THE SIXTY-FOURTH DISCOURSE: ON FORTUNE (II)
ΠΕΡΙ ΤΥΧΗΣ ΔΕΥΤΕΡΟΣ.
Τὰ γιγνόμενα παρὰ τῶν ἀνθρώπων εἰς τὴν τύχην ἐγκλήματα μέγιστα ἂν ἔγωγε θείην ὑπὲρ αὐτῆς ἐγκώμια. τὰς γοῦν ἀδήλους τῶν πραγμάτων μεταβολὰς εἰς ταύτην ἀναφέρουσι, καὶ οἷς ἀπὸ γνώμης ἐπιχειρήσαντες διήμαρτον, τούτων ἀφῃρῆσθαι νομίζουσιν ὑπὸ τῆς τύχης, ὡς πάντα περιποιεῖν, εἰ θελήσαι, δυναμένης. ἀκούσαις δ̓ ἂν αἰτιωμένων αὐτὴν καὶ γεωργῶν καὶ ἐμπόρων καὶ πλουσίων ἐπὶ τοῖς χρήμασι καὶ καλῶν ἐπὶ τοῖς σώμασι καὶ Πανθείας ἐπὶ τῷ ἀνδρὶ καὶ Κροίσου ἐπὶ τῷ παιδὶ καὶ Ἀστυάγους ἡττηθέντος καὶ Πολυκράτους ἑαλωκότος. καὶ Πέρσαι δὲ ἐμέμφοντο τὴν τύχην μετὰ τὴν Κύρου σφαγὴν καὶ Μακεδόνες μετὰ τὴν Ἀλεξάνδρου [p. 148] [2] τελευτήν. ἤδη δέ τινα καὶ τῶν ἰδίων παθῶν τῇ τύχῃ προφέρουσιν, ἡ Μήδεια τὸν ἔρωτα, ὁ Μίδας τὴν εὐχήν, ἡ Φαίδρα τὴν διαβολήν, ὁ Ἀλκμαίων, ὅτι ἐπλανᾶτο, ὁ Ὀρέστης, ὅτι ἐμαίνετο. ἐρῶ δὲ ὑμῖν τινα καὶ Κύπριον λόγον, εἰ βούλεσθε. ἤνεγκεν ὁ παλαιὸς βίος καὶ ἐνδόξους γυναῖκας, Ῥοδογούνην πολεμικήν, Σεμίραμιν βασιλικήν, Σαπφὼ μουσικήν, Τιμάνδραν καλήν: οὕτω καὶ ἐν Κύπρῳ Δημώνασσα ἐγένετο, πολιτική τε ὁμοῦ γυνὴ [3] καὶ νομοθετική. τρεῖς ἔθηκεν αὕτη τοῖς Κυπρίοις νόμους: τὴν μοιχευθεῖσαν κειραμένην πορνεύεσθαι: θυγάτηρ αὐτῆς ἐμοιχεύθη καὶ τὴν κόμην ἀπεκείρατο κατὰ τὸν νόμον καὶ ἐπορνεύετο. τὸν αὑτὸν ἀποκτείναντα ἄταφον ῥίπτεσθαι: δεύτερος οὗτος Δημωνάσσης νόμος: τρίτος ὥστε μὴ ἀποκτεῖναι βοῦν ἀρότριον. δυοῖν δὲ αὐτῇ παίδων ἀρρένων ὄντων, ὁ μὲν ἐπὶ τῷ βοῦν ἀποκτεῖναι [4] ἀπέθανε: τὸν δὲ αὑτὸν ἀποκτείναντα οὐκ ἔθαψεν. ἡ δὲ τέως μὲν ἐκαρτέρει καὶ ἄπαις οὖσα καὶ νομοθετοῦσα, ἰδοῦσα δὲ βοῦν ἐπὶ μόσχῳ ἀπολλυμένῳ μυκωμένην καὶ τὴν ἑαυτῆς ἐν ἄλλῳ συμφορὰν γνωρίσασα, τήξασα χαλκὸν εἰς αὐτὸν ἥλατο. καὶ ἦν ἐκεῖ πύργος ἀρχαῖος ἀνδριάντα χάλκεον ἔχων, χαλκῷ ἐντετηκότα καὶ πρὸς ἀσφάλειαν τοῦ ἱδρύματος καὶ πρὸς μίμημα τοῦ διηγήματος: ἐπιγραφὴ δὲ ἐπί τινος στήλης