τε ἀνδρεῖον καὶ τὸ σεμνὸν τοῦ σχήματος. ἀλλὰ μή τι ὑμᾶς ἐλύπει τούτοις ἢ σκυθρωπότερος ὑμῖν ἐφαίνετο; — Τ. Ἐμοὶ μὲν γὰρ ἐδόκει τοὐναντίον πολλῶν ἱλαρώτερος καὶ πρὸς τὸ παίζειν ἕτοιμος, ὅσαι ἐλευθέριοι παιδιαί, καὶ ἀεί πως μειδιᾶν πρὸς τοὺς συνήθεις. γελῶντα δὲ αὐτὸν ἀνέδην οὐ πολλάκις εἶδον. οὐδὲν οὖν ἡμᾶς ἐλύπει. καὶ γὰρ δὴ καὶ ἐπῃνεῖτο ὑπὸ πολλῶν καὶ μᾶλλον ἐκεῖνον ᾐσχύνοντο οἱ πολῖται δύο καὶ εἴκοσιν ἐτῶν ὄντα ῾τοσούτων γὰρ ἐτελεύτησεν̓ ἢ τοὺς πρεσβυτέρους τε καὶ ἐνδόξους. — [6] Δ. Ἀλλ̓ ἦ τι ἄλλο ὑμῖν ἐπέστειλεν ἢ διελέχθη τελευτῶν; — Τ. Πολλὰ καὶ δαιμόνια, ὥς γε ἐμοὶ δοκεῖ πατρὶ ὄντι: ὅς γε ἐν τούτῳ τῆς ἡλικίας ἐκ τοῦ βίου μεθιστάμενος οὐχ ὅπως ὠλοφύρετο αὑτὸν ἢ λυπουμένῳ ἐῴκει, ἀλλὰ τοὐναντίον ἡμᾶς παρεμυθεῖτο. καὶ τά γε τελευταῖα τὸν παῖδα καλέσας ἐκέλευε γράφειν, ὥσπερ ἐνθουσιῶν, παράκλησίν τινα ἡμῖν, ὥστε ὑπενόουν ἐγὼ μὴ ἄρα ἐξεστηκὼς ἤδη διὰ τὸν θάνατον ταῦτα ποιοῖ: πλὴν ὅτι οἱ παρόντες θαυμαστῶς [7] ἐπῄνουν. — Δ. Ἔχεις οὖν τὰ γεγραμμένα; — Τ. Πῶς γὰρ οὔ; — Δ. Θέλεις οὖν εἰπεῖν; — Τ. Ἀλλ̓ αἰσχύνομαι μὴ οὐκ ὀρθῶς ἔχῃ, ὡς ὑπὸ νεωτέρου τε καὶ ἐν τοιούτῳ καιρῷ εἰρημένα. καὶ γὰρ ἐκεῖνος ἐδόκει μοι μᾶλλον ἑνὸς σοῦ παρόντος ἂν εὐλαβηθῆναί τι εἰπεῖν ἢ τῶν ἄλλων ἁπάντων. — Δ. Οὐ πρὸς ἀλλότριον ἀναγνώσῃ, ὦ βέλτιστε, καὶ ἅμα οὐ τὴν ἑρμηνείαν ποθῶ γνῶναι τοσοῦτον ὅσον τὴν διάνοιαν ἀφ̓ ἧς ἔλεγεν, εἰ τῷ ὄντι εὐθύμως [8] καὶ θαρρῶν ἀπέθνησκεν. — Τ. Ἀλλ̓ ἔστι ταῦτα: ῾Τὰ μὲν καθ̓ [p. 297] ἡμᾶς οὕτω γέγονεν ὡς ἔδοξε τῷ θεῷ, χρὴ δὲ μηδὲν τῶν ὑπ̓ ἐκείνου γιγνομένων χαλεπὸν ἡγεῖσθαι μηδὲ δυσχερῶς φέρειν, ὡς παραινοῦσιν ἄλλοι τε σοφοὶ καὶ οὐχ ἥκιστα Ὅμηρος, λέγων μηδαμῇ ἀπόβλητα εἶναι ἀνθρώποις τὰ θεῶν δῶρα, καλῶς ὀνομάζων δῶρα τὰ ἔργα τῶν θεῶν, ὡς ἅπαντα ἀγαθὰ ὄντα καὶ ἐπ̓ ἀγαθῷ γιγνόμενα. [9] ἐγὼ μὲν οὖν οὕτω φρονῶ καὶ δέχομαι πρᾴως τὴν πεπρωμένην, οὐκ ἐν ἑτέρῳ καιρῷ ταῦτα λέγων, ἀλλὰ παρούσης τε αὐτῆς καὶ τὴν τελευτὴν ὁρῶν οὕτως ἐγγύθεν. ὑμεῖς δὲ ἐμοὶ πιστεύοντες, ἐπειδὴ καὶ μᾶλλον ὑμῶν ἐπεμελήθην ἀληθείας, καθ̓ ὅσον οἷοί τέ ἐστε, μὴ συγχωρεῖτε τῇ ἀλγηδόνι, ὡς μηδενὸς ἐμοὶ δεινοῦ συμβεβηκότος, [10] μηδὲ εἴ τις ἐπὶ τὸν δυσχερέστατον ἔλθοι τῶν λόγων ῾λέξω δὲ αὐτὸν ὑμῖν οὔτι που τερπνὸν ὄντα οὐδὲ χαρίεντα: οὐ γὰρ οἶμαι πρὸς χάριν τὴν ἡμετέραν γέγονεν: ἔχοντα δέ τι θαυμαστὸν ἴσως᾿ ὅτι τοῦ τῶν Τιτάνων αἵματός ἐσμεν ἡμεῖς ἅπαντες οἱ ἄνθρωποι. ὡς οὖν ἐκείνων ἐχθρῶν ὄντων τοῖς θεοῖς καὶ πολεμησάντων οὐδὲ ἡμεῖς φίλοι ἐσμέν, ἀλλὰ κολαζόμε
θά τε ὑπ̓ αὐτῶν καὶ ἐπὶ τιμωρίᾳ γεγόναμεν, ἐν φρουρᾷ δὴ ὄντες ἐν τῷ βίῳ τοσοῦτον χρόνον ὅσον ἕκαστοι ζῶμεν. τοὺς δὲ ἀποθνῄσκοντας ἡμῶν κεκολασμένους ἤδη [11] ἱκανῶς λύεσθαί τε καὶ ἀπαλλάττεσθαι. εἶναι δὲ τὸν μὲν τόπον τοῦτον, ὃν κόσμον ὀνομάζομεν, δεσμωτήριον ὑπὸ τῶν θεῶν κατεσκευασμένον χαλεπόν τε καὶ δυσάερον, οὐδέποτε τὴν αὐτὴν κρᾶσίν τε καὶ στάσιν τοῦ ἀέρος φυλάττον, ἀλλὰ ποτὲ μὲν ψυχρόν τε καὶ παγερόν, ἀνέμου τε καὶ πηλοῦ καὶ χιόνος καὶ ὕδατος ἐμπεπλησμένον, ποτὲ δὲ αὖ θερμόν τε καὶ πνιγηρόν: μικρὸν δὲ τινα παντελῶς καιρὸν τοῦ ἔτους μετρίως ἔχειν: κατασκήπτειν δὲ καὶ πρηστῆρας ἐν αὐτῷ καὶ τυφῶνας ἐγγίγνεσθαι καὶ πολλάκις σείεσθαι κάτωθεν ὅλον. ταῦτα δὲ [12] πάντα εἶναι κολάσεις δεινάς. ἐκπλήττεσθαι γὰρ ἑκάστοτε ὑπ̓ αὐτῶν καὶ φοβεῖσθαι τοὺς ἀνθρώπους, ὁπότε συμβαίνοι. πρὸς δὲ τούτοις οὐκ ἀνεχομένους τοῦ ἀέρος τὴν φαυλότητα καὶ τὰς μεταβολὰς ἕτερα αὖ μηχανᾶσθαι μικρὰ δεσμωτήρια, τάς τε οἰκίας καὶ πόλεις, ξύλα καὶ λίθους ξυντιθέντας, ὥσπερ εἴ τις ἐν μεγάλῃ εἱρκτῇ ἑτέρας βραχυτέρας ἐνοικοδομοῖ: καὶ τὰ φυόμενα ταῦτα καὶ τὸν καρπὸν τὸν ἐκ γῆς ἕνεκα τοῦ παραμένειν ἡμᾶς γίγνεσθαι, καθάπερ δεσμώταις [p. 298] τροφὴν διδομένην ἀηδῆ τε καὶ φαύλην: ἡμᾶς δὲ ἄλλως ἀγαπᾶν διὰ [13] τὴν ἀνάγκην τε καὶ ἀπορίαν. καὶ γὰρ τοῖς ὑφ̓ ἡμῶν κολαζομένοις, ἅττ̓ ἂν παράσχῃ τις, ὑπὸ λιμοῦ καὶ συνηθείας ἡδέα φαίνεσθαι. καὶ ταῦτα τὰ σιτία τῇ μὲν ἀληθείᾳ πονηρὰ εἶναι καὶ διεφθορότα ῾δηλοῦσθαι δὲ τὴν διαφθορὰν ἐκ τῆς τῶν σωμάτων ἀσθενείας᾿, ἔτι δὲ μηδὲ ἐξ ἑτοίμου πορίζεσθαι μηδὲ πᾶσιν ἄφθονα ὑπάρχειν, ἀλλὰ μετὰ ἀμηχάνων πόνων καὶ κακῶν. ξυγκεῖσθαι δὲ ἡμᾶς ἐξ [14] αὐτῶν δὴ τῶν βασανιζόντων, ψυχῆς τε καὶ σώματος. τὴν μὲν γὰρ ἐπιθυμίας τε καὶ λύπας καὶ ὀργὰς καὶ φόβους καὶ φροντίδας καὶ μυρία πάθη τοιαῦτα ἔχειν ἐν ἑαυτῇ, καὶ δἰ ἡμέρας καὶ νυκτὸς ὑπὸ τούτων ἀεὶ κατατείνεσθαι καὶ στρεβλοῦσθαι ῾καὶ γὰρ ὅστις ἐπιεικέστερον διάκειται, καθόλου μὲν ἀπήλλακται τούτων οὐδενός, ὥσπερ δὲ θηρία ἔνδον κατακεκλεισμένα ἔχει, μετὰ βίας ὁμοῦ καὶ πειθοῦς τινος ἠναγκασμένα ἠρεμεῖν: εἰ δὲ καὶ σμικρὸν παύσαιτο [15] κατεπᾴδων καὶ προσέχων, αὐτίκα δὴ μάλα κινούμενἀ: τὸ δὲ σῶμα ἰλίγγους τε καὶ σπασμοὺς καὶ ἐπιληψίας καὶ τἄλλα νοσήματα, ὅσα δὲ οὐδὲ τῷ λόγῳ δυνατὸν διελθεῖν, ὡς ἂν αἵματος καὶ πνεύματος μεστόν, ἔτι δὲ ἐκ σαρκῶν τε καὶ νεύρων καὶ ὀστέων συγκείμενον, ἐκ μαλακῶν τε καὶ σκληρῶν καὶ ὑγρῶν καὶ ξηρῶν, ἐκ τῶν ἐναντιωτάτων. τά τε σιτία, ὅπερ εἶπον, μοχθηρὰ ὄντα καὶ τὸν ἀέρα ἀνώμαλον προσπίπτοντα τὰς μὲν ἐπιτείνειν τῶν νόσων, τὰς δὲ ἀνακινεῖν, οὐ δοκούσας μὲν εἶναι