THE FIFTY-FIRST DISCOURSE: IN REPLY TO DIODORUS
ΠΡΟΣ ΔΙΟΔΩΡΟΝ.
Σφόδρα θαυμάζειν ἔπεισιν, ὦ ἄνδρες, εἴ τις οὐκ ἀποδεχόμενός τινα οὐδὲ ἀγαπῶν ἔπειτα ἀναστὰς ἐπαινεῖ τῷ λόγῳ καὶ ἐνίοτε διῆλθεν ἐγκώμιον μακρὸν καὶ λίαν ἐπιμελῶς συγκείμενον. ὁ γὰρ τοιοῦτος ἄνθρωπος οὐκ ἔστιν ὅ, τι τῶν αἰσχίστων οὐ σύνοιδεν αὑτῷ, φθόνον, μικροψυχίαν, τὸ πάντων ἔσχατον, δουλείαν. λέγεται γοῦν οὐκ ἀτόπως καὶ παρὰ τοῖς παλαιοῖς ῾δούλου τόδ̓ εἶπας.῾ φέρε δή, πῶς οὐκ ἂν εἴη δοῦλος ὁ πρὸς τοσούτους ἅμα ἀνθρώπους ἕτερα ὧν φρονεῖ εἰπών, καὶ ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φροντίδος καὶ παρασκευῆς, καὶ κολακεύων πολλάκις ἄνθρωπον [2] καὶ θαυμάζων ὃν οὐ φιλεῖ;μέτριον γὰρ οὕτως εἰπεῖν. καὶ μὴν ὅτι πάντες πάντας ἐγκωμιάζουσι παῤ ἡμῖν ἐπίστασθε δήπου: [p. 102] ὥστ̓ ἐγὼ συνήδομαι καὶ κρίνω μακαρίους ὑμᾶς, εἰ οὕτως φιλοῦμεν πάντες ἅπαντας. τοῦτο γάρ ἐστιν ἀκόλουθον. ἐβουλόμην δ̓ ἄν, ὥσπερ ἐν ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις πολλῶν ἐγκωμίων ἀκοῦσαι ἔστιν, οὕτως καὶ ἐν τῇ ἀγορᾷ καὶ τοῖς ἄλλοις συλλόγοις. νῦν δὲ παρὰ τὸν τόπον τοιαῦτα ἢ τοιαῦτά ἐστι τὰ λεγόμενα, καὶ ὥσπερ οἱ γυμνάζοντες αὑτοὺς ἐν ταῖς σχολαῖς, καὶ ἡμεῖς ἐγχειροῦμεν εἰς ἀμφότερα. οὐκοῦν, ἂν μὲν εἰς ἐκκλησίαν τις παραγένηται τῶν ξένων, ἡρώων τινῶν ἢ σοφῶν ἡγήσεται τὴν πόλιν: ἂν δ̓ εἰς τὴν ἀγορὰν ἐμβάλῃ, ὁποίων οὐδὲν δεῖ λέγειν: ἐπίστασθε γὰρ αὐτοί. [3] τί οὖν; φήσει τις, ἀνέστης ἐπιτιμήσων τοῖς ἐπαινοῦσιν; οὐ μὰ τὸν Δία, ἀλλ̓ ὅπως, ἂν ᾖ δυνατόν, μὴ μόνον ἐνθάδε ὦμεν φιλάνθρωποι καὶ φιλάγαθοι, ἀλλ̓ ὁμοίως ἐν παντὶ τόπῳ καὶ καιρῷ. τὸν μὲν οὖν τούτου ἔπαινον ὁρῶ πεπληρωμένον ὑφ̓ ὑμῶν, ὥστε μηδεμίαν ὑπερβολὴν ἔχειν. ἄξιον δὲ καὶ ὑμᾶς ἐπαινεῖν. δοκεῖτε γάρ μοι πολὺ πάντων τῶν δήμων διαφέρειν. κἀγὼ τοῦτο οὐκ ἂν εἶπον, εἰ μὴ καὶ ἐφρόνουν οὕτως. οἱ μὲν γὰρ ἄλλοι πρὸς τὸ λυσιτελὲς μόνον βλέπουσιν, καὶ τοὺς διδόντας αὐτοῖς ἢ δυναμένους διδόναι, τούτους ἐπαινοῦσιν: ὑμεῖς δὲ καὶ τὴν προθυμίαν [4] καὶ τὸ βούλεσθαι μέγα εἶναι νομίζετε. καὶ οὐχὶ τοῦτό φημι, ὡς οὐχὶ καὶ πεποίηκε πολλὰ καὶ μεγάλα: πεποίηκε γάρ: ἀλλ̓ ὅτι ὑμῖν γε ἀπέχρη καὶ τὸ βούλεσθαι αὐτόν. ἔτι δὲ οἱ μὲν ἄλλοι τὰ ἐλάχιστα τῶν γενομένων μάλιστα ἀποδέχονται: λέγω δὲ ὅσα ἔχει δαπάνην τινά: ὑμεῖς δὲ τῶν μεγίστων αἰσθάνεσθε κατὰ τὴν ἀξίαν. ἔστι δὲ τῷ παντὶ μεῖζον τοῦ δαπανᾶν τὸ κήδεσθαί τινα τῆς πόλεως καὶ φανερὸν εἶναι εὐνοοῦντα ὑμῖν. πρὸς δὲ τούτοις οἱ μὲν πλεῖστοι τοὺς νουθετοῦντας, κἂν μετὰ λόγου τοῦτο ποιῶσι, μισοῦσι, τοὺς δὲ μεθ̓ ἡδονῆς κολακεύοντας θαυμαστῶς ἀποδέχονται. παῤ ὑμῖν δὲ τοὐναντίον ὁ πλείστῃ παρρησίᾳ χρώμενος καὶ τοῖς ἁμαρτάνουσιν [5] ἐπιπλήττων καὶ σωφρονίζων, οὗτος μάλιστα ἀγαπᾶται. τίς οὖν οὐκ ἂν ἀγαπήσειε τοιαύτην πόλιν καὶ πολιτείαν, ἐν ᾗ τῶν φιλοτιμιῶν [p. 103] αἱ τιμαὶ μείζους εἰσίν, ὁ δὲ μετ̓ εὐνοίας νουθετῶν τοῦ μετὰ κολακείας ὁμιλοῦντος μᾶλλον στέργεται, προθυμότεροι δ̓ εἰσὶν οἱ πολλοὶ σωφρονίζεσθαι καὶ ἐπανορθοῦσθαι ἢ θεραπεύεσθαι καὶ τρυφᾶν: ἢ τίς οὐκ ἂν ὑμᾶς μὲν ἐκπλαγείη, τοῦτον δ̓ εὐδαιμονίσειεν, ὑφ̓ ὑμῶν τοιούτων ὄντων κεκριμένον τῆς ὑμετέρας ἀρχῆς ἄξιον; [6] καὶ ἔγωγε μέγαν αὐτῷ τὸν ἀγῶνα ὁρῶ πρὸς ὑμᾶς ὄντα. ὅτῳ γὰρ πόλις ὅλη καὶ δῆμος ἑκὼν ἐπέτρεψε παιδεύειν αὑτὸν καὶ ὃν ἐπιστάτην εἵλετο τῆς κοινῆς ἀρετῆς καὶ ὅτῳ τὴν μεγίστην ἀρχὴν ἔδωκε τῆς σωφροσύνης καὶ τῆς καὶ τοῦ καλῶς βιοῦν ἕκαστον, πῶς οὐχὶ τούτῳ μέγας ὁ ἀγών ἐστιν, ὥστε μηδὲν ἐλάττονι φανῆναι τῆς ὑμετέρας γνώμης; σκόπει δέ, ἵνα εἰδῇς ὅτι μηδὲ τῶν παλαιῶν μηδεὶς μηδὲ τῶν θαυμαζομένων διὰ παντὸς