πλησίον, σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ̓ οὐκ εὐτυχής. [5] φέρε οὖν μὴ ἐρήμην ἡ τύχη ἁλισκέσθω μηδὲ φοβώμεθα τὸν τῶν κατηγορούντων θόρυβον. ἴσως γὰρ ἄν τι ἡμῖν πρὸς τὸ εἰπεῖν εὖ καὶ αὐτὴ συλλάβοι. δοκοῦσιν οἱ τεχνῖται πρῶτον τῷ τρόπῳ τῆς κατασκευῆς τὴν δύναμιν αὐτῆς δεδηλωκέναι. πρῶτον μὲν γὰρ ἕστηκεν ἑτοίμη πρὸς τὰ ἔργα, εἶτα τῇ μὲν δεξιᾷ χειρὶ πηδάλιον κατέχει, καί, ὡς ἂν εἴποι τις, ναυτίλλεται. τί δὲ ἄρα τοῦτο ἦν; πότερον [p. 149] ὡς μάλιστα τῶν πλεόντων τῆς τύχης δεομένων, ἢ διότι τὸν βίον ἡμῶν ὥς τινα μεγάλην ναῦν κυβερνᾷ καὶ πάντας σῴζει τοὺς ἐμπλέοντας; Ἀσσυρίους μέχρι τῆς Σαρδαναπάλλου τρυφῆς, Μήδους μέχρι τῆς Κύρου τροφῆς, Πέρσας μέχρι τῆς διαβάσεως, Ἀθηναίους μέχρι τῆς ἁλώσεως, Κροῖσον μέχρι Σόλωνος; [6] ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ. ἡ τύχη γὰρ αὐτῷ τὸ μηδὲν παθεῖν παραποιησαμένη τὸ ἀγνοεῖν ἔδωκεν, ὅπερ ὅμοιον ἦν τῷ μὴ παθεῖν. εἶτα ἅμα τῆς εὐτυχίας ἐπαύσατο καὶ τοῦ γιγνώσκειν ἤρξατο. ἐγὼ δὲ καὶ τὴν ἐκείνου πήρωσιν εὐτυχίαν καλῶ. Τέλλος μὲν γὰρ βλεπέτω τοὺς παῖδας καὶ Κυδίππη καὶ Αἰόλος καὶ εἴ τις ἄλλος ἦν πατὴρ εὐτυχής: Οἰδίπους δὲ ἐκ τῆς πηρώσεως ἀναβλέψας αἰσχρὰ κερδανεῖ θεάματα. [7] τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν ἡ θεὸς καρποὺς ἑτοίμους κατέχει συνειλεγμένους, μηνύουσα τὸ πλῆθος τῶν ἀγαθῶν, ἅπερ αὐτὴ δίδωσιν. τοῦτο ἦν ἄρα καὶ χρυσοῦν γένος καὶ νῆσοι μακάρων τινές, αὐτομάτας ἔχουσαι τροφάς, καὶ Ἡρακλέους κέρας καὶ Κυκλώπων βίος. ὅτι τοῖς πονήσασι τὸν βίον ἐπὶ τῆς δεξιᾶς χειρὸς δεδήλωκεν, ὡς αὐτομάτη λοιπὸν ἡ τῶν ἀγαθῶν ἀφθονία παραγίγνεται. Τάνταλος δὲ ἄρα ἐπὶ γήρως ἀργὸς ἦν: διὰ τοῦτο ἄρα μέχρι τῶν χειλῶν ηὐδαιμόνει καὶ τοῖς ὀφθαλμοῖς μόνον ηὐτύχει: τὰ πάντα δὲ ἐκεῖνα ἁρπασθέντα οἴχεται καὶ λίμνη καὶ καρποὶ καὶ τροφὴ καὶ ποτὸν ὑπὸ τῆς τύχης, οὕτω γ̓ ὡς ὑπὸ πνεύματος. [8] ὠνόμασται δὲ ἡ τύχη καὶ πολλοῖς τισιν ἐν ἀνθρώποις ὀνόμασι, τὸ μὲν ἴσον αὐτῆς