πρότερον, ἐνούσας δὲ ἐν τῇ φύσει [16] τῶν σωμάτων. καὶ ταῦτα μὲν ἔνδον ἐγκεῖσθαι τὰ κακὰ ἐν ἡμῖν αὐτοῖς, ἐλαφροτέρας δὲ τὰς ἔξωθεν κολάσεις, εἴ τις αὐτὰς παραβάλλοι ταῖς ἐκ τῆς φύσεως. ἡ γὰρ πυρός τε καὶ σιδήρου φύσις καὶ πληγῶν δὲ καὶ τῶν ἄλλων ὀξεῖα καὶ ταχὺ ἀπαλλάττει τῆς αἰσθήσεως, εἴ τις καὶ σμικρὸν ὑπερβάλοι: ἐν δὲ ταῖς νόσοις ἐνίοτε [17] παρατείνουσι καὶ πάνυ πολὺν χρόνον. τοιαῖσδε μὲν δὴ καὶ τοσαῖσδε βασάνοις ξυνεχομένους τοὺς ἀνθρώπους ἐν τῇδε τῇ φρουρᾷ καὶ τῷδε τῷ δεσμωτηρίῳ μένειν τὸν τεταγμένον ἕκαστον χρόνον, καὶ μὴ πρὶν ἀπιέναι τοὺς πολλοὺς πρὶν ἂν ἐξ αὑτοῦ ποιησάμενος ἄλλον ἀνθ̓ ἑαυτοῦ καταλίπῃ διάδοχον τῆς κολάσεως, οἱ μὲν ἕνα, [p. 299] οἱ δὲ καὶ πλείους. μένειν δὲ οὐχ ἑκόντας, ἀλλὰ μιᾷ πάντας ἁλύσει δεδέσθαι τά τε σώματα καὶ τὰς ψυχάς, καθάπερ καὶ ἐφ̓ ἡμῶν ἰδεῖν ἔστιν ἐν ἁλύσει μιᾷ δεδεμένους πολλοὺς ἐφεξῆς, τοὺς μὲν αὐτῶν σμικρούς, τοὺς δὲ μεγάλους, καὶ τοὺς μὲν αἰσχρούς, τοὺς δ̓ εὐπρεπεῖς, οὐδὲν δὲ ἧττον ἅπαντας ἐπ̓ ἴσης ἐν τῇ αὐτῇ ἀνάγκῃ [18] ἔχεσθαι. ὁμοίως δὲ καὶ ταῖς τύχαις τε καὶ δόξαις καὶ τιμαῖς ἀλλήλων ὑπερέχειν, ὥσπερ τοῖς σώμασιν. εἶναι γὰρ τοὺς μὲν βασιλέας, τοὺς δὲ ἰδιώτας, καὶ τοὺς μὲν πλουσίους, τοὺς δὲ ἀπόρους. καὶ οὐδέν γε παρὰ τοῦτο ἔλαττον κακοπαθεῖν καὶ συνέχεσθαι τῷ αὐτῷ δεσμῷ τοὺς εὐδαίμονας καλουμένους τῶν πενήτων τε καὶ ἀδόξων, [19] ἀλλὰ μᾶλλον τούτων ἐκείνους. ἰσχνοτέροις γὰρ οὖσιν αὐτοῖς κεχαλάσθαι τὸν δεσμὸν καὶ λαγαρώτερον ἑκάστῳ περικεῖσθαι: τοῖς δὲ βασιλεῦσι καὶ τυράννοις, οἷα δὴ πεφυσημένοις τὴν ψυχὴν καὶ σφόδρα εὐεκτοῦσι, μᾶλλον ἐγκεῖσθαι καὶ θλίβειν: ὥσπερ ἐν τοῖς τὰ σώματα δεδεμένοις τοὺς παχεῖς τε καὶ ὀγκώδεις τῶν λεπτῶν τε καὶ ἀτρόφων μᾶλλον ὁ δεσμὸς πιέζει: τινὰς μέντοι καὶ λίαν ὀλίγους πάρεσίν τινα ἔχειν ἐκ τοῦ θεοῦ, καὶ δεδέσθαι μέν, ἐλαφρῶς δὲ [20] πάνυ δἰ ἐπιείκειαν: ὑπὲρ ὧν αὖθις λέξομεν. πρότερον δὲ εἰπεῖν ἄξιον, ὡς ἐγώ ποτε ἤκουσα ἀνδρὸς ἀγύρτου παῖς ὤν, ὁποίαν τινὰ ἔφασκεν εἶναι τὴν ἅλυσιν, οὔτι που ταῖσδε ὁμοίαν, ἐκ σιδήρου τε καὶ χαλκοῦ πεποιημένην, πολὺ μέντοι κραταιοτέραν, τὸ δὲ σχῆμα καὶ τὴν πλοκὴν παραπλησίαν. ὥσπερ γὰρ αἵδε εἰσὶν ἐκ κρίκων τινῶν κεχαλκευμέναι δἰ ἀλλήλων διαβεβλημένων, καὶ τοῦτο ἀπ̓ ἀρχῆς μέχρι τέλους: οὕτω δὴ κἀκείνην ἔχειν, ᾗ δὴ ἔφαμεν τοὺς [21] ἀνθρώπους ὑπὸ τ�
��ν θεῶν δεδέσθαι. συνηρτῆσθαι δὲ αὐτὴν ἅπασαν ἐξ ἡδονῆς τε καὶ λύπης, καὶ ταῦτα ἐξ ἀλλήλων πεπλέχθαι, τό τε ἡδὺ καὶ λυπηρόν, καὶ τῷ ἑτέρῳ τὸ ἕτερον ἐξ ἀνάγκης ἀεὶ ἀκολουθεῖν, ὥσπερ οἶμαι τοὺς κρίκους τῆς ἁλύσεως: ἕπεσθαι δὲ ταῖς μὲν μεγάλαις ἡδοναῖς μεγάλας λύπας, ταῖς δὲ σμικραῖς σμικροτέρας, καὶ τήν γε μεγίστην ἡδονὴν ἐπὶ τέλους εἶναι τὸν θάνατον. διὰ τοῦτο καὶ λύπην πρὸ αὐτοῦ συμβαίνειν μεγίστην: δῆλον γὰρ [p. 300] ὡς οὐκ ἔστιν ἀνθρώπῳ μείζων ταύτης τῆς λύπης καὶ ὀδύνης τῆς [22] ἀγούσης ἐπὶ τὸν θάνατον. ἔλεγε δὲ καὶ κατ̓ ἄνδρα ἕτερα εἶναι δεσμά, τοῖς μὲν ἐλάττω, τοῖς δὲ μείζω περικείμενα ὥσπερ πέδας: καλεῖσθαι δὲ ὑφ̓ ἡμῶν αὐτὰς ἐλπίδας. ὥσπερ οὖν τὰς πέδας κατωτάτω τοῦ σώματος εἶναι καὶ περὶ τοῖς ἐσχάτοις μέρεσιν, οὕτω καὶ τὰς ἐλπίδας κατωτάτω εἶναι καὶ περὶ τὸ τελευταῖον μέρος τοῦ βίου, καὶ μάλιστα δὴ κρατεῖν τοὺς ἀνθρώπους καὶ ἀναγκάζειν πάντα πάσχοντας ὑπομένειν. τοῖς μὲν οὖν ἀνοήτοις τε καὶ ἠλιθίοις ὑπερόγκους τε εἶναι τὰς πέδας ταύτας καὶ σφόδρα παχείας, τοῖς δὲ κομψοτέροις κεχαλάσθαι τε καὶ λεπτὰς περικεῖσθαι. [23] καὶ γάρ τοι προσείκαζε καὶ ῥίνῃ τι, πάνυ ἀνδρικῶς ἑπόμενος τῇ εἰκόνι: τοῦτο δὲ ἔφη μόνους εὑρίσκειν τοὺς κομψούς τε καὶ δριμεῖς. ἀποκεκλεῖσθαι γὰρ αὐτὸ πάνυ ἀκριβῶς, ὥσπερ εἴ τις ἐν δεσμωτηρίῳ ῥίνην ἀποκρύψειεν, ὅπως μηδεὶς τῶν δεσμωτῶν λαβὼν ἔπειτα λύσειεν ἑαυτόν. τοὺς οὖν φιλοτίμους καὶ φιλοπόνους μόλις μέν, ὅμως δὲ ἀνευρίσκειν. καλεῖσθαι δὲ ὑπ̓ αὐτῶν αὐτὸ λόγον. ἐπειδὰν οὖν τάχιστα εὕρωσι, χρῆσθαί τε καὶ ῥινᾶν τὰ δεσμὰ καὶ ποιεῖν τῆς ἁλύσεως τὸ καθ̓ αὑτοὺς ὡς οἷόν τε ἰσχνότατον καὶ ἀσθενέστατον, μέχρις ἂν ᾗ δυνατὸν κατεργάσωνται τάς [24] τε ἡδονὰς καὶ τὰς λύπας. βραδὺ δὲ τοῦτο γίγνεται. μόλις γὰρ αὐτῶν ὁ λόγος, ἅτε στερεῶν ὄντων καὶ ἀδαμαντίνων, καθικνεῖται καὶ κατὰ μικρὸν ἀπεσθίει, παντελῶς δὲ οὐκ ἂν δύναιτο δαπανῆσαι καὶ διελεῖν. ὅτῳ δ̓ ἂν ἐγγένηται τοῦτο τὸ φάρμακον καὶ φιλοπόνως αὐτῷ χρήσηται δἰ ἡμέρας καὶ νυκτὸς ἐφ̓ ὅσον οἷόν τ̓ ἐστίν, εὐχερῶς ἤδη τὴν φρουρὰν φέρει καὶ περιέρχεται παρὰ τοὺς ἄλλους ὥσπερ λελυμένος, καὶ τοῦ χρεὼν ἐπιστάντος ῥᾳδίως ἄπεισιν, ὡς ἂν οὐκέτι βίᾳ κρατούμενος οὐδὲ σφιγγόμενος. ἐκ τούτων ἐνίοτε οἱ θεοί τινας καὶ παρέδρους ἑαυτοῖς ποιοῦνται δἰ ἀρετὴν καὶ σοφίαν, καθόλου τῆς τιμωρίας ἀπαλλάξαντες. [25] ταῦτα μέν τις εἶπεν ἀνὴρ δυσάρεστος, ὡς ἐγὼ δοκῶ, καὶ πολλὰ λελυπημένος κατὰ τὸν βίον, ὀψὲ παιδείας ἀληθοῦς ᾐσθημένος, οὐ [p. 301] μὴν ἀληθῆ γε οὐδὲ πρέποντα θεοῖς. ἕτερος δὲ βελτίων ἐστὶ τοῦδε λόγος, ὃν πολὺ ἂν εἴποιμι προθυμότερον. ἤκουσα δὲ αὐτὸν ἀνθρώπου γεωργοῦ ἐν ἀγροίκῳ τινὶ ῥυθμῷ καὶ μέλει: πλὴν τοῦτο μὲν ἴσως οὐδὲν ἡμᾶς δεῖ μιμεῖσθαι, τὴν δὲ διάνοιαν αὐτὴν ἀπομνησθῆναι [26] πειρασόμεθα. ἔλεγε δὲ ὑμνῶν τόν τε Δία καὶ τοὺς ἄλλους θεοὺς ὡς ἀγαθοί