Delphi Complete Works of Dio Chrysostom

Home > Other > Delphi Complete Works of Dio Chrysostom > Page 145
Delphi Complete Works of Dio Chrysostom Page 145

by Dio Chrysostom


  THE FORTY-FIFTH DISCOURSE: IN DEFENCE OF HIS RELATIONS WITH HIS NATIVE CITY

  ΑΠΟΛΟΓΙΣΜΟΣ ΟΠΩΣ ΕΣΧΗΚΕ ΠΡΟΣ ΤΗΝ ΠΑΤΡΙΔΑ.

  Ἄνδρες πολῖται, βούλομαι ὑμῖν ἀποδοῦναι λόγον τῆς ἐπιδημίας ταύτης, ἐπειδὴ καὶ βραχὺν οἴομαι τὸν λοιπὸν ἔσεσθαί μοι χρόνον. τὴν μὲν γὰρ φυγὴν ὅπως διήνεγκα, μὴ φίλων ἐρημίας [p. 71] ἡττηθείς, μὴ χρημάτων ἀπορίας, μὴ σώματος ἀσθενείας, πρὸς δὲ τούτοις ἅπασιν ἐχθρὸν ἀνεχόμενος οὐ τὸν δεῖνα οὐδὲ τὸν δεῖνα τῶν ἴσων τινὰ καὶ τῶν ὁμοίων ἐνίοτε φθεγγομένων, ἀλλὰ τὸν ἰσχυρότατον καὶ βαρύτατον καὶ δεσπότην ὀνομαζόμενον καὶ θεὸν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις, τὸ δὲ ἀληθὲς ὄντα δαίμονα πονηρόν, καὶ ταῦτα οὐ θωπεύων αὐτὸν οὐδὲ τὴν ἔχθραν παραιτούμενος, ἀλλὰ ἐρεθίζων ἄντικρυς καὶ τὰ προσόντα κακὰ μὰ Δἴ οὐ μέλλων νῦν ἐρεῖν ἢ γράψειν, ἀλλὰ εἰρηκὼς ἤδη καὶ γεγραφώς, καὶ τούτων πανταχῇ τῶν λόγων καὶ τῶν γραμμάτων ὄντων, οὐχ ὑπὸ μανίας καὶ ἀπονοίας ταῦτα πράττειν ἐπαιρόμενος, ἀλλὰ κρείττονι πεποιθὼς δυνάμει καὶ βοηθείᾳ τῇ παρὰ τῶν θεῶν, ἧς καταφρονοῦσιν [2] οἱ πολλοὶ καὶ ἀνωφελῆ νομίζουσιν. τὸ δὲ περὶ τούτων καθ̓ ἕκαστον λέγειν ἡγοῦμαι εἶναι περιττόν. παῤ ἄλλοις γὰρ μᾶλλον γιγνώσκεται ταῦτα καὶ τυγχάνει δόξης καὶ τιμῆς τῆς προσηκούσης. παῤ ὑμῖν δὲ ἂν διεξίω τὸν τῆς φυγῆς χρόνον, οὐκ ὀδύρεσθαί με φήσει τις, πολὺ δὲ μᾶλλον ἀλαζονεύεσθαι. τελευτήσαντος δὲ ἐκείνου καὶ τῆς μεταβολῆς γενομένης ἀνῄειν μὲν πρὸς τὸν βέλτιστον Νέρβαν. ὑπὸ δὲ νόσου χαλεπῆς κατασχεθεὶς ὅλον ἐκεῖνον ἐζημιώθην τὸν καιρόν, ἀφαιρεθεὶς αὐτοκράτορος φιλανθρώπου κἀμὲ ἀγαπῶντος καὶ πάλαι φίλου. καὶ ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, οὐκ ἐφ̓ οἷς ἂν εἰς ἐμαυτὸν ἢ τῶν ἐμῶν τινα ἔλαβον, οὐκ ἐπὶ τούτοις ἄχθομαι διαμαρτών, ἀλλ̓ ἐφ̓ οἷς ὑμῖν καὶ δημοσίᾳ τῇ πόλει παρασχεῖν ἐδυνάμην, ταύτην ἐγὼ μεγάλην ἀριθμῶ βλάβην [3] καὶ ζημίαν. ὧν γὰρ νῦν ἐτύχομεν, τότε ἐξῆν ταῦτα ἔχειν καὶ τῷ παρόντι καιρῷ πρὸς ἑτέρας κεχρῆσθαι δωρεάς. ἐπεὶ δ̓ οὖν ὑπῆρξε παρὰ τούτου φιλανθρωπία καὶ σπουδὴ τοσαύτη περὶ ἡμᾶς ὅσην ἐπίστανται μὲν οἱ παρατυχόντες, ἐγὼ δὲ ἂν λέγω νῦν, σφόδρα λυπήσω τινάς: ἴσως δὲ οὐδὲ φανεῖται πιστὸς ὁ λόγος τὸ τηλικαύτης τιμῆς τυγχάνοντα καὶ συνηθείας καὶ φιλίας ἅπαντα ταῦτα ἐᾶσαι καὶ παριδεῖν, ἐπιθυμήσαντα τῆς ἐνταῦθα ταραχῆς καὶ τῆς ἀσχολίας, ἵνα μηδὲν εἴπω πλέον: ὅμως δ̓ εἰς οὐδὲν τῶν ἰδίων [p. 72] κατεθέμην τὸν καιρὸν ἐκεῖνον οὐδὲ τὴν τοῦ κρατοῦντος εὔνοιαν οὐδὲ ἀπὸ μέρους, οἷον τὰ τῆς οὐσίας ἐπανορθώσας διεφθαρμένης ἢ προσλαβών τινα ἀρχὴν ἢ δύναμιν, ἀλλ̓ ἅπαν ὅσον ποτὲ ἦν εἰς [4] ὑμᾶς ἔτρεψα καὶ μόνον εἶδον τὸ τῆς πόλεως. ταῦτα δὲ εἰ μέν ἐστι χρήσιμα καὶ μεγάλα, ἢ μὴ πολλοῖς ὑπάρξαντα ἑτέροις ἀλλ̓ ἢ μιᾷ πόλει, καὶ ταύτῃ σχεδόν τι τῶν ἐλλογιμωτάτων κατὰ τὴν Ἀσίαν καὶ τηλικοῦτον ἐχούσῃ δίκαιον πρὸς τὸν αὐτοκράτορα, τοῦ θεοῦ παῤ ἐκείνοις μαντευσαμένου καὶ προειπόντος τὴν ἡγεμονίαν αὐτῷ καὶ πρώτου πάντων ἐκείνου φανερῶς αὐτὸν ἀποδείξαντος τῶν ὅλων κύριον: οὐ λέγω τοιοῦτον οὐδέν. ὅτι δ̓ ὑμεῖς μάλιστα τούτου ἐπεθυμεῖτε, καὶ χρόνος ἦν πολύς, ὃν ἠλπίζετε, ἐξηπάτησθε, τοῖς ὑποσχομένοις μόνον τῶν ἰδιωτῶν ῾οὐ γὰρ δὴ τῶν ἡγεμόνων οὐδεὶς οὔτε προσεδόκησε πώποτε οὔτε ὑπέσχετὀ τιμὰς ὑπερβαλλούσας ἐδίδοτε πρὸ πολλοῦ τῆς πόλεως ἀπαντῶντες πανδημεὶ ἢ [5] περιμένοντες ἐν ἑτέραις πόλεσι: τοῦτο ἴσως ἐννοεῖν