νέμεσις, τὸ δὲ ἄδηλον ἐλπίς, τὸ δὲ ἀναγκαῖον μοῖρα, τὸ δὲ δίκαιον θέμις, πολυώνυμός τις ὡς ἀληθῶς θεὸς καὶ πολύτροπος. ταύτῃ ἐπέθεσαν καὶ γεωργοὶ Δήμητρος [p. 150] ὄνομα καὶ ποιμένες Πανὸς καὶ ναῦται Λευκοθέας καὶ κυβερνῆται Διοσκόρων. ῥεῖα δ̓ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, ῥεῖα δέ τ̓ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει. [9] τοῦτο ἄρα ἦν ὁ Ζεύς, ἡ τύχη κατέχων μὲν ἐπὶ τῆς δεξιᾶς τὸ ὅπλον, ἐπὶ δὲ τῆς ἀριστερᾶς τὸ σκῆπτρον, ὅτι τοῖς πολεμικοῖς τῶν ἀνθρώπων καὶ βασιλείαν δίδωσιν. εἶτα Εὐριπίδης τὸν ναύτην μέμφεται ,ἀωρὶ πόντου κύματ̓ εὐρέος περῶντα:᾿ καὶ διὰ τῶν ἑξῆς ἐπιτιμᾷ λέγων ὅτι ,σμικραῖς [10] ἐπιτρέπουσιν αὑτοὺς ἐλπίσιν.᾿ ὦ παῖ Μνησαρχίδου, ποιητὴς μὲν ἦσθα, σοφὸς δὲ οὐδαμῶς. οὔτε γὰρ πίττῃ τὴν ψυχὴν οὔτε σχοινίοις ἐπιτρέπουσιν οὔτε τριδάκτυλον αὐτοὺς σῴζει ξύλον πεύκινον, ἀλλ̓ ἐπέτρεψαν βεβαίῳ καὶ μεγάλῳ πράγματι τῇ τύχῃ. ἀσθενὲς μὲν πλοῦτος, ἂν τύχη μὴ παρῇ, ἀβέβαιον δὲ φιλία, μὴ συλλαμβανούσης τύχης. αὕτη σῴζει καὶ τὸν νοσοῦντα ἐν τῷ τέλει καὶ τὸν νηχόμενον ἐν τῇ θαλάσσῃ καὶ τὸν Ἀγαμέμνονα ἐπὶ �
�ῶν χιλίων [11] νεῶν καὶ τὸν Ὀδυσσέα ἐπὶ τῆς σχεδίας φερόμενον. τί δέδοικας, ὦ δειλέ; τὸ μῆκος τῆς θαλάττης φοβῇ; ὄψεται μέν σε ὁ Ποσειδῶν καὶ παρακαλέσει τοὺς ἀνέμους καὶ τὴν τρίαιναν λήψεται καὶ πάσας ὀροθυνεῖ τὰς ἀέλλας, οὐκ ἀποκτενεῖ δὲ σέ. ἡ τύχη γὰρ οὐ βούλεται. οὕτως νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον, εἰσόκεν ἀνθρώποισι διοτρεφέεσσι μιγείης. [12] θεοῦ λόγος ὑπὸ τύχης νενικημένου. αὕτη καὶ τὸ τῶν ὑμετέρων προγόνων ἦν ἀρχαῖον γένος, τῶν αὐτοχθόνων καὶ πρώτων Ἀθηναίων, μητέρα μὲν τὴν γῆν αὐχοῦντας, τροφὸν δὲ τὴν Δήμητρα, ἐπώνυμον δὲ καὶ σύμμαχον τὴν Ἀθηνᾶν, τὸ μὲν γὰρ πρῶτον τῶν Ἀθηνῶν εἰς Εὔβοιαν ἐξήγαγεν: ὡς δ̓ ἐκεῖ μένοντας αὐτοὺς οὔτε [p. 151] ἡ θάλασσα τέρπειν οὔτε ἡ γῆ τρέφειν ἐδύνατο, καὶ οὐδὲ τὸ αἰσχρὸν ἔφερον τοῦ πράγματος, ἀντ̓ ἠπειρωτῶν νησιῶται