τε εἶεν καὶ φιλοῖεν ἡμᾶς, ἅτε δὴ ξυγγενεῖς ὄντας αὐτῶν. ἀπὸ γὰρ τῶν θεῶν ἔφη τὸ τῶν ἀνθρώπων εἶναι γένος, οὐκ ἀπὸ Τιτάνων οὐδ̓ ἀπὸ Γιγάντων. ὅτε γὰρ τὰ σύμπαντα ἔσχον, ὥσπερ ἀποικίαν τινὰ αὑτῶν ἐν τῇ γῇ ἐρήμῃ οὔσῃ κατοικίσαι τοὺς ἀνθρώπους ἐφ̓ ἥττοσι τιμαῖς καὶ ὄλβῳ, δικαίοις δὲ καὶ νόμοις τοῖς αὐτοῖς: ὥσπερ αἱ μεγάλαι πόλεις καὶ εὐδαίμονες τὰς μικρὰς κατοικίζουσι: καί μοι ἐδόκει λέγειν οὐ προστιθεὶς αὐτὸς τὰ ὀνόματα, οἷον Ἀθηναῖοι Κυθνίους ἢ Σεριφίους ἢ Λακεδαιμόνιοι Κυθηρίους τὸ παλαιὸν ἐπὶ νόμοις τοῖς αὐτοῖς ᾤκισαν: καὶ μιμήματά γε παῤ ἑκάστοις τούτοις ἰδεῖν ἔστι τῶν ἐθῶν καὶ τῆς πολιτείας, ἣν οἱ κτίσαντες ἔχουσιν, ἀσθενῆ δὲ πάντα καὶ χείρονα. τὴν [27] μέντοι διαφορότητα οὐκ ἴσην εἶναι. τοὺς μὲν γὰρ ἅτε ἀνθρώπους ἀνθρώπων διαφέρειν, τὴν δὲ τῶν θεῶν ὑπεροχὴν πρὸς ἡμᾶς ἄπειρόν τινα εἶναι. μέχρι μὲν οὖν ἔτυχε νεοκατάστατος ὤν ὁ βίος, τοὺς θεοὺς αὐτούς τε παραγίγνεσθαι καὶ πέμπειν ὥσπερ ἁρμοστὰς παῤ αὑτῶν ἄρχοντας τοὺς ἐπιμελησομένους, οἷον Ἡρακλέα τε καὶ Διόνυσον καὶ Περσέα καὶ τοὺς ἄλλους, οὓς ἀκούομεν θεῶν παῖδας, τοὺς δὲ ἐκγόνους, γενέσθαι παῤ ἡμῖν: ἔπειτα ὕστερον ἐᾶσαι δἰ αὑτῶν οἰκεῖν ὅπως ἂν δυνώμεθα. καὶ τότε δὴ τὰ ἁμαρτήματα [28] καὶ τὰς ἀδικίας ξυμβαίνειν. ᾖδε δὲ καὶ ἑτέραν ᾠδήν, ὡς ὁ μὲν κόσμος οἶκός ἐστι πάνυ καλός τε καὶ θεῖος ὑπὸ θεῶν τε κατεσκευασμένος: ὥσπερ ὑπὸ τῶν εὐδαιμόνων τε καὶ πλουσίων καλουμένων ἀνδρῶν οὕστινας ὁρῶμεν κατεσκευασμένους σταθμοῖς καὶ κίοσι, καὶ χρυσῷ καὶ γραφαῖς τήν τε ὀροφὴν καὶ τοίχους καὶ θύρας [p. 302] εἰργασμένους: ὁμοίως γεγονέναι τὸν κόσμον εἰς ὑποδοχήν τε καὶ εὐφροσύνην ἀνθρώπων, εὐειδῆ καὶ ποικίλον ἄστροις τε καὶ ἡλίῳ καὶ σελήνῃ καὶ γῇ καὶ θαλάττῃ καὶ φυτοῖς, ἃ δὴ τοῦ θεῶν πλούτου [29] καὶ τέχνης τῆς ἐκείνων ἐστίν. παραγίγνεσθαι δὲ τοὺς ἀνθρώπους εἰς αὐτὸν ἑορτάσοντας, ὑπὸ τοῦ βασιλέως τῶν θεῶν κεκλημένους ἐπ̓ εὐωχίαν τινὰ καὶ θοίνην λαμπράν, ἁπάντων ἀπολαύσοντας τῶν ἀγαθῶν. κατακεῖσθαι δὲ ἄλλους ἀλλαχῇ, καθάπερ ἐν δείπνῳ, τοὺς μὲν ἀμείνονος χώρας, τοὺς δὲ φαυλοτέρας τυχόντας. εἶναι δὲ πάντα ὅμοια τοῖς παῤ
ἡμῖν γιγνομένοις ἐν ταῖς ὑποδοχαῖς, πλὴν ὡς μικροῖς καὶ ἀγεννέσι θεῖα καὶ μεγάλα εἰκάσαι. φῶς τε γὰρ παῤ ἡμῖν παρέχειν τοὺς θεοὺς διττὸν διὰ λαμπτήρων τινῶν, τοτὲ μὲν πλεῖον, τοτὲ δὲ ἔλαττον, τὸ μὲν νυκτός, τὸ [30] δὲ ἡμέρας: καὶ παρακεῖσθαι δὴ τραπέζας πάντων μεστάς, σίτου τε καὶ ὀπώρας, τῆς μὲν αὐτομάτου, τῆς δὲ εἰργασμένης, ἔτι δὲ καὶ κρεῶν, τῶν μὲν ἡμέρων, τῶν δὲ ἀγρίων, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐκ θαλάττης. εἶναι δὲ τὰς τραπέζας ἔφη, πάνυ ἀγροίκως λέγων, τούς τε λειμῶνας καὶ πεδία καὶ νάπας καὶ ἀκτάς, ἐν οἷς τὰ μὲν φύεσθαι, τὰ δὲ νέμεσθαι, τὰ δὲ θηρᾶσθαι. ἄλλα δὲ ἄλλοις πλείονα παρεῖναι, πρὸς αἷς ἂν ἕκαστοι τραπέζαις κατακλιθῶσιν. τοὺς μὲν γὰρ πρὸς θαλάττῃ τυχεῖν, τοὺς δὲ πρὸς πεδίοις, τοὺς δὲ πρὸς [31] ὄρεσι. διακονεῖσθαι δὲ τὰς Ὥρας, οἷα δὴ νεωτάτας οὔσας τῶν θεῶν, εὖ μὲν ἀμπεχομένας, καλὰς δὲ ἰδεῖν, οὔτι που χρυσῷ κεκοσμημένας, ἀλλὰ παντοίων ἀνθῶν στεφάνοις. διανέμειν δὲ καὶ τῶν ἀνθῶν αὐτῶν, καὶ τἄλλα ἐπιμελεῖσθαι τῆς ἑστιάσεως, τὰ μὲν παρατιθείσας, τὰ δὲ αἰρούσας κατὰ καιρόν. γίγνεσθαι δὲ καὶ χοροὺς [32] καὶ τὴν ἄλλην εὐπάθειαν ἅπασαν. τὸν μέντοι πόνον τοῦτον, ὃν ἔχειν δοκοῦμεν ἐν γεωργίαις τε καὶ θήραις καὶ φυτείαις, εἶναι τοσοῦτον ὅσον τοῖς κατακειμένοις τὸ ἐπορέξασθαί τινος καὶ τῇ χειρὶ λαβεῖν. ὃ δὲ ἔφην, ἄλλον ἀλλαχῇ κατακεῖσθαι, τούτου καὶ [p. 303] ἡ κρᾶσις τῶν ἀέρων αἰτία. τοὺς γὰρ πρώτους καὶ τοὺς ὑστάτους μᾶλλον τῶν ἄλλων εἶναι τοὺς μὲν ἐν ψύχει, τοὺς δὲ ἐν ἀλέᾳ, τοὺς [33] μὲν ἐγγὺς τοὺ φωτὸς ὄντας, τοὺς δὲ πόρρω. τῇ οὖν εὐφροσύνῃ καὶ τῇ εὐωχίᾳ χρῆσθαι οὐχ ἅπαντας ὁμοίως, ἀλλ̓ ἕκαστον κατὰ τὴν αὑτοῦ φύσιν. τοὺς μὲν γὰρ ἀσώτους καὶ ἀκρατεῖς οὔτε ὁρᾶν οὐδὲν οὔτε ἀκούειν οὐδενός, ἀλλὰ ἐγκεκυφότας ἐσθίειν, ὥσπερ ἐν συφεῷ ὗς, ἔπειτα νυστάζειν. τινὰς δὲ αὐτῶν μὴ ἀρκεῖσθαι τοῖς παροῦσιν, ἀλλὰ ἐπὶ τὰ πορρωτέρω διατείνειν τὰς χεῖρας, οἷον μεσογείους [34] ὄντας ἰχθύων ὀρέγεσθαι καὶ πράγματα ἔχειν: ἄλλους δὲ ἀπλήστους τε καὶ ἀθλίους ὄντας, φοβουμένους μήποτε αὐτοῖς ἐλλίπῃ, πρὸς αὑτοὺς συνάγειν καὶ σωρεύειν ὅς᾿ ἂν δύνωνται. καὶ μετὰ ταῦτα, ὅταν αὐτοὺς ἀπιέναι δέῃ, πορεύεσθαι μηδενὸς μετασχόντας, ἀλλὰ πάνυ ἐνδεεῖς, καταλείπειν οἱ δὲ ταῦτα ἑτέροις: οὐ γὰρ εἶναι φέρεσθαι μεθ̓ ἑαυτῶν. τούτους μὲν οὖν καταγελᾶσθαί τε καὶ [35] ἀσχημονεῖν. ἑτέρους δὲ πεττεύειν, τοὺς δὲ ἀστραγάλοις παίζειν: εἶναι δὲ τοὺς πεττούς τε καὶ ἀστραγάλους οὐχ οἵους ἡμεῖς νομίζομεν, ἀλλὰ τοὺς μὲν χρυσοῦς, τοὺς δὲ ἀργυροῦς, ὃ δὴ νόμισμα καλοῦμεν ἡμεῖς, ὑπὲρ ὧν διαφέρεσθαι καὶ ζητεῖν ἕκαστον πλεονεκτεῖν. πλεῖστον δὴ θόρυβον τούτους τε καὶ ἀκοσμίαν παρέχειν, τοὺς δὴ κυβεύοντας, καὶ δοκεῖν τῶν συμποτῶν ἀηδεστάτους. ἐνίοτε δὲ καὶ μάχεσθαι καὶ εἰς χεῖρας ἰέναι καὶ τιτρώσκειν ἀλλήλους. [36] μάλιστα δὲ τοὺς μεθυσκομένους ταῦτα δρᾶν. μεθύσκεσθαι δὲ οὐκ ἀπὸ οἴνου, καθάπερ τοὺς παῤ αὑτοῖς, ἀλλ̓ ὑφ̓ ἡδονῆς. τοῦτο γὰρ ἐν τῇ κοινῇ ἑστιάσει τὸ πόμα παρέχειν τοὺς θεούς, ὥστε ἐξελέγχεσθαι τὸν ἑκάστου τρόπον. δύο δὲ οἰνοχόους ἐφεστάναι, τὸν μὲν ἄρρενα, τὴν δὲ θήλειαν: ὀνομάζεσθαι δὲ αὐτοῖν τὸν μὲν Νοῦν, τὴν δὲ Ἀκράτειαν. τοὺς μὲν οὖν φρονίμους τὸν ἄρρενα οἰνοχόον ἔχειν, καὶ παῤ ἐκείνου μόνου τούτους δέχεσθαι σπανίως τε καὶ [37] σμικραῖς κύλιξι καὶ πάνυ ἀσφαλῶς κεκραμένον. κεῖσθαι γὰρ ἕνα [p. 304] κρατῆρα, τόν γε τῆς Σωφροσύνης, ἑστάναι γὰρ πολλοὺς ἐν τῷ μέσῳ καὶ διαφέροντας τῇ γεύσει ὥσπερ οἴνων πολλῶν: εἶναι δὲ αὐτοὺς ἀργυροῦς τε καὶ χρυσοῦς: ἔτι δὲ καὶ ζῷα ἔξωθεν κύκλῳ ἔχειν καὶ ἕλικάς τινας καὶ τορείας. τὸν δὲ τῆς Σωφροσύνης λεῖόν τε εἶναι καὶ οὐ μέγαν καὶ ὡς ἂν εἰκάσαι τις ὁρῶν χαλκοῦν. δεῖν οὖν ἐκεῖθεν πολλαπλάσιον λαμβάνοντας καὶ ξυγκεραννύντας σμικρόν [38] τι τῆς ἡδονῆς πίνειν. οἷς μὲν οὖν ἐστιν ὁ Νοῦς οἰνοχόος, οὕτως οἰνοχοεῖν, φοβούμενον καὶ προσέχοντα μή πῃ τῆς κράσεως ἁμαρτὼν σφήλῃ τὸν δαιτυμόνα καὶ καταβάλῃ. τὴν δὲ Ἀκράτειαν τοῖς μὲν πλείστοις ἄκρατον τὴν ἡδονὴν ἐγχεῖν, μηδὲ μικρὸν σωφροσύνης παραμιγνύουσαν, τοῖς δὲ ὀλίγον τι παντελῶς λόγου ἕνεκεν. τοῦτο δὲ εὐθὺς ἐξίτηλον γίγνεσθαι καὶ μηδαμοῦ φαίνεσθαι. τοὺς δὲ πίνοντας μὴ διαλείπειν, ἀλλ̓ ἐπισπέρχειν τε αὐτὴν καὶ κελεύειν θᾶττον ἰέναι παῤ αὐτούς, καὶ προαρπάζειν ἕκαστον. τὴν δὲ ἐπείγεσθαι καὶ περιτρέχειν ἀσθμαίνουσαν καὶ ῥεομένην ἱδρῶτι. [39] τοὺς μὲν οὖν ἐκείνης ἑστιάτορας ὀρχεῖσθαί τε καὶ κυλίεσθαι προπίπτοντας ἐν τῷ μέσῳ, καὶ μάχεσθαι καὶ βοᾶν, οἷα δὴ ποιοῦσιν οἱ μεθυσθέντες ὑπὸ οἴνου: πλὴν οὗτοι μὲν ἐπ̓ ὀλίγον καὶ μετρίως: μικρὸν γὰρ ἐξαρκεῖ καταδαρθεῖν, ἔπειτα ἄμεινον ἑαυτῶν ἔχουσιν, ἅτε ἐλαφρᾶς οὔσης τῆς μέθης: οἱ δὲ ὑπὸ τῆς ἡδονῆς καρωθέντες ὡς ἂν ὑπὸ ἰσχυροτέρου πόματος κατεχόμενοι δἰ ὅλου τοῦ βίου ταῦτα ποιοῦσι, καὶ οὐκ ἔστιν ἀπαλλαγῆναι ζῶσιν, εἰ μή γε ἀποθανοῦσιν. οὗτος γὰρ ὕπνος ἐστὶ τῶν οὕτως μεθυσκομένων καὶ [40] μόνος αὐτοὺς ὠφελεῖ. πολλοὶ δὲ καὶ ἐξεμοῦσιν ὑπὸ πλησμονῆς: γίγνεται δὲ μετὰ σπαραγμοῦ τε καὶ λύπης τῆς ἐσχάτης τ
ὸ τὴν ἡδονὴν ἐκβάλλειν. ὅστις δ̓ ἂν ἰσχύσῃ, κουφίζεται καὶ ῥᾷον διάγει τὸ λοιπόν. σπανίως δὲ τοῦτο συμβαίνει τὸ ἐθέλειν ἐξεμεῖν, ἀλλὰ πολὺ μᾶλλον ἀεὶ πίνειν ἐθέλουσιν. οὐδὲ γὰρ παύονται τοῦ δίψους, ἀλλ̓ ἀεὶ σφοδρότερον ἔχουσι, καθάπερ οἱ τῷ οἴνῳ ἀκράτῳ χρώμένοι. οὗτοι μὲν οὖν τοιοῦτοί εἰσι καὶ καταισχύνουσι καὶ ὑβρίζουσι [p. 305] [41] τὴν χάριν τῶν θεῶν: οἱ δὲ μέτριοί τε καὶ ἐπιεικεῖς τῇ μὲν ἡδονῇ πρᾴως χρῶνται καὶ διὰ χρόνου φοβούμενοι: ὥσπερ δὲ ἄνθρωπος ἐλευθέριος κληθεὶς ὑπό τινος τῶν κρειττόνων, βασιλέως ἢ δυνάστου, τοῦ μὲν ἐσθίειν καὶ πίνειν ἀμελεῖ, πλὴν ὅσον ἀναγκαῖον, προσέχει δὲ τοῖς ἔνδον καὶ τούτοις τέρπεται: κἀκεῖνοι μέθης μὲν καὶ πεττῶν καὶ ἀστραγάλων ἀμελοῦσιν, ὁρῶσι δὲ τἄνδον ὅπως ἔχει, καὶ τόν τε ἀνδρῶνα, ἐν ᾧ κατάκεινται, θαυμάζουσί τε καὶ ζητοῦσιν ὅπως γέγονε, καὶ τὰ ἐν αὐτῷ πάντα ὥσπερ γραφάς τινας εὐειδεῖς καὶ καλὰς κατανοοῦσι, καὶ τὴν ἄλλην οἰκονομίαν τε καὶ τάξιν καὶ τὰς ὥρας, ὡς εὖ τε καὶ ἐπισταμένως ἅπαντα πράττουσι, καὶ προσέχουσιν αὐτοῖς, καὶ μόνοι δὴ τοῦ κάλλους [42] αἰσθάνονται. μέλει δ̓ αὐτοῖς ὅπως μὴ δοκῶσιν ὡς τυφλοί τε καὶ κωφοὶ μετειληφέναι τούτων, ἀλλὰ καὶ ἀπαλλαγέντες ἔχωσί τι εἰπεῖν περὶ αὐτῶν, εἴ τις πυνθάνοιτο, ἅ τε εἶδον ἅ τε ἔγνωσαν. καὶ ταῦτα φροντίζοντες καὶ μετὰ νοῦ τῆς ἡδονῆς ἐμμελῶς μετέχοντες διάγουσιν, εἷς ἑνὶ διαλεγόμενοι καὶ κατὰ δύο καὶ τρεῖς ὅμοιοι. ἐνίοτε δὲ μεγάλης κραυγῆς γενομένης καὶ θορύβου παρὰ τῶν μεθυόντων κἀκεῖσε ἀπέβλεψαν, ἔπειτα εὐθὺς πάλιν πρὸς ἑαυτοῖς ἐγένοντο. [43] καὶ ἐπειδὰν ἀπιέναι δέῃ, οἱ μὲν ἄσωτοι καὶ ἀκρατεῖς ὑπὸ τῶν ἀκολουθούντων ἕλκονται καὶ σύρονται μετὰ πόνων τε καὶ νοσημάτων κεκραγότες καὶ οἰμώζοντες, οὐδὲν εἰδότες οὔτε ὅποι παρῆλθον οὔτε ὅπως εἱστιάθησαν, κἂν πάνυ πολύν τις αὐτῶν μείνῃ χρόνον. οἱ δὲ ὀρθοί τε καὶ ἀσφαλῶς τοῖς ἑαυτῶν ποσὶν ἀπίασι, προσαγορεύσαντες τοὺς φίλους, φαιδροί τε καὶ γεγηθότες, ὡς οὐδὲν [44] ἀσχημονήσαντες. ταῦτα οὖν ὁ θεὸς ἐπισκοπῶν καὶ πάντας ὁρῶν ὡς ἐν ἰδίῳ οἴκῳ ὅπως ἕκαστος εἱστιᾶτο, τοὺς βελτίστους ἀεὶ παῤ αὑτὸν καλεῖ, κἄν τῳ σφόδρα ἀρεσθεὶς τύχῃ, μένειν αὐτὸν κελεύει καὶ συμπότην καὶ ἑταῖρον ἐποιήσατο, καὶ τοῦ νέκταρος ἤδη οὗτος εὐωχεῖται. τοῦτο δὲ ἔοικε μὲν τῷ τῆς σωφροσύνης πώματι, διαυγέστερον [p. 306] δέ ἐστιν ἐκείνου πολὺ καὶ καθαρώτερον, ὡς ἂν οἶμαι [45] θείας ὂν καὶ ἀληθοῦς εὐφροσύνης᾿. — Δ. Παπαῖ, ὦ Χαρίδημε, οἷος ὢν ἡμῖν τέθνηκας, ὡς πολὺ τῶν κατὰ σαυτὸν ἀνθρώπων ὑπερέξειν ἔμελλες, οἵαν δὲ καὶ τῷ πατρὶ καὶ τοῖς πολίταις ἐπίδειξιν σαυτοῦ παρέσχου, μὰ Δἴ οὐ λόγων, ἀλλὰ μεγάλης καὶ ἀληθινῆς ἀνδρείας. ἐγὼ μὲν οὐκ ἔχω ὅπως παραμυθήσωμαι ὑμᾶς τοιούτου στερηθέντας μὴ βαρέως φέρειν. οὐδὲ γὰρ ἐμαυτὸν οἷός τέ εἰμι [46] ἱκανῶς παραμυθήσασθαι ἐν τῷ παρόντι. σὺ δέ, ὦ Τίμαρχε, μόνος δύνασαι τὸν πατέρα τοῦτον κουφίζειν καὶ θεραπεύειν αὐτοῦ τὴν ἀτυχίαν, ἐὰν μέλῃ σοι μὴ πολὺ ἐκείνου καταδεεστέρῳ φαίνεσθαι. καὶ γὰρ ἄτοπον, εἰ τὴν μὲν οὐσίαν αὐτοῦ τὴν μὲν ἤδη παρείληφας τοσαύτην οὖσαν, τὴν δὲ αὖθις λήψῃ τοῦδε ἀποθανόντος, τὴν δὲ σωφροσύνην καὶ τὸ θάρσος καὶ τὸ τῶν καλλίστων ἐρασθῆναι ἀφήσεις, ὡς κατά γε ταῦτα οὐδὲν ἐκείνῳ προσήκων.

 

‹ Prev