ἄξιον. καίτοι σμικρῶν γενομένων καὶ οὐδενὸς ἀξίων, τὸν ἄνδρα τὸν γενναῖον καὶ μὴ φθόνου καὶ βασκανίας ἥττονα τότε ἐχρῆν λέγειν ὅτι μαίνεσθε καὶ παρανοεῖτε τοιούτων ἐξεχόμενοι σφόδρα οὕτως καὶ θεραπεύοντες ἀνθρώπους οὕτω ταπεινοὺς ἐπὶ πράγμασιν οὔτε ἀναγκαίοις οὔτε μεγάλοις, καὶ ταῦτα ἀδήλοις ἔτι καὶ μηδὲν ἔχοντες βέβαιον. ἀλλ̓ οἶμαι χαλεπὸν μὲν ἦν αὐτοῖς καὶ ὁπωσοῦν γενόμενόν τι τούτων. οὐ μὴν ὁμοίως ἐλύπει τὸ τὸν δεῖνα καὶ τὸν δεῖνα τῶν ἡγεμόνων εἶναι τὸν ποιήσαντα καὶ παρασχόντα, μὴ τῶν ἡμετέρων τινὰ πολιτῶν. ἔτι δὲ ἐλπὶς ὑπῄει καὶ ἔθελγεν αὐτοὺς ὡς οὐδέποτε ἂν [6] γενομένων. καίτοι καὶ τοῦτο ἀκήκοα πολλῶν ἐγὼ λεγόντων ὡς πρότερον ἀντιγράψαντος περὶ τῆς διοικήσεως τῶν ἡγεμόνων τινὸς καὶ τοῦ πράγματος ἀποτευχθέντος πολλοὶ κατεγέλων τῆς πόλεως, οὐ τῶν ἀστυγειτόνων ῾ἧττον γὰρ ἂν ἦν τὸ δεινόν̓ ἀλλὰ τῶν πολιτῶν, [p. 73] ὡς μειζόνων ἢ καθ̓ αὑτὴν ἐφιεμένης καὶ διαφερούσης οὐδὲν κατὰ τὴν ἀφροσύνην τῶν παίδων τῶν βασιλέων. καὶ ταῦτα λέγοντες οὐκ ᾐσχύνοντο διασύροντες τὴν αὑτῶν πατρίδα καὶ καθαιροῦντες ἐν τοῖς λόγοις αὑτοὺς ἀνοήτως. εἴτε γάρ εἰσι τῶν πρωτευόντων ἐν αὐτῇ ἢ τιμωμένων, αὑτοὺς καθαιροῦσιν ἀσθενοῦς καὶ ἀδόξου πόλεως προεστηκότες: εἴτε τῶν ἀπερριμμένων εἰσὶ καὶ τῶν ὑστάτων, ἔτι μείζω καὶ χαλεπωτέραν ποιοῦσι τὴν ἀτιμίαν αὑτοῖς, [7] εἰ τῆς ἐσχάτης πόλεως ἔσχατοι τυγχάνουσιν ὄντες. ἵνα δὲ μὴ διὰ τοὺς ἐμπίπτοντας λόγους τοῦ προτεθέντος ἐκκρουσθῶ, τούτων ὅπως δήποτε ληφθέντων καὶ κομισθέντων ἐνταῦθα, σκοπεῖτε εἴ τῳ βαρὺς γέγονα τῶν πολιτῶν ἢ κατ̓ ἰδίαν ὑπὲρ ἐμαυτοῦ λέγων ἢ κοινῇ προφέρων καὶ