γενόμενοι, δεύτερον [13] ἡ τύχη κρεῖσσον ἐβουλεύσατο. σεμνὴ μὲν γὰρ Εὔβοια ὡς ἀληθῶς: ἀλλὰ τίς ὑμῶν φέρειν ἠδύνατο γῆν τραχεῖαν κατοικῶν καὶ θαλάσσῃ στενῇ παροικῶν καὶ πολλὰς ἀνεχόμενος τῶν πραγμάτων μεταβολάς, τῶν ἐν τῷ ῥεύματι γιγνομένων πλείονας; νῦν Βοιωτοὺς ἔδει φέρειν καὶ τὴν Θηβαίων ἀναισθησίαν, εἶτα Ἀθηναίους, οὐκέτι ὡς παισὶν ὑμῖν, ἀλλ̓ ὡς δούλοις χρωμένους. διὰ τοῦτο ἀγαγοῦσα ἐνθάδε ἵδρυσε, τῇ ἑτέρᾳ μὲν τῶν χειρῶν μηχανωμένη τε τὸν πλοῦν καὶ κατιθύνουσα, τῇ δὲ τοὺς καρποὺς ἀφθόνως διδοῦσά τε καὶ δωρουμένη. τὴν μὲν οὖν τῶν λοιπῶν γνώμην εἰκάσαι [14] χαλεπόν ἐστιν. ἐγὼ δέ, ὦ τύχη: πρὸς σὲ γὰρ δικαίως ἂν ἴσως ῥηθείη ὁ λόγος: εἴ μέ τις ὑψηλὸν ἄρας ἄγοι μετέωρον ἐπί τινων ἢ Πηγάσου νώτων ἢ Πέλοπος πτηνῶν ἁρμάτων ὑποτείνων τὴν γῆν ἅπασαν καὶ τὰς πόλεις, οὐκ ἂν τὴν Λυδῶν ἑλοίμην τρυφὴν οὔτ̓ εὐτέλειαν τὴν Ἀττικὴν οὔτε πενίαν Λακωνικὴν οὔτε Κρότωνα: πένονται γάρ: οὔτε Σύβαριν, ὅτι οὐ πονοῦσιν, οὔτε Σκύθας, ὅτι οὐ γεωργοῦσιν, οὔτε Αἰγυπτίους, ὅτι ἄλλοις γεωργοῦσιν: [15] καὶ Λιβύην, ὅθι τ̓ ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν: εὐτυχία ποιμένων. οὐ Θήβας Αἰγυπτίας, αἵθ̓ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ̓ ἀν̓ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν: ἱπποκόμων βίος καὶ πυλωρῶν. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. οὐκ ἀρκεῖ μοι βωμὸς θύειν οὐκ ἔχοντι, οὐκ ἀρκεῖ μοι φυτὰ τρέφειν με μὴ δυνάμενα. [p. 152] τρηχεἶ, ἀλλ̓ ἀγαθὴ κουροτρόφος: οὔτε τραχεῖα αὕτη καὶ κουροτρόφος. [16] δέσποιν̓ ἁπασῶν πότνἰ Ἀθηναίων πόλι: μὴ λέγε, ἄνθρωπε. οὐκέτ̓ εἰσὶν ἐκεῖνοι δεσπόται. ὡς καὶ καλόν σου φαίνεται τὸ νεώριον. ἀλλὰ μεθ̓ Ἑλλήσποντον καὶ Λύσανδρον αἰσχρόν. — καλὸς δ̓ ὁ Πειραεύς: ἔτι γὰρ μετὰ τῶν τειχῶν αὐτὸν βλέπεις: ἄλση δὲ τίς πω τοιάδ̓ ἔσχ̓ ἄλλη πόλις; εἶχε μέν, δῃωθεῖσα δὲ ὡς ἐπὶ συμφοραῖς γυνή ἀπεκείρατο. καὶ τοὐρανοῦ γ̓, ὥς φασιν, ἐστὶν ἐν καλῷ. καὶ πῶς, οἵ γε