τοῦ χρόνου [7] τηλικαύτης τιμῆς παρὰ τῶν πολιτῶν τῶν αὑτοῦ τετύχηκεν. ὁ γοῦν Περικλῆς ἐκεῖνος, ὃν ἀκούομεν παρὰ τοῖς Ἀθηναίοις ἀκμαζούσης γενέσθαι τῆς πόλεως, στρατηγίας μὲν ἐτύγχανεν: οὐ μὴν ἄξιος ἔδοξε διὰ παντὸς ἄρχειν τοῦ χρόνου καὶ ταύτην οὐκ ἀργύριον διοικῶν οὐδὲ οἰκοδομημάτων ἐπιμελούμενος, ἀλλ̓ ὅπως ἂν ἀγαθοὶ ὦσιν οἱ πολῖται, καὶ νουθετεῖν ἠβούλετο τοὺς ἁμαρτάνοντας καὶ τὸ γοῦν καθ̓ αὑτὸν βελτίονας ποιεῖν. οὐ μὴν ἠνείχοντο [8] αὐτοῦ διὰ τὴν αὑτῶν ἀναγωγίαν οἱ τότε. πόσῳ δὴ κρείττους ὑμεῖς οἱ παραδιδόντες αὑτοὺς καὶ παιδεύειν κελεύοντες τῶν εἰ καί τις παῤ αὑτοῦ πρόθυμος ἦν τοῦτο ποιεῖν ἀγανακτούντων καὶ οὐ μόνον οὐ τιμώντων, ἀλλὰ καὶ ἀποκτεινάντων τὸν ἐπιμελούμενον ὥσπερ ἐκεῖνοι Σωκράτην. ποῖον οὖν ἔτι κάλλιον ἐγκώμιον ἢ τοῦδε ἢ ὑμῶν εἴποι τις ἄν; οἵ γε ἐπειδὴ ᾔσθεσθε τοὺς ἐφήβους καὶ τοὺς νεανίσκους κρείττονας πεποιηκότα, εὐθὺς ἡγεῖσθε καὶ ὑμᾶς ἀμείνους δύνασθαι ποιεῖν καὶ νὴ Δία γε οὐχὶ τοῖς μὲν [p. 104] ἐφήβοις ἐστὶ παιδείας καὶ ἀρετῆς χρεία, τοῖς δὲ προβεβηκόσιν οὒ καὶ πάσῃ τῇ πόλει: ὥσπερ εἴ τις ἰατρὸς τοῖς μὲν παισὶν ἢ τοῖς μειρακίοις χρείαν εἶναι θεραπείας νομίζοι, τοῖς δὲ τελείοις μή. [9] καὶ μὴν ἥ γε πρὸς τὰς τιμὰς μεγαλοψυχία πῶς οὐχὶ θαυμαστὴ τῆς πόλεως; τί γὰρ τῶν σεμνῶν οὐχὶ προθύμως παρεσχήκατε; οὐκ εἰκόνας;οὐκ ἀνδριάντας; οὐχὶ πρεσβεύοντες πρὸς τὰς πόλεις, π�
�ὸς τὸν αὐτοκράτορα; οὐ κοινῇ τιμῶντες, οὐ κατ̓ ἰδίαν ἕκαστος δεξιούμενος; ἢ τίς ἂν οὐκ ἀνεθείη τῶν τοιούτων ὄντων; ἢ τίς οὐκ ἂν προθυμοῖτο ὅ, τι δύναιτο ποιεῖν ὑμᾶς ἀγαθόν; οὐκοῦν ἔγωγε οἶμαι καὶ τὸν τοῦδε ἔπαινον ὡς ἠδυνάμην εἰρηκέναι. τὸ γὰρ τῶν ἀποδεχομένων τινὰ καὶ τιμώντων ἐγκώμιον δῆλον ὡς κάλλιστος ἔπαινος ἐκείνου ἂν εἴη.
Delphi Complete Works of Dio Chrysostom Page 149