ὀνειδίζων χάριτας ἢ προαγαγών τινας ὧν ἐβουλόμην: ἢ τοὐναντίον οὐκ ἔλαττον ἑκατὸν βουλευτῶν καταλεγέντων ἕτεροι μὲν εἰσήγαγον φίλους αὑτῶν καὶ παρεσκεύασαν ὅπως ἕξουσι τοὺς συναγωνιζομένους καὶ βοηθοῦντας οἷς ἄν ποτε ἐθέλωσιν: ἐγὼ δὲ οὔτ̓ ἐποίησα τοιοῦτον οὐδὲν οὔτε διελέχθην τοιοῦτον, ὡς ἐμοὶ μᾶλλον ἂν προσθεμένων, εἰ ἐβουλόμην, ἢ ἄλλῳ [8] τινί. μάλιστα μὲν γὰρ ἠξίουν μηδὲ ἕτερον μηδένα τοιοῦτον ἔθος εἰσάγειν μηδὲ καθ̓ ἑταιρείας πολιτεύεσθαι μηδ̓ εἰς μέρη διασπᾶν τὴν πόλιν: εἰ δ̓ οὖν, αὐτὸς ἀπέχεσθαι τῶν τοιούτων ἁμαρτημάτων, εἰ καὶ πάντων ἔλαττον ἰσχύειν ἔμελλον καὶ μηδενὸς ἀξιοῦσθαι λόγου. τί οὖν ἥμαρτον ἐν τούτοις καὶ τί παρελείφθη μοι; δίκαιός εἰμι πρὸς ὑμᾶς ὁμολογεῖν ὅτι μήτε αὐτὸς μηδὲν ἔπραττον ἄδικον καὶ παράνομον μήτε τοὺς ἄλλους ἐκώλυον, ἐξὸν ἑνὶ ῥήματι κωλῦσαι καὶ καταστάντα καὶ μηνῦσαι τὸ γιγνόμενον καίπερ εἰδόσιν ὑμῖν καὶ τοῖς ἡγεμόσιν. εἰ δὲ μήτε ὑμεῖς προσείχετε μήτε τῶν ἡγεμόνων τὸ πρᾶγμα ἥπτετο, οὐ χαλεπὸν ἦν ἐπιστεῖλαι τῷ [9] αὐτοκράτορι. τοῦτο οὖν ἦν τὸ ποιῆσαν ἐμὲ τὴν ἡσυχίαν ἄγειν, ἵνα μὴ δοκῶ κατηγορεῖν τινων μηδὲ διαβάλλειν τὴν πόλιν μηδ̓ [p. 74] ὅλως λυπηρότερος ὦ τῶν ἐνθάδε μηδενί. τὸ μὲν δὴ τῆς βουλῆς οὕτω διῳκήθη τά γ̓ ἄλλα ὀρθῶς ῾οὔτε γὰρ φαύλους οὔτε ἀναξίους ἄνδρας ἐχειροτονήσατἐ πλὴν ὅτι πάντες τῆς ἴσης τυχόντες τιμῆς, καίτοι δικαίως τυγχάνοντες καὶ δἰ αὑτούς, ὅμως καθάπερ οἱ μυούμενοι μυσταγωγῶν ἐδεήθησαν. ἐγὼ δὲ οὐδὲ ψῆφον ἠξίωσα διενεγκεῖν ὑπὲρ οὐδενὸς μόνος, μὴ ῥοπήν τινα δοκῇ τὸ τοιοῦτον παρέχειν καὶ μαρτυρίαν καὶ τῶν ἄλλων τινὲς ὀκνήσωσιν ἐμοὶ τἀναντία [10] γράφειν καὶ ἀποφαίνεσθαι. τί οὖν; ἐπὶ δύο ἡμέρας ἢ τρεῖς γιγνομένης τῆς χειροτονίας ἐξῆλθον οὐδ̓ ἔμελλον παρατυχὼν τοῖς γεγονόσιν οὐδένα ἔχειν χρεώστην οὐδὲ συνωμότην οὐδὲ ἐμοὶ χάριν ὀφείλοντα τοῦ πράγματος. ὑμῖν γάρ, οὐκ ἐμαυτῷ, τοὺς βουλευτὰς ᾐτησάμην. καὶ τοίνυν διοικήσεως νῦν πρῶτον ἀχθείσης πολλὰ ὑπὸ πολλῶν ἠδικημένος, ὥσπερ εἰκός ἐστι τὸν ἐλθόντα μετὰ τοσαῦτα ἔτη φυγῆς, καὶ πρὸς ἐνίους οὐδὲ δικῶν μοι δέον, ἀλλὰ μᾶλλον εἰπεῖν καὶ μνησθῆναι περὶ τῶν κατεχομένων, πρὸς οὐδένα οὔτ̓ ἐμνήσθην οὔτε λόγον ἐποιησάμην οὐδένα, τοσούτων μὲν εἰς ἐλευθερίαν ἀφεστηκότων οἰκετῶν, τοσούτων δὲ χρήματα ἀπεστερηκότων, τοσούτων δὲ χωρία κατεχόντων, ἅτε μηδενὸς ὄντος τοῦ [11] κωλύσοντος. οὐ γὰρ δὴ τῷ μὲν Ὀδυσσεῖ πατέρα οἴκοι καταλιπόντι καὶ γυναῖκα ἀγαθὴν καὶ φίλους συνέβη καταφρονηθῆναι διὰ τὴν ἀποδημίαν οὕτως ὥστε τὴν οἰκίαν αὐτοῦ καταλαβόντας ἐνίους ἑστιᾶσθαι καὶ πίνειν καθ̓ ἑκάστην τὴν ἡμέραν τὸν οἶνον ἀντλοῦντας καὶ τὰ βοσκήματα ἀποκτιννύντας, καὶ μηδὲ τῆς γυναικὸς ἀπέχεσθαι τελευτῶντας, ἀλλ̓ ἄκουσαν βιάζεσθαι γῆμαι καὶ καταλιπεῖν τὸν ἄνδρα καὶ τὴν οἰκίαν, ἐμὲ δὲ οὐκ ἦν εἰκὸς ὑπὸ πολλῶν πολλὰ τοιαῦτα πεπονθέναι, πάντων ἀπεγνωκότων με καὶ μηδενὸς ἔτι [12] σωθήσεσθαι προσδοκῶντος. ἀλλὰ περὶ ταῦτα μὲν ἴσως οὐχ ὅμοιος ἑτέροις γέγονα, λέγω δὲ οὐ τῶν ἰδιωτῶν μόνον, ἀλλὰ πολλῶν καὶ φιλοσόφων καλουμένων σωφρονέστερος: ἐλύπησα δὲ ἐν τοῖς ἔργοις τὴν πόλιν. περὶ δὲ τούτων, ὡς ἐγένετο, πολλάκις ἀκηκόατε: δεῖ [p. 75] δὲ καὶ νῦν ἴσως ἀναμνῆσαι. ἐγὼ γάρ, ἄνδρες, τὸ μὲν βούλεσθαι τὴν πόλιν κοσμεῖν καὶ κατασκευάζειν μὴ μόνον στοαῖς καὶ ὕδασιν, ἀλλά, εἰ δυνατὸν ἦν, καὶ τείχεσι καὶ λιμέσι καὶ νεωρίοις ὁμολογῶ. [13] καὶ τοῦτον τὸν ἔρωτα οὕτως, εἴτε παιδικὸν φήσει τις εἴτε ἀνόητον, οὐκ ἔξαρνός εἰμι τὸ καὶ συνοικίζειν ἐθέλειν τὴν πόλιν καὶ πλῆθος ἀνθρώπων εἰς αὐτὴν ὅσον δύναμαι συναγαγεῖν, καὶ οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλ̓, εἰ δυνατὸν ἦν, καὶ ἑτέρας πόλεις συνελθεῖν ἀναγκάσαντα, ὥσπερ Ἐπαμεινώνδας ποτὲ τὴν Βοιωτίαν εἰς τὰς Θήβας συνῴκισε καὶ Θησεὺς τὴν Ἀττικὴν εἰς τὰς Ἀθήνας, καὶ Μυτιληναῖοί ποτε λέγονται τῆς Αἰολίδος κατασχόντες καὶ τῶν περὶ τὸν Ἑλλήσποντον καὶ Τρῳάδα τόπων τὴν Λέσβον ἅπασαν εἰς [14] μίαν τὴν αὑτῶν συναγαγεῖν πόλιν. οὐ μὴν ἀλλ̓ ἐπιστάμενός γε τὰς διανοίας τῶν ἐνθάδε ἀνθρώπων ἐνίων καὶ τὴν ἐμαυτοῦ δύναμιν καὶ τὰς ἀσχολίας καὶ τὸν χρόνον τῆς ἐπιδημίας, ὅτι μοι βραχύς ἐστι παντελῶς, οὔτε ἡπτόμην οὐδενὸς μείζονος οὔτε ἤλπιζον, μόνον δὲ τὴν διάνοιαν οὐκ ἐδυνάμην τὴν ἐμαυτοῦ κατέχειν, ἀλλ̓ ὥσπερ οἱ ἐρῶντες ἀεί ποτε περὶ τῶν τοιούτων τοιαῦτα διεξίασιν οἵων καὶ ἐπιθυμοῦσι, κἀγὼ πολλάκις ἐμεμνήμην ὧν καὶ ἐνόμιζον συμφέρειν γενέσθαι τῇ πόλει κατασκευῆς ἕνεκα καὶ συνοικισμοῦ καὶ [15] προσόδων καὶ μυρίων ἄλλων. ἃ εἴ ποτε γένοιτο καιρὸς ἐπιτελεσθῆναι καὶ θεῶν τις ποιήσειε, τότε ὄψεσθε τὴν ὑπερβολὴν τῆς τινων ἔχθρας καὶ τοῦ πρὸς ἐμὲ μίσους, ἵνα μὴ λέγω τοῦ πρὸς ὑμᾶς, ὡς οὐκέτι ἀμφιβόλως οὐδὲ πρᾴως ἐροῦσι καὶ λοιδορήσονται, φανερῶς δὲ καὶ ἄντικρυς, κἂν μὴ κωλῦσαι δυνηθῶσιν, ἀπάγξονται πρότερον ἢ τὴν πόλιν ἰδεῖν, οἵαν αὐτὴν βουλομένων θεῶν οὐκ ἀδύνατον γενέσθαι. τότε δ̓ οὖν τοῦ ἡγεμόνος δεξαμένου τὸ πρᾶγμα, τυχὸν μὲν δἰ ὑμᾶς, ἴσως δὲ καὶ δἰ ἐμέ, καὶ συναγαγόντος ἐκκλησία
ν οὐ προειδότος ἐμοῦ καὶ περὶ τούτων ἀναγιγνώσκοντος, οὐκ ἐδυνήθην τὴν ἡσυχίαν ἄγειν, ἀλλ̓ ἀνέστην καὶ συνεβούλευσα [p. 76] [16] καὶ ἐνεδειξάμην τοῖς ἀγνοοῦσι τὸ πρᾶγμα. καὶ μετὰ ταῦτα οὐχ ὁ μὲν δῆμος ὑμεῖς ἐπεθυμήσατε τῶν ἔργων, τῶν δὲ ἐν τέλει τις ἀντεῖπεν, οὐδὲ ἀντεῖπε μὲν οὐδείς, οὐ μὴν προθυμούμενος εὑρέθη καὶ συμπράττων, ἀλλὰ πάντες ὡς ἐπ̓ ἀγαθοῖς οὖσι καὶ συμφέρουσιν οὐ λόγῳ μόνον συμπράττοντες καὶ συνεισφέροντες: καὶ τὸ πρᾶγμα ὡς καλὸν καὶ μεγαλοπρεπὲς καὶ τῇ πόλει συμφέρον, οὕτως ἐγένετο

 

‹ Prev