λοιμώττουσι καὶ νοσοῦσι καὶ τὸ πλέον αὐτῶν [17] ἀπόλλυται μέρος ὑπὸ τῶν ἀέρων ἢ τῶν πολεμίων; καὶ μή τις ἀχθέσθω, διότι οὕτως τῶν πατέρων ἐμνημόνευσα. τῶν μὲν γὰρ πρωτείων οὐκ ἂν ἄλλως τύχοιμεν μὴ τοῖς πρώτοις ἁμιλλώμενοι. ἀλλὰ καὶ παλαιός τις στρατιώτης ὡς γεγονὼς τοῦ πατρὸς κρείσσων ἐσεμνύνετο, καὶ οὐδὲ Ἀθηναίοις αἰσχρὸν πατράσιν οὖσιν ὑπὸ τῶν παίδων ἡττωμένοις. τῆς γὰρ ὑμετέρας μεθέξουσιν ἀρετῆς κατὰ τὴν αὑτῶν ἐλαττούμενοι. πῶς οὖν οὐκ ἂν εἰδείητε τούτων ἁπάντων τῇ τύχῃ τὴν χάριν καὶ τοῦ γένους, ὅτι Ἕλληνες, καὶ τῆς μεταβολῆς, ὅτι ἐκ πενήτων εὐδαίμονες; Σωκράτης γοῦν ἐπὶ πολλοῖς [18] αὑτὸν ἐμακάριζε, καὶ ὅτι ζῷον λογικὸν καὶ ὅτι Ἀθηναῖος. Διογένης δὲ ὁ κύων ἀγροίκως καὶ τέλεον οὐ πολιτικῶς ηὔχει κατὰ τῆς τύχης, ὡς πολλὰ μὲν βέλη ἐφιείσης αὐτῷ ὡς σκοπῷ, τυχεῖν δὲ μὴ δυναμένης. οὐ φέρω θρασυνόμενον οὕτω φιλόσοφον. μὴ καταψεύδου [p. 153] τῆς τύχης: οὐ τοξεύει γάρ σε, ὅτι οὐ βούλεται: θελούσῃ δὲ τῇ τύχῃ πανταχοῦ ῥᾴδιον. καὶ τὰ μὲν σύντομα ἐκεῖνα οὐ λέγω, τὰ Λακωνικά, τοὺς δουλεύοντας Πέρσαις καὶ τὸν ἐν Κορίνθῳ Διονύσιον καὶ τὴν Σωκράτους καταδίκην καὶ τὴν Ξενοφῶντος φυγὴν καὶ τὸν Φερεκύδους θάνατον καὶ τὴν δυσδαιμονίαν τὴν Ἀναξάρχου: ἀλλ̓ αὐτοῦ τούτου τοῦ χαλεποῦ σκοποῦ πόσοις ἔτυχε τοξεύμασιν; φυγάδα σε ἐποίησεν, εἰς Ἀθήνας ἤγαγεν, Ἀντισθένει προυξένησεν, εἰς Κρήτην ἐπώλησεν. εἰ δέ σοι τὸν τῦφον βακτηρία καὶ πήρα περιτίθησι καὶ λεπτὸς καὶ ἀφελὴς βίος, ἴσθι καὶ τούτων τῇ τύχῃ [19] τὴν χάριν: κατὰ τύχην γὰρ φιλοσοφεῖς. ἦν δὲ καὶ Τιμόθεος Ἀθηναίων στρατηγός, ὃς πάντα εὐτύχει καὶ σκωπτόμενος οὐκ ἠνείχετο, καί ποτέ τι καὶ κατὰ τῆς τύχης ἐθρασύνετο καὶ πάλιν δυστυχεῖν ἤρξατο. τίς ἄν ποτε ἤλπισεν Ἰνδῶν ἄρξειν κουρέα, Λυδῶν βασιλεύσειν ποιμένα, τῆς Ἀσίας ἡγεμονεύσειν γυναῖκα; ὅτι τὸν Ἡρακλέα ἀποκτενεῖ χιτὼν καὶ γυνή, ὅτι τὸν Ἀλέξανδρον δοῦλος καὶ κύλιξ; ἔχει γὰρ ἐν αὑτῇ πλεῖστον ἀεὶ τὸ βασιλικόν, καὶ τοὺς παρὰ φύσιν δ̓ ἐπαιρομένους καθαιρεῖ. πολλὰ γοῦν Ἀλέξανδρος τολμηρὰ [20] ἔπρασσεν. οὐκ ἔφερεν υἱὸς Φιλίππου λεγόμενος, τοῦ Διὸς κατεψεύδετο, τῶν Διοσκόρων κατεφρόνει, τὸν Διόνυσον ἐλοιδόρει, καίτοι γε ἀφθόνως οὕτως αὐτοῦ τοῖς δώροις χρώμενος: ἀπέκτεινε δ�
� καὶ Κλεῖτον τὸν σοφεν καὶ Φιλώταν τὸν καλὸν καὶ τὸν γέροντα Παρμενίωνα καὶ τὸν διδάσκαλον Καλλισθένην καὶ Αριστοτέλην ἐμέλλησε καὶ Ἀντίπατρον ἐβουλεύσατο. τοιγαροῦν ζῶντα αὐτὸν ὁμολογεῖν [21] ἠνάγκασεν ὅτι ἄνθρωπος ἦν. τρωθεὶς γοῦν πρὸς τοὺς φίλους, Ἀλλὰ τοῦτό γε οὐκ ἰχώρ ἐστιν, ἔφη, τὸ ῥέον, ἀλλὰ αἷμα [p. 154] ἀληθινόν. ἀποθνῄσκων δὲ καὶ πάνυ ὡμολόγησε μεγάλην τινὰ οὖσαν καὶ ἀνίκητον ὡς ἀληθῶς τὴν τύχην. ἐκεῖνος γοῦν ὁ ἐκφυγὼν καὶ τὸ Θηβαίων ὁπλιτικὸν καὶ τὸ Θεσσαλῶν ἱππικὸν καὶ τοὺς ἀκοντιστὰς Αἰτωλοὺς καὶ τοὺς μαχαιροφόρους Θρᾷκας καὶ τοὺς μαχίμους Πέρσας καὶ τὸ τῶν ἀμάχων Μήδων γένος καὶ ὄρη μεγάλα καὶ ποταμοὺς ἀδιαβάτους καὶ κρημνοὺς ἀνυπερβάτους καὶ Δαρεῖον καὶ Πῶρον καὶ πολλὰ ἄλλα ἐθνῶν καὶ βασιλέων ὀνόματα, ἐν Βαβυλῶνι [22] ἄνευ μάχης καὶ τραυμάτων ὁ στρατιώτης ἔθνῃσκε. τί δὲ δεῖ λέγειν τοὺς διαδεξαμένους τὴν βασιλείαν ἢ τοὺς ἐπ̓ ἐκείνοις γενομένους καὶ τὰ ἀλαζονικὰ αὐτῶν ὀνόματα, κεραυνοὺς καὶ πολιορκητὰς καὶ ἀετοὺς καὶ θεούς; ὧν τὸν μὲν ὁ θάνατος ἤλεγξεν: ὁ δὲ ὑψηλοτέραν εὗρε τὴν τύχην, καίτοι πεζὴν δοκῶν: ὁ δὲ πολιορκητὴς Δημήτριος αἰχμάλωτος γενόμενος ἐξ οἴνου καὶ μέθης ἀτίμως ἀπέθανεν, ὑπὸ τῆς τύχης πολιορκούμενος. τί οὖν οἱ τύραννοι μέγα φρονοῦσιν ἐπὶ τοῖς τείχεσι; τί δὲ Ἀμφίων ᾄδει; τί δὲ Δηιόκης πονεῖ; τί δὲ Σεμίραμις οἰκοδομεῖ; τί δὲ ὁ Ἀπόλλων μισθαρνεῖ; τί δὲ μετὰ τοῦ λέοντος Μήλης τὸ τεῖχος περιέρχεται; κρατήσει γὰρ Μήδων Κῦρος καὶ Βαβυλωνίων Ζώπυρος καὶ Σάρδεων Μάρδος [23] καὶ Τροίας ὁ ἵππος. μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον, εἶπέ τις, ἡ τύχη. αὕτη καὶ Πίνδαρον εὗρεν ἐκκείμενον ἐν Βοιωτίᾳ καὶ Τήλεφον ἐν Ἀρκαδίᾳ καὶ τοὺς βασιλεῖς Ῥωμαίων ἐν Ἰταλίᾳ: καὶ τῷ μὲν ἔπεμψε μελίττας, τοῖς δὲ ποιμένας, Τηλέφῳ δὲ ἔλαφον, Κύρῳ δὲ ἢ κύνα ἢ γυναῖκα. Εὐμένης ἦν ἁμαξέως υἱός, ἀλλ̓ ὅμως βασιλεὺς ἐγένετο, Ἡρακλῆς Ἀλεξάνδρου παῖς, ἀλλ̓ οὐκ ἐβασίλευσεν: ἄταφος γοῦν Ὀλυμπιάδι ἐκομίσθη, καὶ πενθήσασα αὐτὸν καὶ αὐτὴ [24] ἐτελεύτησεν ἡ μήτηρ τοῦ θεοῦ. Δαρείου δὲ ἡ μήτηρ καὶ Ἀλέξανδρον προσεκύνησε καὶ τὸ ἀτιμότερον Ἡφαιστίωνα. τί δὲ ὁ Λιβύων βασιλεύς; οὐ πεντακοσίας μὲν πόλεις Ῥωμαίων ἐπόρθησεν; ἐπάρας [p. 155] δὲ τὸν χιτῶνα τὸν αὑτοῦ τοῖς πολίταις ἔδειξε Ῥωμαϊκῶν σφραγίδων ἀνάπλεων, ὧν ἑκάστην εἶχεν ἀπὸ πολεμίων σκῦλον ὑπ̓ αὐτοῦ πεφονευμένων; ταῦτα δὲ πάντα δράσας ἀτίμως ἀπέθανε, [25] μάτην πολλὰ φιλονικήσας πρὸς τὴν τύχην. διόπερ μοι δοκοῦσιν οἱ ἄνθρωποι τὰ μεγάλα πάντα τῶν πραγμάτων ἐπιτρέπειν τῇ τύχῃ, κληρωτὰς τὰς ἀρχὰς καὶ στρατηγίας ποιούμενοι: καὶ ἀδελφοὶ κτῆσιν αὑτῶν οὕτως διανέμονται. ἔδει δὲ ἄρα καὶ τὸν Πολυνείκην, εἴπερ καλῶς ἐβουλεύετο, κλήρῳ πρὸς τὸν ἀδελφὸν περὶ τῆς βασιλείας λαχεῖν: νυνὶ δὲ αὐτός τε ἀπέθανε καὶ τὸν ἀδελφὸν προσαπώλεσεν, ἡλικίᾳ τὸ πρᾶγμα ἐπιτρέψας, οὐ τύχῃ. [26] κλήρῳ νῦν πεπάλαχθε διαμπερές, ὅς κε λάχῃσιν. οὗτος γάρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς: καὶ ὤνησε λαχών: ὁ δὲ Ἕκτωρ ἡττήθη γνώμῃ πιστεύσας, οὐ τύχῃ. δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει. θησαυροὶ μὲν εἰς ἀνθρώπους οὗτοι παρὰ θεοῖς: ταμιεύει δὲ αὐτῶν πρὸς τὸ ἐπιβάλλον ἡ τύχη καὶ ῥήτορι καὶ στρατηγῷ καὶ [27] πένητι καὶ πλουσίῳ καὶ πρεσβύτῃ καὶ νέῳ. Κροίσῳ δίδωσι χρυσόν, Κανδαύλῃ γυναῖκα, Πηλεῖ ξίφος, Νέστορι ἀσπίδα, Πτερέλᾳ κόμην χρυσῆν, Νίσῳ πλόκαμον πορφυροῦν, Ἀλκιβιάδῃ κάλλος, Σωκράτει δὲ φρόνησιν, Ἀριστείδῃ δικαιοσύνην, Λακεδαιμονίοις γῆν, Ἀθηναίοις θάλατταν. εἶτα ἐν μέρει τούτων μὲν ἀφείλετο, ἄλλοις δὲ ἔδωκεν. καὶ οὐδέν μοι δοκεῖ ὁ βίος τῶν ἀνθρώπων πομπῆς διαφέρειν ἐν ταῖς ἡμερησίαις μεταβολαῖς. [p. 156]
Delphi Complete Works of Dio Chrysostom Page 157